δίφρῳ, εἰ καὶ ἀεικελίῳ καὶ ὀλίγῃ τραπέζῃ καὶ ἰσομοιρίᾳ τιμήσας, ἠρέθισεν οὕτω φρονίμως τὸν ἀθεμίστιον. διὸ καὶ καλῶς ὁ ποιητὴς ἔφη, ὡς οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη μνηστῆρας λώβης ἴσχεσθαι, ὡς καὶ προεγράφη, ἵνα ἐρεθισθεὶς Ὀδυσσεὺς μὴ ἀναβάλληται τὸ κατ' αὐτῶν ἔργον. (ῃερς. 287.) Ὅρα δὲ ὅτι δυνάμενος ὁ ποιητὴς κυκλικῶς φράσαι· ἦν δέ τις ἐν μνηστῆρσιν ἀνὴρ, Κτήσιππος δ' ὄνομ' ἦν, αὐτὸ μὲν ἀφῆκεν, ἐχρήσατο δὲ ποικιλίας χάριν ἐν καταρχῇ μὲν τῷ ἦν, κοινῷ ὄντι, ἐν τέλει δὲ ποιητικῷ τῷ ἔσκεν· οὗ παραγωγὴ αὕτη· ἔω, ἔσω, ἔσκω· παρατατικὸς, ἔσκον. μυρία δὲ καὶ ἄλλα τοιαῦτα. ἐν οἷς καὶ τὸ κέω, κέσω, κέσκω· ἀφ' οὗ τὸ κέσκετο ἀντὶ τοῦ ἔκειτο. Σημείωσαι δὲ ὅτι τὸ μὲν ἦν ἀντὶ τοῦ ὑπῆρχον ἐν πρώτῳ προσώπῳ προσφυῶς ἔχει τὸ ˉν κατὰ συγκοπὴν τοῦ ἦον, ὅ πέρ ἐστιν ὑπῆρχον· τὸ δὲ τρίτον οὐχ' οὕτως ἔχει κατὰ τὸν Ἡρακλείδου λόγον, ἔχοντα οὕτως· τοῖς εἰς βραχὺ περαιουμένοις, εἶτα συναιρεθεῖσι, τοιούτοις προσώποις οὐκέτι μετουσία τοῦ νῦ ἐστιν· ὥς τε ἐν τῷ, ἦον ἦες ἦε, καὶ συναιρέσει ἦν, οὐκ ὀρθῶς ἔχει ἡ προσέλευσις τοῦ ˉν. καινὸν δέ, φησι, καὶ τὸ, ἤσκειν εἴρια καλά. διαλυθὲν γὰρ εἰς τὸ ἤσκεε πῶς προσλήψεται τὸ ˉν, ὅπου γε οὐδεὶς παρατατικὸς εἰς ˉν περατοῦται ἐν τρίτῳ ἑνικῷ παρ' Ἕλλησιν; ἑτέρωθι δὲ λέγει ὁ αὐτὸς καὶ ὅτι, ὥς περ τὸ, κνέε τυρὸν, ἤγουν ἔκνεεν, ἔκοπτεν, εἰς τὸ ἦτα συναιρεθὲν οἷον κνῆ τυρὸν ἐν Ἰλιάδι, οὐκέτι σὺν τῷ ˉν ἐξηνέχθη, οὕτως οὐδὲ τὸ ἦ μετὰ τοῦ ˉν γραφήσεται, ἀλλὰ δηλαδὴ δίχα τοῦ ˉν, κἂν σημαίνει τὸ ὑπῆρχεν, ἀπὸ τοῦ ἔε δηλονότι. καὶ οὕτω μὲν κατέστησεν ὁ σοφὸς τὴν τοιαύτην γραφήν. ἔστι δὲ καὶ ἄλλως καὶ μετὰ τοῦ ˉν νοῆσαι τὸ ἦν ∆ωρικῶς ἅμα καὶ Ἀττικῶς κατὰ τὸν αὐτὸν Ἡρακλείδην, εἰπόντα οὕτω· τὸ παρ' ἡμῖν ἔπλει καὶ ἔῤῥει παρὰ μὲν τοῖς Ἴωσιν ἔπλεεν ἔῤῥεεν, ὡς τῆς εˉι διφθόγγου τεμνομένης παρ' αὐτοῖς εἰς ἄμφω ταῦτα. παρὰ δὲ ∆ωριεῦσιν, ὧν τῇ διαλέκτῳ καὶ ἀρχαῖοι Ἀττικοὶ χρῶνται τὰ τοιαῦτα δύο εˉε εἰς ˉην συναιρεῖται. τὸ γὰρ ἔπλεεν, ἔῤῥεεν, ἔπλην καὶ ἔῤῥην παρ' αὐτοῖς. εἰ τοίνυν τοῦτο δέδοται, τί κωλύει κατὰ τὸ ἔπλεεν, ἔπλην, ∆ωρικῶς καὶ ἔῤῥεεν, ἔῤῥην, οὕτως εἶναι καὶ ἔεν ἦν; περισπωμένως μέντοι διὰ τὸ τοῦ ῥήματος μονοσύλλαβον, χαρέντων τῇ ∆ωρικῇ φωνῇ καὶ τῶν Ἀττικῶν. οἳ καὶ τὸ δάματερ, ∆ωρικὸν ὂν, φιλοῦσι λαλεῖν, ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, ὅτε τι θαῦμα πρόκειται, ὡς καὶ ὁ τοῦ κωμικοῦ Πλοῦτος δηλοῖ. Ἔτι ἰστέον καὶ ὅτι τὸ εἰρημένον ἦν ἐπὶ τρίτου ἑνικοῦ προσώπου ὁ Ἀλκμὰν ἦς λέγει, μετειλημμένου τοῦ ˉν εἰς ˉσ ∆ωρικῶς, ὡς ὁ Ἡρακλείδης παραδίδωσιν. ἔστι δὲ αὐτοῦ χρῆσις καὶ παρὰ τῷ βουκολιαστῇ. ὡς καὶ ἐν τῷ πεποιήκαμεν καὶ λέγομεν καὶ τοῖς ὁμοίοις τρέπουσι τὸ ˉν εἰς ˉσ οἱ ∆ωριεῖς, λέγοντες πεποιήκαμες καὶ τἄλλα δὲ ὡσαύτως, δηλοῦσιν οἱ χρησάμενοι. τὸ δὲ παρ' 2.238 Ἡσιόδῳ, τῆς δ' ἦν τρεῖς κεφαλαὶ, ἀντὶ τοῦ ἦσαν, Βοιωτῶν λέγεται γλώσσης εἶναι, οἳ ἑνικὰ ῥήματα πληθυντικοῖς ὀνόμασι συνέταττον. (ῃερς. 288.) Ἐν δὲ τῷ, ὄνομ' ἔσκεν, ὄνομα κατ' ἐξοχὴν τὸ κύριον δηλοῦται, οὐ μὴν τὸ κοινὸν, ἐξ οὗ ὀνομάζειν Ὅμηρος πολλαχοῦ οἶδε τὸ διεξοδικῶς λαλεῖν ἐν συνθήκῃ ὀνομάτων, ἤγουν λέξεων. αἷς καὶ τὰ ἐπίθετα συνεισάγονται τὰ, ὡς ἂν Ὅμηρος εἴποι, κατ' ἐπίκλησιν. ἡ δὲ, ὡς ἐῤῥέθη, κυριωνυμία καὶ τὸ παρὰ Εὐμαίῳ εἵλκυσεν ὀνομάζειν. ἔφη γὰρ ἐκεῖνος αἰδεῖσθαι ὀνομάζειν τὸν καλὸν δεσπότην, ἤγουν εὐλαβεῖσθαι λέγειν ἐκεῖνον τὸ κύριον αὐτοῦ ὄνομα, ὅ περ ἦν Ὀδυσσεὺς, οἷα ἐπικρίνων ἠθεῖον αὐτὸν καλεῖν, ὡς προδεδήλωται. τὸ δὲ τοιοῦτον κύριον ὄνομα καὶ τὸν ἐν Ἰλιάδι ὀνομακλυτὸν συνέθετο, οὗ δηλονότι τὸ κύριον ὄνομα περίκλυτον ἀνθρώποις ἦν. ἐξ αὐτοῦ δὲ καὶ τὸ ὀνομακλήδην, δηλοῦν, ὡς ἐξ ὀνόματος κυρίου ἐκάλει ἕκαστον τῶν ἔσω τοῦ δουρείου ἵππου ἡ Ἑλένη. Θεσπέσια δὲ κτήματα Κτησίππου τοῦ διὰ πλοῦτον ὑβριστοῦ τὰ πολλὰ λέγει, ἃ δηλαδὴ θεὸς ἂν εἴποι. οὐ γὰρ δή που κτέατα θεῖα εἰσὶ τὰ τοῦ εἰδότος ἀθεμίστια κατὰ τὸν ποιητήν. Μνηστῆρες δ' ἀγήνορες ἐνταῦθα ἐπὶ ἐπαίνου· οὐ γὰρ ἂν ὁ μνηστὴρ Κτήσιππος τοὺς ὁμοίους ὕβριζε. (ῃερς. 293.) Τὸ δὲ πάλαι φανερῶς καὶ νῦν ἐκ περισσοῦ κεῖται καὶ οὐ κατὰ κυρίαν σημασίαν ἐν τῷ, μοῖραν ὁ ξεῖνος ἔχει πάλαι. οὐ γὰρ κυρίως πάλαι