Τὸ δὲ ὀρεξαμένη ἀντὶ τοῦ ἁπλώσασα, ἀναταθεῖσα· ἐξ οὗ καὶ ὀργυιοῦσθαι παρὰ Λυκόφρονι. Ἐκ πασσάλου δὲ τόξον αἴρεται, διότι καὶ πασσάλου ἀπῃώρηται, ὁμοίως τῇ προδεδηλωμένῃ τοῦ ∆ημοδόκου φόρμιγγι. (ῃερς. 54.) Τὸ δὲ, αὐτῷ γωρυτῷ, Ἀττικῶς ἀντὶ τοῦ σὺν αὐτῷ γωρυτῷ. ἔστι δὲ γωρυτὸς, ὥς που καὶ προεδηλώθη, ἡ τοῦ τόξου θήκη, ὡς χωροῦσα τὸ ῥυτὸν, ὅ ἐστιν ἑλκυστὸν τόξον, ἵνα ᾖ χωρυτὸς, καὶ μεταλήψει τοῦ γάμμα γωρυτός. δῆλον δὲ ὡς προϋπόκειται, καθὰ τοῦ ῥύσαι τόξον τὸ ἐρύσαι· ὡς Ἀγαθίας· κραταιαὶ αὐτῷ ἐρύσαι τόξον αἱ χεῖρες· οὕτω καὶ τοῦ ῥυτοῦ τὸ ἐρυστόν· ὅθεν ἀφαιρέσει μὲν ῥυστὸν, ἀπελεύσει δὲ τοῦ ˉσ ῥυτόν· κατὰ τὸ, γνωστός, γνωτός· καὶ, γνωστὰ κοὐκ ἄγνωστα· καὶ ἐκβολῇ τοῦ ἡμιφώνου, γνωτὰ κοὐκ ἄγνωτα. οὕτω δὲ καὶ Νήριστον ὄρος κατὰ τὸ ἀμφήριστον, καὶ ἐκδρομῇ τοῦ σίγμα, Νήριτον. ὅτι δὲ θήκη καὶ, ὡς οἱ παλαιοί φασιν, ἔλυτρον τόξου ὁ γωρυτὸς, δηλοῖ οὐ μόνον τὸ, (ῃερς. 54.) ὅς οἱ περίκειτο, ἑρμηνευτικῶς ῥηθὲν ἀντὶ τοῦ πέριξ ἔκειτο καὶ περιεῖχεν ἐντὸς, ἀλλὰ καὶ τὸ, ἐκ δ' ᾕρεε τόξον ἄνακτος, ἤγουν ἐξῄρει καὶ ἐξέβαλλε γωρυτοῦ· ὃ καὶ ὅμοιόν ἐστι τῷ, ἐξείλετο ὀϊστὸν ἐν Ἰλιάδι· τουτέστι τῆς φαρέτρης ἐξήγαγε. ταυτὸν γάρ τι τὸ, ἐξῄρει τόξον γωρυτοῦ, καὶ ἐξείλετο φαρέτρης ὀϊστόν. καθεῖλε μὲν οὖν τόξον ἡ γυνὴ πασσαλόφιν αὐτῷ γωρυτῷ· ἐξελοῦσα δὲ τὸν μὲν γωρυτὸν, ὡς εἰκὸς, ἀφῆκεν ἐκεῖ, γυμνὸν δὲ τὸ τόξον τοῖς μνηστῆρσιν ἤγαγεν. ἅμα δέ φησιν αὐτῇ, (ῃερς. 61.) αἱ ἀμφίπολοι ἔφερον ὄγκιον, ἢ ὀγκίον παροξυτόνως. ὃ καὶ ἐφερμηνεύων φησίν· ἔνθα σίδηρος κεῖτο πολὺς καὶ χαλκὸς, (ῃερς. 62.) ἀέθλια τοῖο ἄνακτος, ἤγουν τοῦ βασιλέως Ὀδυσσέως· ὡς ἐν τῷ τοιούτῳ κεῖσθαι κατὰ περιοχὴν καὶ τοὺς δηλωθέντας πελέκεας. ἔστι δέ, φασιν, ὄγκιον ἀγγεῖον, ἐν ᾧ ἔκειντο ὄγκοι. λέγονται δέ, φασιν, ὄγκοι οἱ πώγωνες τῶν ἀκίδων, καθὰ δηλοῖ καὶ τὸ, ὡς οἶδε νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας. (ῃερς. 61.) ἔστι δέ, φασι, καὶ ἡ λέξις αὕτη τῶν ἅπαξ εἰρημένων παρὰ τῷ ποιητῇ· βουλόμενοι δὲ εἰπεῖν καὶ ὡς περιεκτικὴ λέξις ἐστὶ τὸ ὄγκιον, φράζουσιν ἄλλως γλαφυρώτερον, ὅτι συνακτικόν ἐστι τῶν ὄγκων ἀγγεῖον, ὡς κρεῖον τὸ κρεωδόχον ἀγγεῖον. τοῦτο δὲ ἀναγκάζοι ἂν ἴσως τὸ ὄγκιον καὶ κατὰ τὸ κρεῖον γράφεσθαι. τέως γε μὴν ὄγκιον ἡ θήκη, φασὶ, τῶν ἀκίδων· καὶ εἴρηταί, φασι, παρὰ τὸ ὀγκῶδες εἶναι. Ἰστέον δὲ ὡς εἰ καὶ ἐχρῆν προπερισπᾶσθαι τὴν λέξιν περιεκτικῷ τύπῳ κατὰ τὸ ᾠδεῖον καὶ τὸ μουσεῖον καὶ τὸ προσεχῶς ῥηθὲν κρεῖον, ἀλλ' ἡ τῶν ἀντιγράφων παράδοσις, μὴ ἔχουσα οὕτως, οὐχ' οἵα τέ ἐστι βίαν παθεῖν. ἐν μέντοι ῥητορικῷ λεξικῷ εὕρηται τὸ ὄγκιον καὶ τῇ αˉι διφθόγγῳ παραληγόμενον, γράφει γὰρ, 2.246 ὅτι ὄγκοι γωνίαι, καὶ ὄγκαιον ἀγγεῖον πλεκτὸν οἷον σπυρίς· ἐν ᾧ αἱ αἰκίδες τῶν βελῶν αἱ καὶ ὄγκοι, ὡς ἐν Ἰλιάδι. ὅθεν ἴσως, φησὶ, καὶ ὄγκος, ὁ κατὰ ἀλαζονείαν δηλαδὴ, ἐξ οὗ ἐγκύλλεσθαι τὸ καυχᾶσθαι. Ἰστέον δὲ ὅτι καὶ αὐτὸς ὁ ποιητὴς ἑρμηνεύων τὸ ὄγκιον οὐκ ἀρκεῖται εἰπὼν, ἔνθα σίδηρος ἔκειτο πολὺς καὶ χαλκός· ἀλλ' ἐπήγαγεν, ἀέθλια ἄνακτος, δηλῶν, ὅτι οὐχ' ἁπλῶς σιδήρου καὶ χαλκοῦ δοχεῖον τὸ ὄγκιον, ἀλλὰ καὶ τῶν χρησίμων τοῖς ἢ κατὰ μάχην ἢ ἄλλως ἀεθλεύουσιν. ἔνθα καὶ ὅρα τὸ, σίδηρος πολὺς καὶ χαλκὸς, ὡς μὴ ἐξ ἀνάγκης ἀεὶ τοῦ σιδήρου παρὰ τῷ ποιητῇ ἀντὶ τοῦ χαλκοῦ νοουμένου. ἰδοὺ γὰρ ἐν τῷ νῦν δηλωθέντι ὀγκίῳ καὶ σιδηρᾶ τινὰ ἔκειντο· ἔτι δὲ καὶ χαλκᾶ, χρήσιμα καὶ αὐτὰ εἰς ἀέθλια. ὅτι δὲ ὄγκος οὐ μόνον, ὡς εἴρηται, ἀκὶς καὶ ἀλαζονεία δὲ μεταφορικῶς, ἀλλὰ καὶ βάρος σταθμητικὸν, οὐκ ἔστιν ἀμφιβαλεῖν. ἔχει δὲ καὶ χρήσεις ἡ τοιαύτη λέξις. τὸ δὲ ἐξογκοῦσθαι καί τινα δηλοῖ ὄγκον εἶναι, σημαίνοντα διαπέτειαν καὶ ἄρσιν σωματικήν. ὅθεν ἴσως καὶ ὁ κατ' ἀλωζονείαν ὄγκος, ὁ φυσῶν καὶ ἐξαίρων τοὺς ἄφρονας. (ῃερς. 13.) Ὅτι παρεμπλέκων ὁ ποιητὴς καὶ ἐνταῦθα εὐμεθόδως ἱστορίαν, ἵνα τὸν λόγον ἀνεγείρῃ ἐκ τῆς μονοειδοῦς ὑπτιότητος, διηγεῖται περὶ τοῦ προσεχῶς ῥηθέντος τόξου, ὅθεν περιῆλθε τῷ Ὀδυσσεῖ, καὶ ἄρχεται τῆς ἱστορίας οὕτω· (ῃερς. 14.) τόξον καὶ φαρέτρη ἰοδόκος δῶρα, τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας Ἴφιτος Εὐρυτίδης, ἐπιείκελος ἀθανάτοισιν· ὃν δὴ στίχον καὶ ὑποκαταβὰς λέγει· τὼ δ'