ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν. (ῃερς. 17.) Ὀδυσσεὺς μὲν μετὰ χρεῖος, ἤγουν διὰ χρέος, ὅ περ αὐτῷ πᾶς δῆμος ὄφειλε. (ῃερς. 18.) μῆλα γὰρ ἐξ Ἰθάκης Μεσσήνιοι ἄνδρες ἄειραν, ληϊσάμενοι δηλαδὴ, νηυσὶ πολυκλήϊσι τριηκόσια ἠδὲ νομῆας. τῶν ἕνεκα ἐξεσίην πολλὴν ὁδὸν ἦλθεν Ὀδυσσεὺς, παιδνὸς ἐών. (ῃερς. 21.) πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντες. καὶ αὕτη μὲν ἡ αἰτία τοῦ ἐξ Ἰθάκης ὄντα τὸν Ὀδυσσέα ἐν Μεσσήνῃ εὑρεθῆναι. (ῃερς. 22.) Ἴφιτος δέ, φησιν,ἵππους διζήμενος, αἵ οἱ ὄλοντο, δώδεκα θήλειαι, ὑπὸ δ' ἡμίονοι ταλαεργοί. αἳ δή οἱ καὶ ἔπειτα φόνος καὶ μοῖρα γένοντο, ἐπειδὴ ∆ιὸς υἱὸν ἀφίκετο καρτερόθυμον φῶτα Ἡρακλῆα μεγάλων ἐπιΐστορα ἔργων. (ῃερς. 27.) ὅς μιν ξεῖνον ἐόντα κατέκτανεν ᾧ ἐνὶ οἴκῳ, σχέτλιος, οὐδὲ θεῶν ὄπιν ᾐδέσατο οὐδὲ τράπεζαν τὴν δὴ οἱ παρέθηκεν, ἔπειτα δὲ πέφνε καὶ αὐτόν· ἵππους δ' αὐτὸς ἔχε κρατερώνυχας ἐν μεγάροισι. (ῃερς. 31.) ταύτας τοίνυν, τὰς ῥηθείσας δηλαδὴ ἵππους, ἐρέων, τουτέστιν ἐρευνῶν, καὶ, ὡς ἀνωτέρω ἔφη, διζήμενος, ἐνταῦθα γὰρ μετὰ στίχους ὀκτὼ ἡ τῆς συντάξεως ἔστιν ἀπόδοσις, Ὀδυσῆϊ συνήντετο· δῶκε δὲ τόξον, ὃ πρὶν μὲν ἐφόρει μέγας Εὔρυτος· (ῃερς. 32.) αὐτὰρ ὁ παιδὶ κάλλιπεν ἀποθνήσκων ἐν δώμασιν ὑψηλοῖσι. τῷ δ' Ὀδυσσεὺς ξίφος ὀξὺ καὶ ἄλκιμον ἔγχος ἔδωκεν ἀρχὴν ξεινοσύνης προσκηδέος· (ῃερς. 35.) οὐδὲ τραπέζῃ, τῇ κατ' οἶκον, γνώτην ἀλλήλων· πρὶν γὰρ ∆ιὸς υἱὸς ἔπεφνεν, ὡς ἐῤῥέθη, τὸν Ἴφιτον, ὅς οἱ τόξον ἔδωκεν· ὃ, καθὰ προεῤῥέθη, οὔ ποτε Ὀδυσσεὺς ἐρχόμενος πόλεμόνδε ᾑρεῖτο, τουτέστιν ἐλάμβανεν· ἀλλ' αὐτοῦ μνῆμα ξείνοιο φίλοιο κέσκετο ἐνὶ μεγάροισι, (ῃερς. 41.) φόρει δέ μιν ἧς ἐπὶ γαίης. ὡς εἴ γε μὴ τοῦτ' ἦν, ἀλλ' ἐπὶ Τροίαν ἦγε καὶ αὐτὸ, οὐκ εἶχεν ἂν ἄρτι τοιοῦτον τόξον πιθανεύσασθαι, πάντων ἐν τῷ νόστῳ ἐκπεσὼν καὶ γυμνὸς αὐτὸς περισωθείς. καὶ οὕτω μὲν διεσάφησεν ὁ ποιητὴς, ὅπως ἐν Μεσσήνῃ συνήντησαν ὁ Ἰθακήσιός τε παιδνὸς Ὀδυσσεὺς καὶ ὁ Θετταλὸς Εὐρυτίδης Ἴφιτος, εἴ γε Θετταλὸς καθ' Ὅμηρον καὶ ὁ Εὔρυτος, ὡς δηλοῖ τὸ, οἱ δ' εἶχον Τρίκκην καὶ Ἰθώμην καὶ Οἰχαλίην πόλιν Εὐρύτου Οἰχαλιῆος, ὃς καὶ φονεύεται ἢ ὑπὸ Ἀπόλλωνος, ἐπεὶ προεκαλεῖτο ἐκεῖνον εἰς τοξείαν, ὡς ἐν τοῖς Φαίαξιν ἐδήλωσεν Ὀδυσσεύς· ἢ ὡς οἱ νεώτεροί φασιν, ὑπὸ Ἡρακλέος διὰ τὸν τῆς θυγατρὸς ἐκείνου Ἰόλης ἔρωτα, ὃν καὶ Σοφοκλῆς ἱστορεῖ. Τὰς δὲ ῥηθείσας ἵππους εἶχεν Ἡρακλῆς, οὐκ αὐτὸς ἢ ληϊσάμενος ἢ ὑφελόμενος, ἀλλ' ἑτέρωθεν κλέμμα λαβών. Αὐτόλυκος γάρ, φασιν, ὁ Ἑρμοῦ κλέψας τὰς Εὐρύτου ἵππους πέπρακε τῷ Ἡρακλεῖ. ὃς Εὔρυτος οὕτω φερωνύμως καλεῖται παρὰ τὸ εὖ ῥύειν, ὅ ἐστιν ἑλκύειν τὸ τόξον· ἄριστος γὰρ ἦν ἐν τοξόταις· ἐξ οὗ ῥύειν καὶ ὁ γωρυτὸς, ὡς ἐῤῥέθη, γίνεται. (ῃερς. 13.) Ὅρα δὲ κατὰ τὴν ῥηθεῖσαν ἱστορίαν, ὅτι ἀνέστρεψε καὶ αὐτὴν ὁ ποιητὴς οἰκείῳ ἔθει ἀκολουθῶν. ἦν γὰρ φύσει πρῶτον εἰπεῖν, διατί Ὀδυσσεύς τε ἐξ Ἰθάκης εἰς Μεσσήνην ἦλθε καὶ Εὔρυτος ἐκ Θετταλίας, καὶ οὕτω καθεξῆς προβῆναι. ὁ δὲ ἀναγκαίως προθεὶς ὡς ἐν λόγῳ προτάσεως τὸ δῶρον σχεῖν τὸν Ὀδυσσέα τὸ τόξον ἐκ τοῦ Ἰφίτου, εἶτα ὑποβάλλει τὰς ἀρχὰς, ἐπεμβαλὼν ἐκ περισσοῦ χάριν πολυμαθείας καὶ τὴν περὶ τῶν ἵππων ἱστορίαν καὶ τὴν τοῦ Ἡρακλέος ποιότητα καὶ ὑποθήκην περὶ ξενίας, ὡς μὴ δέον ὂν ἐξαθερίζειν αὐτὴν, καὶ ἀντίδοσιν αὖθις ξίφους τοῦ ἐξ 2.247 Ὀδυσσέως πρὸς τὸν Ἴφιτον· ἃ καὶ συμπεράνας ἐπιφέρει τὴν ἐξ ἀρχῆς πρότασιν τὸ, ὅς οἱ τόξον ἔδωκε, δεικνὺς, τοῦτο καὶ μόνον αὐτῷ πρὸ ἔργου εἶναι, τὸ εἰπεῖν ὡς τὸ ἀνὰ χεῖρας ἄρτι τόξον δῶρον ἦν τοῦ Ἰφίτου, τὰ δ' ἄλλα πάντα κατά τι πάρεργον ἐπεμβεβλῆσθαι. Τῶν δὲ τοῦ ῥηθέντος διηγήματος μερῶν τὸ μὲν δῶρα δῶκεν ἐτυμολογικῶς ἐφράσθη. Τὸ δὲ τυχήσας ἢ ἀντὶ τοῦ τυχὼν ἢ κατὰ τύχην, ἢ καὶ ἄλλως εὐτυχῶς συναντήσας κατά γε μόνον τὸ ἀλλήλους ἰδεῖν καὶ δῶρα δοῦναι καὶ ἀντιλαβεῖν. ἄλλως γὰρ οὐκ ἦν εὐτυχὲς τὸ μὴ καὶ τραπέζῃ γνῶναι ἀλλήλους οἰκειακῇ· εἰ δὲ καὶ ἐν ἀλλοτρίᾳ εἰκὸς ἦν καὶ συμφαγεῖν, οἷον ἐν τῷ τοῦ Ὀρτιλόχου οἴκῳ, ἔνθα ξύμβληντο ἀλλήλοις. Ἡ δὲ Μεσσήνη γράφεται μὲν, ὡς καὶ ἡ Σικελικὴ καὶ εἴ τις που ἄλλη, παρὰ πᾶσιν ἐν δυσὶ ˉςˉσ. λέγεται δὲ κατὰ μὲν τοὺς ἡρωϊκοὺς χρόνους Λακώνων εἶναι, κατὰ δὲ τοὺς