Ἡρακλείδας, ἤγουν μετὰ τὴν αὐτῶν κάθοδον, διχασθῆναι αὐτὴν τῆς Λακωνικῆς. τὸ δὲ δίπλασμα τοῦ σίγμα ἐν τῷ Μεσσήνῃ δηλοῖ καὶ τὸ ῥηθὲν Ὁμηρικὸν ἔπος· τὼ δ' ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν, ἤγουν συνήντησαν· ὃς δὴ στίχος καὶ ἐπαινεῖται ὡς ὁλοσπόνδειος καὶ τῷ στασίμῳ τοῦ μέτρου ἐξομοιούμενος τῇ στάσει τῶν συναντώντων ἀλλήλοις κατὰ φιλίαν, ὥς περ αὖ πάλιν ἐπαινετοὶ ἑτέρωθι κατ' ἄλλον τρόπον οἱ ὁλοδάκτυλοι, ὁποῖον καὶ τὸ, κεῖτο μέγας μεγαλωστὶ λελασμένος ἱπποσυνάων· ἔνθα ὅρα τὸ μεγαλωστὶ ὁμοιότητα συνθέσεως ἔχον οὐ μόνον πρὸς τὸ νεωστὶ, ἀλλὰ καὶ πρὸς τὸ δημιωστὶ καὶ ἱερωστὶ, ἐκ τοῦ δημίως καὶ ἱερῶς, ὡς παραδιδόασιν οἱ παλαιοί. Ὅτι δὲ τὸν ἐκ πέντε δακτύλων συγκείμενον στίχον καὶ ἕκτου σπονδείου ἢ τροχαίου πηδητικὸν μάλιστα γίνεσθαι οἴδασιν οἱ παλαιοὶ, ὁ τεχνικὸς παραδίδωσιν. ἔνθα σημειωτέον τὸ, μάλιστα δοκοῦν, πρὸς διαστολὴν ἑτέρου εἰρῆσθαι πηδητικοῦ ἔπους. εἴη δ' ἂν τοιοῦτον ὁ κατ' ἐνόπλιον ῥυθμὸν πεποδισμένος στίχος, οὗ μέμνηται καὶ ὁ κωμικὸς, ὁποῖος κατὰ τοὺς παλαιοὺς ὁ μετὰ δύο δακτύλους ἔχων σπονδεῖον κατὰ τὸ πάλιν καὶ πάλιν· οἷον, ὡς φάτο δακρυχέων, τοῦ δ' ἔκλυε πότνια μήτηρ. λέγοιτο δ' ἂν ἴσως κατ' ἐνόπλιον διὰ τὸ πρέπειν μὲν ῥυθμὸν τοιοῦτον καὶ τοῖς ἄλλως κινουμένοις μετὰ συντονίας, ἐπὶ πλέον δὲ τοῖς μεθ' ὅπλων σεμνῶς πηδῶσι καὶ κοῦφα πυῤῥιχίζουσι· (ῃερς. 17.) Χρέος δὲ ἐνταῦθα εἶπεν οὐ τὸ δανεισθὲν ἀλλὰ τὸ ἐξ ἁρπαγῆς, ἣν οἱ Μεσσήνιοι κατὰ Ἰθακησίων ἔπραξαν. (ῃερς. 20.) Ἐξεσία δὲ, ὡς καὶ ἐν Ἰλιάδι ἐν τοῖς περὶ Πριάμου, ἡ δημοσία πρεσβεία καὶ, ὡς εἰπεῖν, ἔκπεμψις, ὡς ἀπὸ τοῦ ἐξίημι, ἐξήσω, ὅθεν καὶ ἔξεσις παρ' Ἡροδότῳ ἡ ἀπόπεμψις. διὸ ὑποκαταβὰς ἔφη· πρὸ γὰρ ἧκε πατήρ. ὅθεν γὰρ τὸ προῆκεν, ἐκεῖθεν καὶ ἡ ἐξεσία. Τὸ δὲ, πολλὴν ὁδὸν ἦλθε, ταυτὸν ἴσως τῷ, πολλὴν κέλευθον. (ῃερς. 21.) Παιδνὸς δὲ, ὡς καὶ προεδηλώθη, ὁ παῖς παρὰ τὸ παίζειν, ὁμοίως τῷ ὀλοφυδνὸς καὶ ἀκιδνὸς καὶ τοῖς τοιούτοις. πολὺς δὲ ἔπαινος τοῦ Ὀδυσσέως τὸ ἐν παιδικῇ ἡλικίᾳ δι' ὑπερβολὴν συνέσεως πρέσβυν δημοσίᾳ πεμφθῆναι οὐ παρὰ μόνου πατρὸς, ἀλλὰ καὶ τῶν γερόντων. (ῃερς. 22.) Τὸ δὲ, ἵππους διζήμενος, ταυτόν ἐστι τῷ ἐρέων, τουτέστιν ἐρευνῶν, ὃ μετ' ὀλίγα ἔθηκεν ἐν τῷ, ταύτας ἐρέων Ὀδυσσεὺς συνήντετο. Τοῦ δὲ διζήμενος πρωτότυπον θέμα διζῶ διζήσω, ἐξ οὗ τὸ δίζημι, ὡς τοῦ αἰτῶ τὸ αἴτημι καὶ τοῦ φιλῶ τὸ φίλημι, ὅθεν τὸ, φίλατο δαίμων, καὶ τοῦ αἰνῶ τὸ αἴνημι, ὡς τὸ, οὔ μιν ἔγωγ' αἴνημι. οὕτω δὲ καὶ ἐκ τοῦ δειπνῶ καὶ ἀριστῶ, καθὰ καὶ ἀλλαχοῦ ἐδηλώθη, δείπνημι καὶ ἀρίστημι, ὡς δῆλον ἐκ τοῦ δεδείπναμεν καὶ δειπνάναι καὶ ἀρίσταμεν καὶ ἀριστάναι παρὰ Ἀθηναίῳ. Τὸ δὲ, γηράντεσσι τοκεῦσι, δηλωτικόν ἐστι τοῦ καὶ ἐκ τοῦ γηρῶ γενέσθαι τὸ γήρημι, οὗ μετοχὴ γηρὰς γηράντος. (ῃερς. 24.) Ἐν δὲ τῷ, φόνος καὶ μοῖρα γένοντο, μοῖραν φανερῶς τὴν θανάσιμον δηλοῖ. (ῃερς. 25.) Ἡρακλέος δὲ ἔπαινος οὐ μόνον τὸ ∆ιὸς υἱὸν δὶς λεχθῆναι, καθὰ καὶ Ἴφιτος ἐν δυσὶ τόποις ἐπιείκελος ἀθανάτοις ἐλέχθη, ἀλλὰ καὶ τὸ, καρτερόθυμον, καὶ τὸ, μεγάλων ἐπιΐστορα ἔργων, τουτέστιν ἐπιστήμονα, οὗ τὸ ἁπλοῦν ἐν Ἰλιάδι, οἷον, ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι· ἄλλως δέ γε εἰπεῖν, μεγάλων ἐπιΐστωρ ἔργων ὁ παρὰ τοῖς ὕστερον συνθέτως λεγόμενος μεγαλουργὸς, ὁποῖος καὶ ὁ Μακεδὼν Ἀλέξανδρος. (ῃερς. 27.) Ἰστέον δὲ καὶ ὅτι Ὅμηρος μὲν ἀσαφῶςφησὶν, ὡς κατέκτανεν Ἡρακλῆς καὶ πέφνε ξεῖνον ἐόντα τὸν Ἴφιτον· οἱ δὲ νεώτεροι ἀπὸ τείχους καταβληθῆναι αὐτὸν ὑφ' Ἡρακλέος φασίν. ὅπως δ' ἂν ἔχοι τὸ πρᾶγμα, ἥμαρτεν εἰς τὸν ξένιον ∆ία ὁ Ἡρακλῆς. διὸ καὶ τῇ Ὀμφάλῃ, φασὶν, ὕστερον ἐδουλώθη Λυδῇ γυναικί. Σημείωσαι δὲ καὶ ὅτι, εἴ περ τοῦ ἐνταῦθα ἱστορηθέντος φόνου τοῦ Ἰφίτου καθαρθῆναι ζητῶν ὁ Ἡρακλῆς κατά τινας τῶν παλαιῶν καὶ μὴ ὑπακουσθεὶς ὑπὸ τοῦ Πυλίου Νηλέως ἐπόρθησε τὴν Πυλὸν, πρεσβύτερος ἂν εἴη. τοῦ Νέστορος τοῦ 2.248 ἐν Γερήνοις τότε τρεφομένου, Ὀδυσσεὺς οὗτος ὁ ἤδη καὶ πρεσβεύειν, ὡς ἐῤῥέθη, δυνάμενος, καὶ διὰ τὸ ἱστορηθὲν χρέος ἐξεσίην πολλὴν ὁδὸν ἐλθών. ἀλλ' ἴσως οὐκ οἶδεν ὁ ποιητὴς οὔτε αἰτίαν ταύτην τοῦ ἁλῶναι τὴν Πύλον, οὔτε τὴν ἐν Γερήνοις ἀνατροφὴν τοῦ