περιφανῶς, ὑποσεμνύνας δὲ τὸ τραχύφωνον καὶ τῇ τοῦ ˉβ συνεκφωνήσει ὡς οἷον βομβοῦντος, ἔτι δὲ καὶ τῇ τοῦ δασέος ˉχ, ἃ δὴ τρία σύμφωνα καὶ τὸ βρυχᾶσθαι ἀποτελοῦσιν. (ῃερς. 47.) Ἰστέον δὲ ὅτι τὸ ἀνακόπτειν παρὰ τοῖς ὕστερον καὶ ἀντὶ τοῦ ἀνασειράζειν ἐπὶ ἵππων λέγεται, ὅμοιόν τι ὂν τῷ ἀναχαιτίζειν. ἐκεῖθεν δὲ τροπῆς γενομένης καὶ ὕδωρ ἀνακόπτεσθαι λέγεται. καὶ ἀταξίαν δέ τις ἀνακόπτει ὡς οἷα τινὸς ἵππου δυσηνίου ὁρμήν. Περὶ δὲ ὀχήων ἤτοι ὀχέων καὶ μοχλῶν ἡ Ἰλιὰς ἐδήλωσε. Τὸ δὲ, τάδ' ἀνέβραχε, μετεσχημάτισται ἀπὸ τοῦ θηλυκοῦ γένους τῶν θυρῶν, ὡς πρὸς τὰ ἐπαγόμενα καλὰ θύρετρα. (ῃερς. 49.) Τὸ δὲ, βοσκόμενος λειμῶνι, παρατετηρημένως ἔφη, ὡς τοῦ ταύρου τότε ὑπὸ τρυφῆς ἀναβράχοντος μάλιστα. (ῃερς. 50.) Τὸ δὲ πληγέντα κληΐδι, ὅμοιον ὡς εἰ καὶ ἀνακοπέντα εἶπε κατὰ τὸ ἀνέκοπτεν ὀχῆας. ἐπεὶ καὶ ταυτόν ἐστι κόπτειν καὶ πλήττειν. ἐκ δὲ τῶν ἀνωτέρω ῥηθέντων, ἤγουν τῆς κληῗδος, τῶν βαλάνων, τοῦ ἀνακόπτειν, τοῦ ἀνακρούειν, καὶ τῶν τοιούτων, λαβών τις 2.250 παλαιὸς ἐρωτικὴν προσφώνησιν ἐν ἐποποιΐᾳ ἐλάλησε πρὸς γυναῖκα, κομψῶς φράσας· ἣν ὁ βουλόμενος ἀναλεξάσθω εὑρών. (ῃερς. 68. σθθ.) Ὅτι τοῦ Τηλεμάχου εἰπόντος ἐν ἄλλοις, ὡς μητέρι μοι μνηστῆρες ἐπέχραον, ἐνταῦθα ἐπιεικέστερον ἡ Πηνελόπη λαλοῦσα ὀνειδίζει τοὺς μνηστῆρας· κέκλυτε, εἰποῦσα, μνηστῆρες ἀγήνορες, οἳ τόδε δῶμα ἐχράετ' ἐσθιέμεν καὶ πινέμεν ἐμμενὲς αἰεὶ, ἀνδρὸς ἀποιχομένοιο πολὺν χρόνον· οὐδέ τιν' ἄλλην μύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε, ἀλλ' ἐμὲ ἱέμενοι γῆμαι θέσθαι τε γυναῖκα· τὰ ἐκ παραλλήλου ταυτά· ἀλλ' ἄγετε μνηστῆρες, ἐπεὶ τόδε φαίνεται ἄεθλον, θήσω γὰρ μέγα τόξον Ὀδυσσῆος θείοιο, ὃς δὲ ῥηΐτατα ἐντανύσει βιὸν καὶ ἑξῆς πέντε στίχους, οὓς ἔφη νύκτωρ πρὸς τὸν ξεῖνον ἄνδρα, ἐν οἷς δηλοῦται ὡς τῷ διοϊστεύσαντι τῶν πελέκεων ἕψεται ἀφεῖσα τόδε δῶμα· οὗ, ὡς καὶ προεῤῥέθη, μεμνήσεται ἔν περ ὀνείρῳ. (ῃερς. 77.) Ἔνθα ὅρα, ὡς οὐδὲ ἡ γυνὴ κρίνει δίκαιον τὸν τοῦ Τηλεμάχου οἶκον αὐτῇ δοθῆναι καὶ ὅς τις ὀπύει καθά τινες τῶν μνηστήρων ἤθελον. ἔστι δὲ καὶ ἐν τοῖς ῥηθεῖσι τὸ ἐχράετε ἀντὶ τοῦ ἐβαρύσατε, ἐπιπεσόντες ἐβιάσασθε, ὡς ἐν τοῖς φθάσασιν ἀκριβέστερον εἴρηται. (ῃερς. 69.) Τὸ δὲ, ἐσθιέμεν καὶ πινέμεν αἰεὶ, βοσκηματώδεις καὶ βοροὺς καὶ ἀργοὺς τοὺς μνηστῆρας εἶναι σκώπτει. (ῃερς. 68.) Τὸ δὲ, τόδε δῶμα, ἢ ἀντὶ τοῦ κατὰ τόνδε τὸν οἶκον, ἢ τὰ ἐν τῷδε τῷ δώματι, ἵνα ἐκ τοῦ περιέχοντος δηλοῖ τὰ ἐν αὐτῷ. καὶ ἄλλως δὲ, ἀστείως ἔχει τὸ φάναι ἁπλούστερον τὴν γυναῖκα, ὡς οἱ μνηστῆρες αὐτὸ δὴ ὅλον τὸ δῶμα ἐσθίουσι, καὶ ἔχει τι καὶ βαρύτητος ὁ τοιοῦτος λόγος. (ῃερς. 69.) Τὸ δὲ ἐμμενὲς τὴν ὁλόψυχον καὶ ἀγήνορα βίαν δηλοῖ. Τὸ δὲ αἰεὶ ταυτὸν τῷ πολὺν χρόνον. (ῃερς. 71.) Ἐν δὲ τῷ, μύθου ἐπισχεσίην, οἱ παλαιοὶ μῦθον μὲν ἐνταῦθα ἰδίως τὴν στάσιν λέγουσιν. ἐπεὶ καὶ Ἀνακρέων τοὺς ἐν Σάμῳ θέλων εἰπεῖν στασιαστὰς, μυθηταὶ δ' ἐν νήσῳ, φησὶ, διέπουσιν ἱερὸν ἄστυ, ἀντὶ τοῦ στασιασταὶ ἐπίῤῥητοι, ἢ ἄλλως ἐν μύθοις καὶ μόνοις ἔχοντες τὸ σεμνὸν, ἢ καὶ ἀγορηταὶ βλαβεροί· ἐπισχεσίαν δὲ τὴν πρόφασιν, ἐπεί περ οἱ προφασιζόμενοι ἐπέχουσιν, ὅ ἐστι μένουσιν ἐννοούμενοι, τί ἂν εἴποιεν. ὅθεν διὰ τὸ οὕτως ἐπιμένειν καὶ μύνην τὴν τοιαύτην ἐπισχεσίην μετ' ὀλίγα ἐρεῖ ἐν τῷ, ἀλλ' ἄγε μὴ μύνῃσι παρέλκετε, ἤγουν προφάσεσιν, ἵνα ᾖ μύνη οἱονεί τις μονή. μονῆς γάρ τινος χρεία τοῖς προφασιζομένοις καὶ ἐπίσχουσιν ἤτοι ἐπέχουσιν· ἀφ' ἧς λέξεως καὶ οἱ ἐφεκτικοὶ σοφοὶ παρὰ τοῖς παλαιοῖς, ὅ ἐστι σκεπτικοί. ἐκ δέ γε τοῦ μονὴ γίνεται Αἰολικῶς μύνη κατά τε συνήθη βαρὺν τόνον καὶ τροπὴν τοῦ ˉο ὁμοίως τῷ, ὄνομα ὄνυμα, ἀσσότεροι ἀσσύτεροι, καὶ τοῖς ὁμοίοις. λέγει δέ, φασι, καὶ Ἀλκαῖος τὸ προφασίζεσθαι μύνεσθαι, οἷον, οὐδέ τι μυνάμενος ἄλλο νόημα. ἕτεροι δὲ μύνην φασὶ τὴν πρόφασιν παρὰ τὸ μύειν τὸ στόμα. καὶ ταῦτα μὲν χρήσιμα μετ' ὀλίγον. Ἐνταῦθα δὲ ῥητέον καὶ ὅτι τὸ χῶ μονοσύλλαβον ῥῆμα, ὃ δηλοῖ τὸ χωρῶ, ἐξ οὗ καὶ τὸ χαίνω καὶ τὰ ἀπ' αὐτοῦ, ὡς ἀλλαχοῦ κεῖται, ὧν ἐστι καὶ τὸ χανδὸν καὶ προχάνη ἡ πρόφασις· τὸ τοίνυν τοιοῦτον χῶ πλεονασμῷ τοῦ σίγμα σχῶ γίνεται, ἀφ' οὗ καὶ σχῆμα τὸ μαθηματικὸν, ὡς