χωρητικὸν ὂν τοῦ ἐμβαδοῦ, καὶ σχέσις· καὶ αὐτὴ δὲ ἡ Ὁμηρικὴ ἐπισχεσία. ὃ γὰρ ἐπίσχει τις, καὶ ἄλλως δὲ εἰπεῖν, ὅ περ ἴσχει καὶ κατέχει, χωρεῖται οἷον αὐτὸ παρ' ἐκείνῳ, ἐπεὶ οὐκ ἀφίεται, ὅτι δὲ ἐκ τοῦ χῶ καὶ ἡ χειὰ, προσλήψει δὲ συλλαβῆς καὶ ἡ χώρα, ἧς παράγωγον τὸ χωρίον, κεῖται καὶ αὐτὰ ἐν ἄλλοις. ὅτι δὲ τοῦ χῶ δοκεῖ παράγωγον εἶναι ἄῤῥητον καὶ τὸ χάζω, δῆλον ἔκ τε τῆς χάσμης καὶ ἐκ τοῦ χασμᾶσθαι, ὅ περ οὐκ ἐπὶ στομάτων μόνων λέγεται, ἀλλ' ἤδη τροπικῶς καὶ ἐπὶ θύρας ἠνεῳγμένης, ὡς δηλοῖ ὁ γράψας τὸ, τῆς θύρας χασμωμένης ἂν ἐπιλάβηται, πρῶτος εἰσῆλθε. καὶ τοιάδε μὲν καὶ ταῦτα. (ῃερς. 72.) Τὸ δὲ, ἀλλ' ἐμὲ ἱέμενοι γῆμαι, σχήματος ἔχει ἀλλαγήν. τὸ γὰρ ἀκόλουθον ἦν οὕτως· οὐ δέ τινα ἄλλην πρόφασιν ποιήσασθαι ἔσχετε, ἀλλὰ τὸ ἐμὲ ἵεσθαι γῆμαι. (ῃερς. 73.) Τὸ δὲ ἐπεὶ τόδε φαίνεται ἄεθλον, ἀντὶ τοῦ, ἐπειδὴ ὁ ἀγὼν ἐπ' ἐμοί ἐστι καὶ ἐπὶ τῷ ἐμὲ γῆμαι, καὶ ἐγὼ κεῖμαι προφανῶς τοῦ ἀγῶνος ἔπαθλον. ὃ μετ' ὀλίγα ὁ υἱὸς ἑρμηνεύων φησί· φαίνετ' ἄεθλον οἵη νῦν οὐκ ἔστι γυνὴ καὶ ἑξῆς. ἐνταῦθα δὲ, εἰ μὴ τὸ ἀλλ' ἄγετε νοηθείη ἀντὶ τοῦ, ἀλλὰ σπεύδετε, δοκεῖ ἔλλειψις εἶναι, ἵνα λέγῃ ὅτι ἀλλ' ἄγε πρὸς ἀγῶνα ἑτοιμάσασθε, ἤ τι τοιοῦτον. (ῃερς. 79.) Σημείωσαι δὲ ὅτι Ὁμήρου εἰπόντος τὸ, μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ, λαβὼν ἐκεῖθεν Εὐριπίδης ἀνάπαλιν ἔφη ἐν Κερκύονι ἐπὶ φίλου ἀμελοῦς, Ποσειδῶν δὲ ἦν ἐκεῖνος τὸ, πλήσας δὲ νηδὺν οὐδ' ὄναρ κατ' εὐφρόνην φίλοις ἔδειξεν αὐτόν. (ῃερς. 82.) Ὅτι Εὔμαιος καὶ Φιλοίτιος οἱ δοῦλοι τὸ δεσποτικὸν τόξον ἰδόντες τιθέμενον ὡς ἐπὶ ἀγῶνι κλαίουσιν, οἷα δεδιότες μή τις νικήσας τῶν μνηστήρων ἀποίσεται τὴν Πηνελόπην. 2.251 καὶ ἄλλως δὲ κλαίουσιν, ἀναμνησθέντες τοῦ δεσπότου διὰ μέσου τοῦ τόξου, καθὰ καὶ πρὸ αὑτῶν ἡ δέσποινα. (ῃερς. 85.) Ἀντίνοος δὲ ἐπισκώπτων φησί· νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες· τουτέστι τὸ παρὸν μόνον καὶ παραυτίκα σκοπούμενοι, πρόνοιαν δὲ τοῦ μέλλοντος μὴ τιθέμενοι. τοῦτο δὲ καὶ σκῶμμα ἐστὶ κατὰ ἀγροίκων ἀνδρῶν, καὶ ἀπειλὴν δέ τινα ἔχει κατὰ τῶν ῥηθέντων δούλων ὡς μὴ προσκεπτομένων ἃ πείσονται. (ῃερς. 86.) εἶτα εἰπὼν συνήθως, ἆ δειλοὶ, αἰτιᾶται, διότι δακρύοντες ἐρεθίζουσι καὶ τὴν γυναῖκα εἰς ὅμοια, πενθοῦσαν καὶ ἄλλως δὲ διὰ τὸν ἄνδρα. (ῃερς. 89.) εἶτα εἰπών· ἀλλ' ἀκέων δαίνυσθε καθήμενοι, ἠὲ θύραζε κλαίετον ἐξελθόντες, καταθέσθαι τε αὐτόθι τὰ τόξα κελεύει καὶ τὸν προκείμενον ἄεθλον ἀάατον λέγει. καὶ οἴεσθαι μέν, φησι, μὴ ἂν ῥᾳδίως τόδε τόξον ἐντανύεσθαι, καὶ ὁμολογεῖ τὴν τοῦ Ὀδυσσέως ἀρετὴν, εἰπών· (ῃερς. 93. σθθ.) οὐ γάρ τις μετὰ τοῖος ἀνὴρ ἐν τοῖσδεσι πᾶσιν, οἷος Ὀδυσσεὺς ἔσκεν· ἐγὼ δέ μιν αὐτὸς ὄπωπα· καὶ γὰρ μνήμων εἰμί· πάϊς δ' ἔτι νήπιος ἦα, ἤγουν ἤμην, ὅτε δηλαδὴ Ὀδυσσεὺς οὔ πω εἰς Τροίαν ἔπλευσε. καὶ οὕτω μὲν οἴεσθαι λέγει περὶ τῶν ἄλλων μνηστήρων εἰπὼν τοῦτο. τῷ δ' ἄρα, φησὶ, θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει νευρὴν ἐντανύσειν διοϊστεύσειν τε σιδήρου· ἐφ' οἷς Ὅμηρος ἀπαίσιον λόγον ἐκρήξας κατὰ τοῦ ἀλαζόνος φησὶ προαναφωνητικῶς· (ῃερς. 98.) ἤτοι ὀϊστοῦ γε πρῶτος γεύσεσθαι ἔμελλεν ἐκ χειρῶν Ὀδυσῆος ἀμύμονος, ὅν ποτ' ἀτίμα ἥμενος ἐν μεγάροις, ἐπὶ δ' ὤρνυε πάντας ἑταίρους, ἤγουν αὐτός τε ἠτίμαζε καὶ τοὺς ἄλλους ἠρέθιζε. λέγει δέ πως ὁ ποιητὴς, ὡς οὐκ ἐντανύσει μὲν ὁ Ἀντίνοος τὸ τόξον μόνος τῶν ἄλλων, καθὰ ἔολπε, γεύσεται δὲ πρῶτος ὀϊστοῦ, ὡς καὶ πρῶτος αἴτιος. πάνυ δὲ καιρίως κεῖται τὸ γεύσεται, καὶ οὐκ ἔστιν οὐδὲ ἑρμηνεῦσαι αὐτὸ κάλλιον. ὥρμηται δὲ ἐκ τοῦ, χειρῶν γεύσασθαι, ὃ φθάσας ἔφη ὁ Μελανθεὺς, πλὴν ὅσον ἐκεῖ μὲν χειρῶν γεύσεσθαι ἐῤῥέθη, ἐνταῦθα δὲ ὀϊστοῦ γεύσεσθαι ἐκ χειρῶν. ὁ δὲ ὀϊστὸς ἐκ τοῦ ὀΐω, τὸ κομίζω, γινόμενος εἰκότως διαλέλυται καὶ τρισυλλαβεῖ πρὸς διαστολὴν τοῦ ὀϊστοῦ, ἐξ οὗ σύνθετον τὸ ἀνύποιστον. καὶ ταῦτα μὲν τοιαῦτα. Ὅτι δὲ τὸ, ἐφημέρια φρονέοντες, ἤγουν μόνα τὰ σήμερον, ἔχει τι καὶ ἀπειλῆς, ὡς ἐῤῥέθη, δηλώσει ἐν τοῖς ἐφεξῆς ἅ περ ἀκούσει ἐκ τῶν μνηστήρων ὁ Εὔμαιος φέρων τὸ τόξον τῷ Ὀδυσσεῖ, ὅτι δηλαδὴ ἐὰν θεὸς αὐτοῖς ἱλήκοι τοῦ γάμου καταπραχθέντος, κύνες αὐτὸν ἔδονται. Ἔτι ἰστέον καὶ ὅτι εἰ καὶ τῷ Ἀντινόῳ μεμπτὸν δοκεῖ τὸ ἐφημέρια φρονεῖν, ἀλλ' ἡ