λιποίμην, οἷός τε ἤδη πατρὸς ἀέθλια κάλ' ἀνελέσθαι, ἤγουν οἷος ἀεθλεύειν κατὰ τὸν πατέρα. ἔφη ὁ παῖς. καὶ ἀπ' ὤμοιϊν χλαῖναν θέτο φοινικόεσσαν ὀρθὸς ἀναΐξας, (ῃερς. 119.) ἀπὸ δὲ ξίφος ὀξὺ θέτ' ὤμων· ἔφερε γὰρ καὶ ξίφος κατά τε ἔθος καὶ ἐπίτηδες διὰ τὸ μελετηθέν. δῆλον δ' ὅτι διὰ τὴν αὐτὴν αἰτίαν καὶ ἔγχος ἐγγὺς ἔχει, περὶ ὃ ἐν τῷ τέλει τῆς ῥαψῳδίας βάλλει τὴν χεῖρα. οὗ ἕνεκεν καὶ παρέῤῥιψε φθάσας ὁ ποιητὴς πρὸ ὀλίγων δύο στίχους, δηλοῦντας ὡς ἔγχος ἔχων ὁ Τηλέμαχος ἐξῆλθεν εἰς ἀγορὰν, ξίφους ἐκεῖ μὴ μνησθεὶς, ὅ περ ἐνταῦθα κεῖται. καὶ τέως οὕτω καὶ τὴν χλαῖναν καὶ τὸ ξίφος ὁ νέος ἀποθέμενος πρῶτον μὲν πελέκεας στῆσε, διὰ τάφρον ὀρύξας πᾶσι μίαν μακρὴν, καὶ ἐπὶ στάθμην ἴθυνεν· (ῃερς. 122. σθθ.) ἀμφὶ δὲ γαῖαν ἔναξε, στήσας δηλαδὴ κατὰ τὸ σιωπώμενον τοὺς πελέκεας. τάφος δ' ἕλε πάντας ἰδόντας, ὡς εὐκόσμως στῆσεν, οἷα δηλαδὴ θυμόσοφος καὶ αὐτομαθὴς τοῦ καλοῦ, ὧν δηλωτικὸν τὸ, πάρος δ' οὐ πώποτ' ὀπώπει. εἶτα στὰς ἐπ' οὐδὸν καὶ τόξου πειρητίζων τρὶς μέν μιν πελέμιξεν ἐρύσεσθαι μενεαίνων, τρὶς δὲ μεθῆκε βίης, ἐπιελπόμενος τό γε θυμῷ, νευρὴν ἐντανύσειν διοϊστεύσειν τε σιδήρου καὶ οὕτω καταπλήξειν μὲν τοὺς μνηστῆρας, ἐπιδείξειν δὲ τῷ πατρὶ ὡς ἀξιόμαχός ἐστι συναγωνίσασθαι. καὶ δὴ ἄν, φησιν, ἐτάνυσε βίῃ τὸ τέταρτον ἀνέλκων, (ῃερς. 129.) ἀλλ' Ὀδυσσεὺς ἀνένευε καὶ ἔσχεθεν ἱέμενόν περ, τὸ κρεῖττον αὐτὸς βουλευσάμενος καὶ τῷ σύν τε δύ' ἔρχεσθαι πρὸ ὃ τοῦ νοήσας τὸ δέον κατὰ τὴν ἐν Ἰλιάδι γνωμολογίαν. καὶ οὕτω φθόνον τε ἔπαυσε τὸν, ὡς ἐῤῥέθη, ἐμποδίσοντα ἴσως εἰς τὸ ἔργον, καὶ καταμαλαχθῆναι δὲ τὸ τόξον ἐκώλυσε, μὴ καὶ εὐχερῶς εἴξῃ τοῖς μνηστῆρσιν εἰς τανυσμόν. καὶ οὐδὲ ἀφῆκεν ἐκείνους ἐρεθιστικὸν ζῆλον ἀναλαβεῖν πλείω τοῦ δέοντος ἐπὶ ἑλκυσμῷ τοῦ τόξου. εἰκὸς γὰρ ἑλκύσαντος μὲν Τηλεμάχου βιάσασθαι καὶ ἐκείνους τὴν τανυστήν. ὁμολογήσαντος δὲ ἀδυνατεῖν ἀναπεσεῖν καὶ ἐκείνους ὡς μηδέν τι καινοπαθοῦντας. καὶ τοίνυν ὁ Τηλέμαχος τίθησι χαμᾶζε τὸ τόξον, κλίνας κολλητῇσιν εὐξέσταις σανίδεσσιν· αὐτοῦ δ' ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ, πρότερον εἰπών· (ῃερς. 131.) ὢ πόποι, ἦ καὶ ἔπειτα κακός τ' ἔσομαι καὶ ἄκικυς, ἠὲ νεώτερός εἰμι καὶ οὔ πω χερσὶ πέποιθα ἄνδρ' ἀπαμύνεσθαι, ὅτε τις πρότερος χαλεπήνῃ. ἃ δὴ νέῳ εἰπεῖν πρέπει ἀγαθῷ μὲν, δυστυχήσαντι δὲ κατὰ πρώτην ἀγῶνος πεῖραν. (ῃερς. 134.) ἐφ' οἷς καὶ τοὺς μνηστῆρας τεχνικῶς κολακεύων, ἀλλ' ἄγετέ, φησιν, οἵ περ ἐμεῖο προφερέστεροί ἐστε, τόξου πειρήσασθε καὶ ἐκτελέωμεν ἄεθλον, λόγος οὗτος ἔκ τινος ταπεινοτέρου ἀεθλευτοῦ πρὸς κρείττονας. (ῃερς. 103.) Σημείωσαι δὲ, ὅτι καὶ ἐνταῦθα ἐσχημάτισέ τινας τῶν τοῦ Τηλεμάχου λόγων ὁ ποιητής. αὐτίκα τὸ, μήτηρ μέν μοί φησιν ἄλλῳ ἕψεσθαι, ἔμφασιν ἔχει τοῦ μὴ ἂν οὕτω γενέσθαι· οὐ γὰρ εἶπεν, ὅτι ἕψεταί τινι, ἀλλ' αὐτὴ τοῦτο φησὶ, πινυτὴ μὲν οὖσα, οὐκ εἰδυῖα 2.253 δὲ δηλαδὴ τὸ πρᾶγμα· ἔτι καὶ τὸ, (ῃερς. 111.) μὴ δ' ἔτι τόξου δηρὸν ἀποτρωπᾶσθε τανυστύος, ἐσχημάτισται καὶ αὐτό· λέγει μὲν γὰρ φαινομένως, ὅτι πειράσασθε, εἰ τοξεύσετε, δηλοῖ δὲ ἄλλως τὸ ἐγγὺς γενέσθε τοῦ κατατοξεύεσθαι καὶ, ὡς εἰπεῖν, γεύσεσθε τοῦ τόξου· ἔτι δὲ καὶ τὸ, (ῃερς. 115.) οὐκ ἄν μοι ἀχνυμένῳ δώματα μήτηρ λείποι καὶ ἑξῆς, ἐπιδεξίως ὑπολαλεῖ αὐτὸ τοῦτο, ὡς οὐκ ἂν λυπηθείη αὐτὸς λιπούσης αὐτὸν τῆς μητρός· οὐ γὰρ ἂν λείποι ἀλλὰ παραμενεῖ τανυσθέντος εὐτυχῶς τοῦ τόξου. Ἰστέον δὲ ὅτι τὸ, οὐκ ἄν μοι ἀχνυμένῳ, γράφεται καὶ ἀχνυμένη, ἡ μήτηρ δηλαδή· καὶ εὐοδοῦται καὶ τοῦτο εἰς ὀρθὴν ἔννοιαν. (ῃερς. 122.) ἔτι πρὸς τοῖς ῥηθεῖσι καὶ τὸ, τάφος δ' ἕλε πάντας, τῇ ὁμωνυμίᾳ τοῦ κατὰ τὴν ἔκπληξιν τάφου τὸν νεκροδόχον ὡς ἐν αἰνίγματι ἀστείως παραλαλεῖ. (ῃερς. 135.) οὕτω δὲ καὶ τὸ, ἐκτελέωμεν ἄεθλον, δοκεῖ μὲν περὶ τῶν μνηστήρων λέγειν, ἰδιάζει δὲ τὸν νοῦν εἴς τε τὸν πατέρα καὶ ἑαυτόν. (ῃερς. 111.) Ὅρα δὲ τὸ ἄγε καὶ τὸ ἄγετε, τὸ μὲν ἑνικῶς, τὸ δὲ πληθυντικῶς ἐπὶ πλήθους ἄμφω κατὰ Ὁμηρικὴν συνήθειαν καὶ ἐνταῦθα λεχθέντα ἐν τῷ, ἀλλ' ἄγετε μνηστῆρες, καὶ, ἀλλ' ἄγε, μὴ παρέλκετε. Ἐν ᾧ καὶ σημείωσαι κειμένην οὐ πάνυ συνήθη τῷ ποιητῇ ἐπανάληψιν. εἰπὼν γὰρ, ἀλλ' ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετ'