τὰ μέλλοντα. καὶ ἄλλως δὲ θυοσκόος ὁ θύτης, ὁ τὰ θύη κέων ἀπὸ τοῦ κέω τοῦ γραφομένου διὰ τοῦ ˉε ψιλοῦ, ἐξ οὗ μετ' ὀλίγα καὶ τὸ, ἄγε δὴ πῦρ κεῖον ἐνὶ μεγάροισιν, ὅ ἐστι καῦσον, ἀπὸ τοῦ κέον πλεονασμῷ τοῦ ἰῶτα. καὶ ἄλλαι δὲ χρήσεις, ὡς καὶ προδεδήλωται, εἰσίν. ἐξ ὧν εὐλογεῖται καὶ ἡ διὰ τοῦ ˉε ψιλοῦ γραφὴ τοῦ κέω. ἔστι γὰρ, ὡς καὶ αὐτὸ προεῤῥέθη, κέω πρωτότυπον. ἐξ οὗ κατὰ συναίρεσιν κῶ, ἐκ δὲ τούτου τὸ καίω, ὡς γῶ γαίω, μῶ μαίω, καὶ ὅσα τοιαῦτα, ἵνα εἶεν δύο ῥήματα, κέω διὰ ψιλοῦ καὶ καίω διὰ διφθόγγου, ἐκεῖνο μὲν πρωτόθετον, τοῦτο δὲ ὕστερον ἐκ παραγωγῆς. ἐξ ἐκείνου δὲ τοῦ πρωτοτύπου κέω καὶ τὸ κειάμενοι πυρὰ πολλά. Παρὰ κρητῆρι δὲ ὁ θυοσκόος ἵζει, ὡς τῶν μνηστήρων, οἷα εἰκὸς, δεδιότων, καθά που καὶ ἐλάλησαν, μή τις λαθὼν κρητῆρι φάρμακον ἐμβάλῃ καὶ αὐτοὺς πάντας ὀλέσῃ. (ῃερς. 146.) Τὸ δὲ μυχοίτατος, ὃν μυχαίτατόν φησιν ἡ μεθ' Ὅμηρον Ἀτθὶς, ἔχει τι ῥητορικῆς ἀντιθέσεως πρὸς τὸ, Λειώδης δὲ πρῶτος ἀνίστατο. ἀντιθετικὸν γὰρ τὸ, πρῶτος ἀνίστατο ὁ ἵζων μυχοίτατος, ἤγουν ἐνδύτατος. γίνεται δὲ τὸ μυχαίτατος ἐκ τοῦ μυχὸς προσλήψει τοῦ ἰῶτα, ὡς ἀδιάφορον ὂν εἴτε μυχοίτατος εἴπῃ τις εἴτε μυχώτατος. καὶ ἔστιν ὅμοιον τῷ, πάρος παροίτατος, οὗ καὶ συγκριτικὸν ἐν Ἰλιάδι ἐστὶ, παροίτεροι ἵπποι, ὅ πέρ ἐστιν ἔμπροσθεν ὄντες, προτρέχοντες. Σημείωσαι δὲ ὅτι, καθὰ τὸ μυχοίτατοι τροπῇ τοῦ ˉο εἰς ἄλφα μυχαίτατος γίνεται Ἀττικῶς, οὕτω καὶ ἐκ τοῦ πρωῒ πρώϊος, οἷον, τὴν ἐνέδησα πρώϊον, παράγεται τὸ πρωϊαίτερος. οὕτω δὲ καὶ ἐκ τοῦ ἔργον ὁ προυργιαίτερος, πελονάσαντος αὐτόθι τοῦ ἰῶτα, ὡς ἐν τῷ, κάμινος καμιναῖος καμινιαῖος, καὶ μνᾶ μνααῖος λίθος καὶ κατὰ πλεονασμὸν μναϊαῖος παρὰ Ἀριστοτέλει. ἔστι δὲ καὶ φιλαίτερος καθ' ὁμοίαν ἀναλογίαν. πρὸς ἣν, ὡς ἐφάνη καὶ ἐν ἄλλοις, παρῆχθαι καὶ ὁ μεσαιπόλιος καὶ ὁ Πυλαιμένης καὶ τὸ τιθαιβώσσειν καὶ ὅσα τοιαῦτα. ὡς δὲ κατὰ τὰ ἄνω κείμενα λέγεται καὶ ὁ μεσαίτερος, καὶ ὅτι καὶ αὐτὸ καὶ τὰ κατ' αὐτὸ πρὸς ὁμοιότητα ἐστὶ τοῦ, πέρας περαίτερος, γῆρας γηραίτερος, καὶ τῶν ὁμοίων, οὐκ ἄδηλον ἐστίν. Ἰστέον δὲ καὶ ὡς οὐδέν τι καινὸν εὐτάκτως πρῶτον ἀναστῆναι τὸν μυχαίτατον διὰ τὸ ἐκεῖθεν εἶναι τὸ ἀκόλουθον τῆς ἀρχῆς. οὕτω γὰρ καὶ πρὸ τούτων Ἀντίκλεια εἶπε τῷ Ὀδυσσεῖ, ὡς πολλοὶ ποταμοὶ ἐν μέσῳ τοῖς ἐνταῦθα ἥκουσιν, Ὠκεανὸς μὲν πρῶτα· πρῶτον γὰρ λέγει τὸν Ὠκεανὸν ὡς πρὸς τὰ ἐκεῖθεν εἰς ἀνατολήν· τοῖς γάρ τοι ἐκ τῶν ἑῴων πρὸς τὰ ἑσπέρια ἥκουσι μυχοίτατός ἐστιν ὁ Ὠκεανός· οὐκοῦν τὸ μυχοίτατον δύναταί πως κατ' ἄλλον λόγον εἶναι καὶ πρῶτον ποτὲ τοῖς ἐκεῖθεν ἀρξαμένοις. (ῃερς. 151.) Τὸ δὲ, ἔκαμε χεῖρας, ἀτρίπτους ἁπαλὰς, ἀγυμνάστου ἀνδρὸς δήλωσις. διασαφητικὸν δὲ τοῦ, ἀτρίπτους, τὸ ἁπαλάς. τὸ γὰρ οὕτως ἄτριπτον καὶ ἁπαλὸν, εἴτε λόφος τραχήλου εἴτε ποδὸς πέλμα εἴτε χειρὸς θέναρ. (ῃερς. 152.) Τὸ δὲ, οὐ μὴν ἐγὼ τανύω, λαβέτω δὲ καὶ ἄλλος, ἀπέχρησέ ποτε εἰς χρείαν χαριεντιστικὴν ἢ καὶ ἄλλως εἰς παρῳδίαν, ὡς προπαρεσημάνθη, ἀνδρὶ παλαιῷ, πάνυ γέροντι, ὃς ἑταίρας παρακομισθείσης μὴ ἔχων χρήσασθαι διὰ τὴν τοῦ φυσικοῦ τόνου παράλυσιν ἐντεῦθεν λαβὼν εἶπεν· οὐ δύναμαι τανύσαι, λαβέτω δὲ καὶ ἄλλος. (ῃερς. 153.) Τὸ δὲ, κεκαδήσει ψυχῆς, ὅ ἐστι στερήσει, ἔστι μὲν ἀπρόσιτον ῥήτορι μὴ μετρικῷ. γίνεται δὲ οὕτως· ἔστι ῥῆμα χῶ πρωτότυπον ἄῤῥητον, ἐξ οὗ ῥητὸν παράγωγον χάζω, ὡς φρῶ φράζω, ῥῶ ῥάζω. ἐξ οὗ ἐφάνη γενέσθαι τό τε ῥάσατε καὶ τὸ ἐῤῥάδαται. τούτου τοῦ χάζω δεύτερος ἀόριστος Ἰωνικὸς χάδω, ὅθεν δεύτερος μέλλων χαδῶ. ἐξ οὗ ἀναγωγῆς γενομένης εἰς ἐνεστῶτα καὶ τροπῆς Ἰωνικῆς τοῦ ψιλοῦ εἰς δασὺ γίνεται τὸ καδῶ καδήσω, καὶ κατὰ ἀναδιπλασιασμὸν κεκαδήσω, ἵνα ᾖ κεκαδήσειν τὸ ἀναγκάσαι τινὰ χάσασθαι, τουτέστιν ὑποχωρῆσαι. οὕτως οὖν καὶ τόδε τὸ τόξον πολλοὺς ἀριστῆας κεκαδήσει, τουτέστι ποιήσει χάσασθαι τῆς ψυχῆς. (ῃερς. 159.) Ἐν δὲ τῷ, πειρήσηται καὶ ἴδηται, τὸ ἴδηται οὐ θέαν δηλοῖ ἀλλὰ νόησιν· ἐπειδὴ καὶ νοῦς ὁρᾷ καὶ νοῦς ἀκούει κατὰ τὸν εἰπόντα σοφόν. (ῃερς. 168.) Ὅτι σκῶμμα εἰς ἀκαιρολογίαν τὸ, ὦ δεῖνα, οἷόν σε ἔπος φύγεν ἕρκος ὀδόντων, δεινόν τ' ἀργαλέον τε; νεμεσσῶμαι δέ τ' ἀκούων εἰ δὴ τοῦτό γε λέγοις.