παλαιοῖς, οὕτω καὶ ἡ ῥηθεῖσα βύβλος διφορεῖται κατὰ τὸ δίχρονον, ἐῤῥέθη μὲν καὶ ἐν τοῖς τοῦ περιηγητοῦ, δηλοῖ δὲ αὐτὸ καὶ ὁ γράψας ἐν ῥητορικῷ λεξικῷ, ὅτι βύβλινον καὶ βίβλινον διχῶς. Ἐνταῦθα δὲ σημείωσαι ὅτι τε ἡ Βύβλος ἐπὶ πόλεως μὲν τῆς καὶ ἐν τῷ περιηγητῇ μόνως διὰ τοῦ ˉυ γράφεται, ἐπὶ δὲ φυτοῦ ὡς ἐπιπολὺ μὲν καὶ μάλιστα παρὰ τοῖς ἀρχαίοις ὁμοία ἡ γραφὴ, οἱ δὲ νεώτεροι τρέψαντες κατὰ τὸ δύφρος, δίφρος, μῦσος, μῖσος, μοῦσα, μοῖσα, τύπτουσα, τύπτοισα, καὶ ὅσα τοιαῦτα ∆ωρικὰ καὶ Αἰολικὰ, βίβλος διὰ τοῦ ἰῶτα φασί. καὶ τὸ πλέον ἐπὶ τῆς ὑποκειμένης βίβλου τοῖς γράμμασι. καὶ ὅτι εἰ κατὰ τὴν ἱστορίαν καὶ σχοινία ἐκ τῆς φυτικῆς βίβλου ἐπλέκοντο, ὡς καὶ ἐκ τῆς σχοίνου καὶ τῆς σπάρτου τῶν φυτῶν, ἔχει τι ἄρα ἡ βύβλος ἰνῶδες, ἐξ οὗ εἰκὸς γίνεσθαι σώματα συντελοῦντα εἰς γραφὰς, ἵνα ὥς περ ἀπὸ ἀρχεγόνου ἀφορμῆς τῆς κατὰ τὴν χελώνην χέλυς ὕστερον πᾶσα κιθάρα ἐκλήθη, ἐπειδὴ χελώνης ὄστρακον μέγα πήχεως περιθέσει καὶ χορδῶν ἐντανύσει λύραν ἀπήρτησεν, ἣν Ἑρμῆς Ἀπόλλωνι ἐχαρίσατο εἰς λύτρον, ἀνθ' ὧν ἔκλεψεν ἐκείνου βοῶν, οὕτω καὶ πᾶσαι γραφικαὶ βίβλοι ἔκ τινος ἀρχαίας χρήσεως τοὔνομα φέροιεν. ἐγίνοντο γάρ, φασιν, ἀπὸ βύβλων Αἰγυπτίων, ὡς οἷα παπύρων ὑδροχαρῶν, καθὰ οἱ τότε μεθώδευον, ὑποκείμενα τοῖς γραφεῦσι χαρτάρια· ὁποῖα ἴσως καὶ τὰ ὕστερον ἰδιωτικῶς λεγόμενα ξυλοχάρτια, ὧν ἡ τέχνη ἄρτι ἀπήλειπται. δόξοι δὲ ἂν καὶ τὸ τῆς δέλτου ὄνομα ἐκ τῶν κατ' Αἴγυπτον βύβλων ἐπιτεθῆναι ταῖς ἄρτι βίβλοις διὰ τὸ καθ' ἱστορίαν περιηγητικὴν Αἰγύπτιον δελτωτόν. ὡς δὲ ἡ βύβλος τὸ φυτὸν συνετέλει καὶ εἰς τὸ ὑποδεῖσθαι, ὁ βυβλινοπέδιλος δηλοῖ, οὗ χρῆσις παρὰ τοῖς παλαιοῖς. εἰς δὲ τὴν ἀντιμεταχώρησιν τοῦ ˉυ καὶ τοῦ ἰῶτα πρὸς ἄλληλα χρήσιμον καὶ τὸ στρυφνὸς ἐκ τοῦ στύφω παρὰ Ἡρῳδιανῷ. 2.265 καὶ μεταθέσει στιφρὸς, ὅθεν ἴσως καὶ ῥῆμα στιφρῶ· οἷον, ὅταν δὲ τέκωσιν αἱ σηπίαι, τὰ ὠὰ ὁ ἄῤῥην παρακολουθῶν καταφυσᾷ καὶ στιφρᾷ, ἵνα δηλαδὴ στρυφνωθέντα μὴ διαῤῥυῶσι τῇ ἄγαν ἁπαλότητι. (ῃερς. 395- 402.) Ὅτι Ὀδυσσεὺς μὲν τὸ τόξον πάντῃ ἀναστρωφῶν, ὅ περ οὐδεὶς τῶν πρὸ αὐτοῦ ἐποίησεν, ἐπειρᾶτο ἔνθα καὶ ἔνθα, μὴ κέρα ἶπες ἔδοιεν, ὡς ἂν ὑγιοῦς μὲν ὄντος τοῦ τόξου ἐγχειρήσῃ τῷ ἔργῳ, ἀχρειωθέντος δὲ μηχανήσηταί τι ἕτερον. μνηστήρων δέ τις ἐκεῖνον ἰδὼν οὕτω περιέργως τὸ τόξον στρέφοντα εἶπεν ἄν· ἦ τις θηητὴρ καὶ ἐπίκλοπος ἔπλετο τόξων, ἤ ῥά νύ που τοιαῦτα καὶ αὐτῷ οἴκοθι κεῖται, ἢ ὅ γ' ἐφορμᾶται ποιησέμεν· ὡς ἐνὶ χερσὶ νωμᾷ ἔνθα καὶ ἔνθα κακῶν ἔμπαιος ἀλήτης. περὶ οὗ καὶ προείρηται. ἔστι δὲ, ὡς ἐν ὀλιγίστῳ εἰπεῖν, ὁ νοῦς τοῖς οὕτω εἰποῦσι τοιόσδε, ὡς ἄρα θαυμαστικὸς τῶν τόξων ὁ ξένος καὶ κλέπτων εἰς νοῦν τὴν αὐτῶν ἐμφέρειαν, ἵνα ἢ ἐξεικάσῃ αὐτὰ οἷς ἔχει, ἢ ἵνα ποιήσῃ ὅμοια. καὶ οὕτω μὲν οὗτοι. ἄλλος δ' ἄν τις εἶπεν, αἲ γὰρ δὴ τοσοῦτον ὀνήσιος ἀντιάσειεν, ὃ περιφραστικῶς δηλοῖ τὸ ὄναιτο, ὡς οὗτος ποτὲ δυνήσεται ἐντανύσασθαι. καὶ ἔστι καὶ τοῦτο φήμη τις τῷ Ὀδυσσεῖ· τοσοῦτον γὰρ ὄναιτό, φησιν, ὅσον ἐντανύσαι δυνήσεται. πάνυ δὲ τανύσειν δυνήσεται· τοσοῦτον ἄρα καὶ ὀνήσεται. (ῃερς. 396.) Ὅρα δὲ τὸ τῶν ἠθοποιῶν κἀνταῦθα σύντομον, σύνηθες ὂν Ὁμήρῳ οὕτω γράφειν, ἔνθα πρόκειται τὸ, ὧδε δέ τις εἴπεσκεν. (ῃερς. 395.) Ἰστέον δὲ ὅτι θηρίδια οἱ ἶπες κέρασιν ἐμφυόμενα καὶ κατεσθίοντα παραπλήσια φασὶ κώνωψι. γίνεται δὲ παρὰ τὸ ἴπτειν, ὅ ἐστι φθείρειν. τινὲς δὲ ὑφὲν κεραῖπες γράφουσιν ἀντὶ τοῦ ἐν τοῖς κέρασιν ἶπες πρὸς διαστολὴν τῶν ἐν φυτοῖς. ἄλλοι δὲ κεραΐδες ὡς ἀπὸ τοῦ κεραΐζειν, ἵνα δηλοῖ τὰς τῶν τόξων φθαρτικάς. κεράτινον δὲ ἦν, φασὶν, ὡς φαίνεται, τὸ τόξον, οὐ μὴν κατὰ τὰ πάλαι Σκυθικὰ ξύλινον. Ἐκτείνεται δὲ ἡ ἄρχουσα τοῦ ἶπες, διὸ καὶ περισπᾶται. (ῃερς. 397.) Ὁ δὲ ἐπίκλοπος καὶ τὸν ἁπλῶς κλέπτην ἔστιν ὅτε δηλοῖ καὶ τὸν πανοῦργον δέ. (ῃερς. 399.) Τὸ δὲ, ἐφορμᾶται ποιήσειν, ὅμοιόν ἐστι τῷ ὁρμαίνει· ἀπὸ τοῦ ὁρμῶ γὰρ τὸ ὁρμαίνω γίνεται. (ῃερς. 400.) Τὸ δὲ, νωμᾶν ἔνθα καὶ ἔνθα, ταυτόν ἐστι τῷ ἀναστρωφᾶν, ὅ περ ἀνωτέρω αὐτοῦ κεῖται. πρὸς δὲ ὁμοιότητα τοῦ, χερσὶ νώμων, ἢ καὶ διαστολὴν, εἴρηται ἀλλαχοῦ τὸ, ἐν φρεσὶν ἐνώμα, ἤγουν διελογίζετο. (ῃερς. 406-