ῥητορικώτατα λαβὼν αὐτόθεν καταδίκης ἀφορμὴν, ἐξ ὧν ἐκεῖνος εἶπεν, ἵνα τοῖς οἰκείοις, ὅ φασι, πτεροῖς ἁλίσκοιτο, καὶ ἀναστρέψας πιθανολογικῶς, ὅ περ ἐκεῖνος εἶπε κατὰ εἰσβολὴν ἐλέου καὶ εἰς ἐκβολὴν αὐτὸ μεταποιήσας φησίν· εἰ μὲν δὴ μετὰ τοῖσι θυοσκόος εὔχεται εἶναι, πολλάκι που μέλλεις ἀρήμεναι, τουτέστιν εὔξασθαι, ἐν μεγάροισι, τηλοῦ ἐμοὶ νόστοιο τέλος γλυκεροῖο γενέσθαι, σοὶ δ' ἄλοχόν τε φίλην σπέσθαι καὶ τέκνα τεκέσθαι. οὐκ ἂν οὖν εἴης εὐεργέτης, οὐδ' ἂν ἀληθεύοις λέγων ὡς οὐδὲν ἐοργὼς κείσεαι. (ῃερς. 325.) τῷ οὐκ ἂν θάνατόν γε δυσηλεγέα φύγοισθα, τουτέστι δυσκοίμητον, ἵνα ᾖ ἀπὸ τοῦ λέγω τὸ κοιμῶμαι θάνατος δυσλεγὴς καὶ πλεονασμῷ τοῦ ˉη δυσηλεγὴς, ὡς καὶ ἐν ἄλλοις ἐῤῥέθη, ἢ καὶ ἄλλως δυσαλεγὴς, ὡς καὶ αὐτό που δεδήλωται. (ῃερς. 310.) Ἰστέον δὲ ὅτι 2.284 τὴν ἱκετείαν φράσαι διαφόρως ἐν τούτοις Ὅμηρος φιλοτιμησάμενος, λάβε γούνων, ἔφη, τουτέστιν ἐλά2.284 βετο, ἥψατο καὶ λισσόμενος προσηύδα· καὶ, γουνοῦμαί σε. (ῃερς. 315.) Ἐν δὲ τῷ, παύεσκον μνηστῆρας, ὃς τοιαῦτά γε ῥέζοι, ἐκ πληθυντικοῦ ὑπέβη συνήθως εἰς ἑνικόν. (ῃερς. 316.) Τὸ δὲ κακῶν ἀπὸ χεῖρας ἔχεσθαι οἱ μεθ' Ὅμηρον ἐλλειπτικῶς φράζουσιν· ἀρκεῖ γὰρ παρ' αὐτοῖς εἰπεῖν κακῶν ἀπέχεσθαι κατ' ἔλλειψιν τοῦ χεῖρας. (ῃερς. 322.) Τοῦ δὲ ἀρήμεναι ἀραίνω τὸ πρωτότυπον ἢ ἄρημι ἐκ τοῦ ἀρῶ, ὁποῖα καὶ ἄλλα δύχρηστα παρεσημειώθησαν. Ἰστέον δὲ ὅτι ἐκ τοῦ ἀρήμεναι οἱ παλαιοὶ ὡρμημένοι φασὶν, εἰ καὶ μὴ πάντῃ ἀκριβῶς, οὐ μάντιν ἀλλὰ ἱερέα εἶναι τὸν Λειώδη, ἐτυμολογούμενον ἀπὸ τοῦ τὰ θύη κέειν, ὡς καὶ προεσημειώθη, ὃ δὴ κέειν τοῦ διφθογγιζομένου καίειν θεματικῶς προϋπόκειται. διό, φασιν, οὐδὲ ἐμαντεύετο, ἀλλὰ ἠρᾶτο. ἔστι δὲ ἄλλως ἀσφάλτως νοῆσαι ἀμφότερα εἶναι τὸν Λειώδη, ἱερέα τε ἀρώμενον καὶ καταρώμενον, καὶ μάντιν δὲ, ὡς εἰκὸς, ἐφ' οἷς ἐχρῆν. (ῃερς. 324.) Τὸ δὲ σπέσθαι δευτέρου ἐστὶν ὅμοιον τῷ πτέσθαι παρὰ Σοφοκλεῖ καὶ τῷ σχέσθαι καὶ τοῖς τοιούτοις. Τὸ δὲ, ἄλοχον σπέσθαι καὶ τέκνα τεκέσθαι, παρισοῖ Ὀδυσσεὺς καλλωπίζων τὸν λόγον ὡς οἷα μηκέτι ἀγωνιῶν, ἀλλὰ ἱλαρυνόμενος ἐκ τῆς ἄρτι διὰ τὸ ἀνῦσαι τὸ ἐφετόν. ὅθεν καὶ ὁ ποιητὴς λείως ἐκ τῶν ἄρτι καταστρέφει τὰ τῆς μνηστηροφονίας. (ῃερς. 329.) Λειώδης μὲν γὰρ οὐ μαχόμενος ἀλλὰ γουνούμενος πύματος πίπτει. οὗ περ ἔτι φθεγγομένου κάρη κονίῃσιν ἐμίχθη, ἢ καὶ ἄλλως, φθεγγομένη κάρη κονίῃσιν ἐμίχθη, περὶ ὧν ἡ Ἰλιὰς δηλοῖ. Φήμιος δὲ γούνων ἁψάμενος σώζεται. Μέδων δὲ κρυπτόμενος ῥύεται, Τηλεμάχου μνησθέντος καὶ ὑπερλαλήσαντος. (ῃερς. 330-377.) Ὅτι φερωνύμως Τερπιάδης, τουτέστι Τερπίου υἱὸς, ὁ τερψίθυμος ἀοιδὸς Φήμιος, ἐπεὶ, καθὰ καὶ προϊστόρηται, ἤειδε παρὰ μνηστῆρσιν ἀνάγκῃ, ἐκφεύγει νῦν τὸ συμπεσεῖν τοῖς κακοῖς. ἔστη γάρ, φησιν, ἐν χείρεσσιν ἔχων φόρμιγγα λίγειαν, ἄγχι παρ' ὀρσοθύρην τὴν ἤδη ῥηθεῖσαν· ἧς ἐν στενωπῷ συσταλεὶς ἐλάνθανε. δίχα δὲ φρεσὶ μερμήριζεν, ἢ ἐκδὺς μεγάροιο ∆ιὸς ποτὶ βωμὸν ἑρκείου ἵζοιτο, ἔνθα πολλά ποτε Ὀδυσσεὺς ἔθυεν, ἢ γούνων λίσσοιτο προσαΐξας Ὀδυσῆα, ὃ καὶ ἔδοξεν αὐτῷ κέρδιον εἶναι. καὶ δὴ φόρμιγγα μὲν γλαφυρὴν κατέθηκε χαμᾶζε, αὐτὸς δὲ ποιήσας τὸ βουλευθὲν γουνοῦμαί σέ, φησιν, Ὀδυσσεῦ, καὶ ἑξῆς, ὡς ὁ Λειώδης εἶπεν, εἰ καὶ τὸ τραγικὸν παρῳδῆσαι, λόγος ὁ αὐτὸς ἔκ τε δοκοῦντος εὐεργέος τούτου καὶ ἐξ ἐκείνου τοῦ μὴ ἀληθῶς εὐεργέος ῥηθεὶς οὐ ταυτὸν σθένει. εἶτα ἐπιφέρει ὁ ἀοιδὸς καὶ ὅτι αὐτῷ τοι, ἤγουν αὐτῷ σοι τῷ Ὀδυσσεῖ, μετόπισθεν ἄχος ἔσσεται, εἴ κεν ἀοιδὸν πέφνῃς, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀείδω. αὐτοδίδακτος δ' εἰμί· θεὸς δέ μοι ἐν φρεσὶν οἴμας παντοίας ἐνέφυσεν. ἔοικα δέ τοι παραείδειν ὥς τε θεῷ, τῷ μή με λιλαίεο δειροτομήσειν. ἐφ' οἷς καὶ τὸν Τηλέμαχον προφέρων μάρτυρα φησὶν, ὡς καὶ ἐκεῖνος τάδε γ' εἴπῃ σὸς φίλος υἱὸς, ὡς ἐγὼ οὔτι ἑκὼν ἐς σὸν δόμον οὐδὲ χατίζων πωλεύμην μνηστῆρσιν ἀεισόμενος μετὰ δαῖτα, ἀλλὰ πολὺ πλέονες καὶ κρείσσονες ἦγον ἀνάγκῃ. οὕτως εἶπεν ὁ ἀοιδός. καὶ ὁ Τηλέμαχος αἶψα ἔφη τῷ πατρί· ἴσχεο μηδέ τι τοῦτον ἀναίτιον οὔτασε χαλκῷ, ταχύνας ὁ νεανίας τὸν λόγον, ὡς δηλοῖ τὸ αἶψα, μὴ φθάσῃ καταῤῥίψας τὸν ἀοιδὸν ὁ