πέριξ ἔθετο τῆς θόλου, ὑψόσε ἐπεντανύσας, μή τις ποσὶν οὖδας ἵκοιτο· δι' οὗ τὴν ἀπαιώρησιν τῶν δμωΐδων δηλοῖ. εἶτα τὴν καθεξῆς στοιχηδὸν ἐκείνων ἐπὶ τοῦ πείσματος ἀνάρτησιν καὶ τὸ, βρόχοις ἐνσχεθῆναι σαφῶς διαγράφων ποιεῖ παραβολὴν ταύτην· ὡς δ' ὅτ' ἂν ἢ κίχλαι τανυσίπτεροι ἠὲ πέλειαι ἕρκει ἐνιπλήξωσι, τουτέστι μηχανήματι ἀγρευτικῷ ἐγκρούσωσι, τό θ' ἑστήκει ἐνὶ θάμνῳ, αὖλιν ἐσιέμεναι, στυγερὸς δ' ὑπεδέξατο κοῖτος, ὣς αἵ γ' ἑξείης κεφαλὰς ἔχον, ἀμφὶ δὲ πάσαις δειρῇσι βρόχοι ἦσαν, 2.290 ὅπως οἴκτιστα θάνοιεν· ἤσπαιρον δὲ πόδεσσι μίνυνθά περ οὔ τι μάλα δήν. ἅπερ ταυτὸν δηλοῦσι. ταυτὸν γὰρ τὸ μίνυνθα, ἐξ οὗ μινυνθάδιος, καὶ τὸ, οὐ μάλα δήν. ὥς περ καὶ τὸ, εἵλεον ἐν στείνει, καὶ τὸ, ὅθεν οὔ πως ἦεν ἀλύξαι. στεῖνος γὰρ, ὅθεν δυσχερές ἐστιν ἀλύξαι. δῆλον δ' ἐκ τῶν ῥηθέντων ὅτι ἄλλο μὲν ἐκέλευσεν ὁ πατὴρ, ἄλλο δὲ πεποίηκεν ὁ υἱός. ἐπεὶ γὰρ καθαρὸς μὲν ὁ διὰ ξίφους ἐδόκει θάνατος, μιαρὸς δὲ ὁ ἀγχονιμαῖος, ὡς ἐν τῇ νεκύᾳ προδεδήλωται, ἔκρινε μὴ χρῆναι καθαρῷ θανάτῳ τὰς ἀκαθάρτους πεσεῖν, αἳ οὔτε αὐταὶ καθαραὶ ἦσαν οὔτε τοὺς δεσπότας καθαροὺς εἴων ὕβρεων. (ῃερς. 462.) Ἰστέον δὲ ὡς θάνατον καθαρὸν οἱ μὲν πλείους, ὡς ἐῤῥέθη, νοοῦσι· τινὲς δὲ καὶ τὸν ἁπλοῦν οὕτω λεχθῆναι φασί. Θόλος δέ, φασιν, οἴκημα κυκλοτερὲς, εἰς ὃ τὰ καθεκάστην χρήσιμα τῶν σκευῶν ἐτίθεντο, οἷον, πίνακες, κρατῆρες, ἐκπώματα. γίνεται δὲ ἀπὸ τοῦ θέειν ὅλον οἱονεὶ τὸ περιθεόμενον. Τούτου τοῦ θόλου μεταξὺ καὶ τοῦ τῆς αὐλῆς ἕρκους στεῖνος ὑπόκειταί τις, ὡς ἐῤῥέθη, περὶ ὃ αἱ φαῦλαι δουλίδες ἀναρτηθεῖσαι ὤλοντο. ἐν δὲ ῥητορικῷ λεξικῷ εὕρηται καὶ οὕτω· θόλοι, στέγαι, ἐπάλξεις, καμάραι. θολία δὲ θηλυκῶς πῖλος εἰς ὀξὺ ἀπολήγων· οἱ δὲ σκιάδιον. (ῃερς. 444.) Τὴν δὲ Ἀφροδίτην φυσικῶς κατὰ μετωνυμίαν εἰς μίξιν ἀλληγορῶν ἔφη, ἣν ὑπὸ μνηστῆρσιν ἔχον, ὅ περ αὖθις διασαφῶν ἐπάγει· μίσγοντό τε λάθρῃ. (ῃερς. 445.) Καὶ ὅρα τὸ λάθρῃ συντελοῦν εἰς τὸ, ψίθυρος Ἀφροδίτη, περὶ οὗ προγέγραπται. (ῃερς. 464.) Τὸ δὲ, μητέρι θ' ἡμετέρῃ, ἔχει τι ἀντιστροφῆς ὁμοίωμα ῥητορικοῦ σχήματος κατὰ τὸ ὁμόφωνον τοῦ τέλους τῶν λέξεων. (ῃερς. 468.) Κίχλαις δὲ καὶ πελείαις εἰκάζει τὰς ῥηθείσας δμωὰς, τὸ μὲν ἴσως διὰ τὸν κιχλισμὸν τῶν γελώτων οὓς ἐγέλων εὐφροσύνην ἀλλήλαις παρέχουσαι ὅτε καὶ ἡ τοῦ Ὀδυσσέως ὑλάκτει καρδία, τὸ δὲ διὰ τὸ κατωφερές· τοιαῦται γὰρ αἱ περιστεραὶ, ὧν τὸ πάντροφον διὰ τὸ ἀεὶ μίγνυσθαι. Ὅτι δὲ τὰς κίχλας κιχήλας τρισυλλάβως ἔλεγον οἱ ∆ωριεῖς καὶ ὡς ἐκ τῆς αὐτῶν φωνῆς κιχλίζειν καὶ κιχλισμὸς ἐπὶ γυναικείου γέλωτος, οὐκ ἄδηλόν ἐστι. χρῆσις δὲ κιχηλῶν οὐ μόνων παρὰ τῷ κωμικῷ, ἀλλὰ καὶ παρ' Ἐπιχάρμῳ ἐν τῷ, τὰς ἐλαιοφιλοφάγους κιχήλας· ὃ κεῖται παρὰ τῷ δειπνοσοφιστῇ. ὃς καὶ Συρακουσίων λέξιν τὰς κιχήλας λέγει, ὡς δηλαδὴ καὶ αὐτῶν δωριζόντων. ἐκεῖνος δὲ ἱστορεῖ καὶ ὅτι τὸ εἰς Ὅμηρον ἀναφερόμενον ἐπύλλιον αἱ ἐπικιχλίδες προσηγορίας τοιαύτης ἔτυχεν, ἐπεὶ Ὅμηρος ᾄδων αὐτὸ τοῖς παιδαρίοις κίχλας εἰς δῶρον ἐλάμβανε. κανονίζει δὲ ὁ αὐτὸς ῥήτωρ καὶ ὅτι Ἀττικοὶ κίχλην διὰ τοῦ ˉη λέγουσι, καὶ ὁ λόγος οὕτως ἔχει. τὰ γὰρ εἰς λˉα λήγοντα θηλυκὰ πρὸ τοῦ λάμβδα ἕτερον λάμβδα ἔχει, σκύλλα, κίλλα, κόλλα, βδέλλα, ἅμιλλα, ἄμαλλα, Τηλέσιλλα. τὰ δὲ εἰς λˉη οὐκέτι, ὁμίχλη, χύτλη, γενέθλη· οὕτω καὶ κίχλη, ἥ τε ὄρνις καὶ ὁ ἰχθῦς ποικιλόστικτος αὐτὸς ὥς περ ὁ κόσσυφος μελανόστικτος. ἀρέσκεται δὲ τῷ τοιούτῳ κανόνι καὶ Ἡρῳδιανός. ἐν τούτῳ δὲ τῷ τόπῳ λέγει ὁ Ἀθήναιος καὶ τὸ, κίχλαι τε καὶ λαγοὶ θαλάσσιοι, ὃ καὶ σημείωσαι διὰ τὴν κλίσιν τοῦ, λαγὸς λαγοῦ λαγοί. λέγει δ' ὁ αὐτὸς καὶ ὅτι, ὡς κίχλη διὰ τοῦ ˉη, οὕτω καὶ τρίγλη. τὰ γὰρ εἰς λˉα θηλυκὰ ἐπιπλοκὴν ἔχοντα τοῦ γάμμα εἰς ˉη λήγει, τρώγλη αἴγλη ζεύγλη. διδάσκει δὲ ἀκολούθως τῷ Ὀππιανῷ καὶ ὅτι ἡ τρίγλη τριγόνοις γοναῖς ἐπώνυμος οὖσα οἱονεὶ τρίγνη ἐστὶ, τρὶς τίκτουσα τοῦ ἔτους, τρίτον δέ, φασι, τεκοῦσα ἄγονός ἐστι. γίνεται γὰρ αὐτῇ, σκωλήκιά τινα κατὰ τὴν ὑστέραν, ἃ τὸν γόνον κατεσθίει. ὅτι δὲ ἐκ τοῦ τρίγνη γέγονε τρίγλη τροπῇ συνήθει τοῦ ˉν εἰς λάμβδα, πιστὸν γίνεται καὶ ἐκ τοῦ νεογινὸς νεογιλὸς, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, καὶ