γοργῶς αὐτὸ ἀφηγεῖται τὸ ἀναγκαῖον, ἤγουν τὸ μὲν τὸν Ὀδυσσέα ἐλθεῖν ἐν στίχῳ ἑνὶ, ἐν δὲ ἑτέρῳ τὸ τοὺς μνηστῆρας ὀλέσθαι, ὁ δὲ τρίτος ἐκ περισσοῦ μὲν, θυμικῶς δὲ κατάῤῥησιν τῶν μνηστήρων ἔχει διὰ τὸ κακῶς περὶ ἐκείνους διατεθεῖσθαι τὴν γραῦν. (ῃερς. 9.) Τὸ δὲ βιᾶσθαι πρωτότυπόν ἐστι τοῦ βιάζεσθαι. δῆλον δὲ ὡς οἱ μεθ' Ὅμηρον καὶ ἐπὶ γυναικείας πείρας τὴν λέξιν ἐτίθεντο. (ῃερς. 11.) Μάργη δὲ ἡ μαινομένη, καὶ μάργος ὁ τοιοῦτος, ὅθεν καὶ μαργαίνειν ῥῆμα καὶ λέμαργος καὶ γαστρίμαργος. (ῃερς. 12.) Τὸ δὲ, ὃς δύναται ἄφρονα ποιῆσαι καὶ ἑξῆς, θείαν γνωμικῶς δηλοῖ ἐνέργειαν, ὁποίαν τινὰ ἔχει καὶ Ἑρμῆς τοὺς μὲν ὑπνόωντας ἐγείρων, τοὺς δὲ καὶ ἀνάπαλιν διατιθέμενος. (ῃερς. 13.) Χαλίφρων δὲ καὶ χαλιφρονῶν ὁ τὰς φρένας παρῃωρημένος παρὰ τὸ χαλῶ, ἐξ οὗ καὶ τὸ καγχαλόω καὶ χάλιξ οἶνος ὁ χαλῶν καὶ ἀνιεὶς ἡμᾶς, καὶ ἀκροχάλιξ οἴνῳ ὁ μεθύων. καὶ Ἐπίχαρμος δέ, φασι, χαλικάζειν λέγει τὸ περὶ συνουσίαν ὑφ' ἡδονῆς ἀνίεσθαι καὶ ὑποστένειν. Σαοφροσύνη δὲ, τουτέστι σωφροσύνη, παρὰ μὲν τοῖς ὕστερον ἀρετὴ περὶ ἡδονὰς καὶ λύπας. Ὅμηρος δὲ σώαν φρόνησιν οἶδεν αὐτήν. διὸ καὶ ἐναντία τῇ χαλιφροσύνῃ ἐστὶν, ὥστε καὶ ὁ σαόφρων ἐναντίος τῷ χαλίφρονι, καθὰ καὶ ὁ περίφρων, ὡς τὸ, ἀλλὰ σαόφρων ἐστὶ, νεμεσσᾶται δ' ἐνὶ θυμῷ καὶ ἑξῆς. κεῖται δὲ καὶ μετ' ὀλίγα ἡ τοιαύτη σωφροσύνη ἐν τῷ, ἀλλὰ σαοφροσύνῃσι νοήματα πατρὸς ἔκευθε. Τὸ δὲ, σαοφροσύνης ἐπέβησαν, ὅμοιον τῷ, ἀναιδείης ἐπέβησαν, ὃ πρὸ ὀλίγου εἴρηται, καὶ τῷ, ὄφρα εὐφροσύνης ἐπιβῆτον, ὃ μετ' ὀλίγα κεῖται. (ῃερς. 14.) Τὸ δὲ παρέβλαψε κατὰ φρένας νοεῖται νῦν, ὅθεν ὁ βλαψίφρων σύγκειται. διὸ ἐπάγει· πρὶν δὲ φρένας αἰσίμη ἦσθα, κατὰ τὸ, γῆρας δ' ἐναίσιμον ἄνδρα τίθησιν. ἔστι δὲ αἰσίμη ἡ τηροῦσα τὸ αἴσιον ἤτοι καθῆκον καὶ δίκαιον, καὶ γίνεται ἐκ τοῦ αἴσιμος ὁμοίως τῷ, ἔρημος ἐρήμη, χρήσιμος χρησίμη, καὶ τοῖς τοιούτοις. (ῃερς. 15.) Τοῦ δὲ λωβεύειν πρωτότυπον τὸ λωβῶ, ἐξ οὗ καὶ ὁ λωβητήρ. λαμβάνεται δὲ ἡ λέξις ἐπί τε χλεύης καὶ ὕβρεως ὡς τὰ πολλὰ, καὶ ἐπὶ τῆς ἁπλῶς δὲ βλάβης, ὡς καὶ ἐν τῷ, οἷς ἐλωβᾶθ' οἱ ξένοι. παράγεται δὲ παρὰ τὸ ἐπὶ λαοῦ συμβαίνειν, ἵνα ᾖ λαόβη καὶ ἐν συναιρέσει λώβη. 2.294 καιρία δὲ ἡ λέξις καὶ δυσμετάληπτος. διὸ καὶ ἡ γραῦς τῇ αὐτῇ προϊοῦσα λέξει χρᾶται. Τὸ δὲ, παρὲξ ἐρέουσα, ἀντὶ τοῦ ἀγγέλλουσα ἔξω μὲν τοῦ ἀληθοῦς, ἐγγὺς δὲ τοῦ ἐφετοῦ, ἵνα καὶ ἐνταῦθα τὸ παρὲξ δηλοῖ τό τε ἐγγὺς τό τε ἐκτός. Ὅτι δὲ τὸ ἐρέουσα ἀντὶ τοῦ ἀγγέλλουσα κεῖται, δηλοῖ τὸ, εἰ γάρ τις ἄλλη ταῦτ' ἐλθοῦσα ἤγγειλεν. ὅτι δὲ τὸ εἴρειν καὶ ἀντὶ τοῦ ἀγγέλλειν λέγεται, πολλαχόθεν δῆλον. ἐξ οὗ καὶ Ἶρις ἡ τῶν θεῶν ἄγγελος, καὶ Ἶρος, ὃς ἀγγέλλεσκε κιὼν ἔνθα ἐστέλλετο. Ἡδέος δὲ ὕπνου δηλωτικὸντὸ, οὐ γάρ πω τοιόνδε κατέδραθον, ἐξ οὗ τόδε γέγονεν. ἰσχὺν δὲ βαθέος ὕπνου δηλοῖ τὸ, ὅς μ' ἐπέδησε φίλα βλέφαρ' ἀμφικαλύψας. Τὸ δὲ κατάβηθι ὡς πρὸς τὰ ὑπερῷα ἐῤῥέθη ἔνθα ἡ γραῦς ἀνεβήσατο. Τὸ δὲ, γυναικῶν αἵ μοι ἔασιν, ἀντὶ τοῦ δμωΐδων αἳ εἰσὶν ὑπ' ἐμοὶ ἢ ὑπὲρ ἐμοῦ· τοῦτο δὲ πρὸς διαστολὴν ἑτέρων γυναικῶν· ἄλλη μὲν γάρ τις ἐπελώβευσεν ἂν ἴσως, τῶν δὲ ἐμῶν οὐκ ἂν οὐδεμία. Τὸ δὲ, στυγερῶς ἀπέπεμψα, ἀντὶ τοῦ φρικτῶς, κρυερῶς, παρὰ τὴν πολλαχοῦ μυθευομένην Στύγα ψυχρὰν ἐν Ἅιδου πηγήν· ἀφ' ἧς τὸ, στυγέειν, ὡς τὸ, στυγέει δὲ καὶ ἄλλος· οὗ ὁ μέλλων στυγήσω· ἐξ ὧν τοῦ στυγέω μὲν τὸ στυγερὸν, τοῦ στυγήσω δὲ τὸ στυγητόν. (ῃερς. 26-57.) Ὅτι τῆς Πηνελόπης λωβεύεσθαι οἰομένης ἐφ' οἷς ἡ γραῦς περὶ τοῦ δεσπότου ἤγγειλε, φησὶν ἡ μαῖα· οὔ τί σε λωβεύω, τέκνον φίλον· ἀλλ' ἔτυμόν τοι ἦλθεν Ὀδυσσεὺς καὶ οἶκον ἱκάνεται, ὡς ἀγορεύω. εἶτα σαφέστερον τὸ πρᾶγμα φράζουσα ἐπάγει· ὁ ξεῖνος, τὸν πάντες ἀτίμων ἐν μεγάροισιν, ἵνα λέγῃ ὅτι ἐκεῖνος ἐστὶν Ὀδυσσεὺς ὁ χθιζὸς ἄτιμος ξένος. Τηλέμαχος δ' ἄρα, φησὶ, πάλαι ᾔδεεν αὐτὸν ἔνδον ἐόντα, ἀλλὰ σαοφροσύνῃσιν ἤτοι, ὡς προεδηλώθη, φρονήσεσι νοήματα πατρὸς ἔκευθεν, ὄφρ' ἀνδρῶν τίσαιτο βίας ὑπερηνορεόντων, ὃ δὴ ἐπὶ μυστηριασμῷ οἰκεῖον ἐστὶ λέγεσθαι. ὣς ἔφατο ἡ γραῦς· ἡ δὲ Πηνελόπη, οὔτε γὰρ ἐχρῆν ἀπραγμόνως οὕτω συγκαταθέσθαι τοῖς ὑπὲρ τοῦ Ὀδυσσέως οὔτ' αὖ πάλιν διαπαντὸς