ἀπιστεῖν τῇ περίφρονι μαίᾳ, ἐχάρη καὶ ἀπὸ λέκτροιο θοροῦσα γρηῒ περιπλέχθη, βλεφάρων δ' ἀπὸ δάκρυον ἧκε, καὶ, εἰ δ' ἄγε μοι, μαῖα φίλη, φησὶν, εἰ ἐτεὸν ἦλθεν, ὅπως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφῆκε μοῦνος ἐὼν, οἱ δ' αἰὲν ἀολλέες ἔνδον ἔμιμνον. τοῦτο δὴ τὸ ἐν τοῖς πρὸ τούτων καὶ ἀπορηθὲν Ὁμηρικῶς καὶ λυθέν. καὶ ἡ γραῦς μηδὲν εἰδυῖα τοῦ ἐρωτηθέντος τὸν τρόπον μὲν οὐκ εἰδέναι φησίν· οὔτε γὰρ ἰδεῖν οὔτε μαθεῖν· ἐκ τοῦ τέλους δὲ γνῶναι τὸ πραχθὲν ἀγαθόν. φησὶ γοῦν· οὐκ ἴδον, οὐ πυθόμην· ὅ περ ἔστι λέγεσθαι ἐφ' ὧν ἀγνοεῖ τις· ἀλλὰς στόνον οἶον ἄκουον κτεινομένων. ἡμεῖς δὲ μυχῷ θαλάμων ἐϋπήκτων ἥμεθα ἀτιζόμεναι, τουτέστι ταρασσόμεναι, ὃ πολλαχοῦ κεῖται, σανίδες δ' ἔχον τουτέστι θύραι εὖ ἀραρυῖαι, κατὰ δεσποτικὴν κέλευσιν. Τηλεμάχου δὲ καλέσαντος εὗρον ἔπειτα Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν ἑσταότα. οἱ δέ μιν ἀμφὶ κραταίπεδον οὖδας ἔχοντες κείατο ἐπ' ἀλλήλοισιν· ἰδοῦσά κε θυμὸν ἰάνθης, τουτέστιν εὐφράνθης ἂν κατὰ ψυχήν· ὃ καὶ ἡ γραῦς δηλαδὴ παθοῦσα ὀλολύζειν ἤθελεν, εἰ μὴ ἐκώλυσεν Ὀδυσσεύς. νῦν δέ, φησιν, οἱ μὲν πάντες ἐπ' αὐλείῃσι θύρῃσιν ἀθρόοι ὡς ἐπ' ἀλλήλοις κείμενοι· ὁ δὲ, ὡς καὶ προδεδήλωται, δῶμα θεειοῦται περικαλλὲς πῦρ μέγα κειάμενος, σὲ δέ με προέηκε καλέσσαι· ὅτε δηλαδὴ εἰπὼν Ὀδυσσεὺς μή πω τήνδ' ἐπέγειρε, ἐνέδωκεν αὐτῇ μετὰ τὸν φόνον τῶν δμωΐδων καλέσαι τὴν δέσποιναν. εἶτα καὶ προτρεπομένη ἀκολουθεῖν φησίν· ἀλλ' ἕπευ, ὄφρα σφῶϊν εὐφροσύνης ἐπιβῆτον ἀμφοτέρω φίλον ἦτορ, τουτέστιν, ἵνα ἄμφω κατὰ τὸ ἦτορ ὑμῶν εὐφροσύνης ἐπιβαίητε· ὃ περιφραστικῶς δηλοῖ τὸ, ἵνα χαρείητε, ἐπεὶ κακὰ πολλὰ πέποσθε, ἤγουν ἐπεὶ κακὰ πολλὰ πεπόνησθε. νῦν δ' ἤδη τόδε μακρὸν ἐέλδωρ ἐκτετέλεσται· ὅ περ ἐν ἐκπληρώσει ἐπιθυμίας οἰκεῖον λέγεσθαι· ἐφ' οἷς ἑρμηνεύουσα ἡ γραῦς τὸ μακρὸν ἐέλδωρ φησίν· ἦλθε μὲν αὐτὸς ζωὸς ἐφέστιος, εὗρε δὲ καὶ σὲ καὶ παῖδ' ἐν μεγάροισι· κακῶς δ' οἵ πέρ μιν ἔρεζον, πάντας ἐτίσατο. καὶ οὕτω τὴν δέσποιναν ἀποροῦσαν μὲν πείθει δ' ὅμως ἕπεσθαι. (ῃερς. 26.) Ὅρα δὲ καὶ νῦν τὸ, τέκνον φίλον, ῥηθὲν πρὸς τὴν δέσποιναν ὑπὸ γραὸς δούλης· ἐπεὶ καὶ ἐκείνη μαῖαν φίλην προσεῖπεν αὐτήν. (ῃερς. 27.) Τὸ δὲ, οἶκον ἱκάνεται, χρήσιμον μὲν εἰς τὸ, ἦλθεν ἐφέστιος· ταυτὸν γὰρ ὁ εἰς οἶκον ἐλθὼν καὶ ὁ ἐφέστιος· ἔχει δέ τι ψευδοπαρηχήσεως κατὰ τὸ, φίλησε δὲ φῦλον ἀοιδῶν. (ῃερς. 28.) Τὸ δὲ, ἀτίμων, ὡς τὸ ἐβόων· ἐξ οὗ καὶ ὁ ἐν Ἰλιάδι ἀτίμητος, ὡς καὶ προεδηλώθη. (ῃερς. 41.) Εὔπηκτοι δὲ θάλαμοι οἱ εὐπαγεῖς καὶ στερεοὶ κατὰ τὸ, εὐσταθέος μεγάροιο, ἢ τεχνικῶς ἐσκευασμένοι ἢ εὔκλειστοι. διὸ ἐπήγαγε, σανίδες δ' ἔχον εὖ ἀραρυῖαι. καὶ ἴσως ἐκ τούτου καὶ τὸ συγκλεῖσαι πακτῶσαι παρ' Ἀττικοῖς, ὡς καὶ Σοφοκλῆς δηλοῖ ἐν τῷ, καὶ δῶμα πάκτου, καὶ ὁ κωμικὸς ἐν τῷ, καὶ ἐπακτώσαμέν γε. (ῃερς. 46.) Κραταίπεδον δὲ τὸ στερεὸν 2.295 πέδον ὡς λιθόστρωτον, ἢ μᾶλλον, ὡς πεπιλημένον καὶ νεναγμένον. ἤδη γάρ που παρεσημειώθη μὴ εἶναι λιθόστρωτον, ὡς δοκεῖν παθεῖν τὴν ἐκπιλήσεως στεῤῥότητα διὰ τὸ ῥαίνεσθαι κατὰ τὸ, ῥάνατε δ' ὕδωρ. Ἰστέον δὲ ὅτι κατὰ τὴν τεχνικὴν παράδοσιν ἀναλογεῖ τῇ συνθέσει τοῦ κραταιπέδου καὶ τὸ, κραταίβιος, κραταίπιλος, κραταίτονος. (ῃερς. 47.) Τὸ δὲ, ἰδοῦσά κε θυμὸν ἰάνθης, ἐπιφωνηματικὸν καὶ αὐτό· καὶ ἔχει τι τόλμης, εἰ ἐφ' οὕτω δεινῷ πράγματι ἰανθήσεσθαί φησι τὴν περίφρονα. (ῃερς. 49.) Αὐλείας δὲ θύρας λέγει τὰς περὶ τὴν αἴθουσαν, ἤγουν τὰς ἔξω τοῦ προδόμου πρὸς αὐτῇ τῇ αὐλῇ· ὅθεν καὶ αὔλειαι πρὸς διαστολὴν τῶν ἐνδοτέρω θυρῶν. (ῃερς. 51.) Τὸ δὲ κειάμενος διὰ διφθόγγου ἔχει τὴν ἄρχουσαν ὡς ἀπὸ τοῦ κέω, οὐ τοῦ κοινῶς γραφομένου διὰ διφθόγγου, ἐξ οὗ τὸ καῦσαι καὶ τὸ κῆαι καὶ ὅσα τοιαῦτα, ἀλλ' ἐκ τοῦ ἑτέρου τοῦ διὰ τοῦ ˉε ψιλοῦ, περὶ οὗ ἱκανῶς προδεδήλωται. (ῃερς. 52.) Τὸ δὲ, εὐφροσύνης ἐπιβῆτον, ὅμοιον μὲν, ὡς ἐῤῥέθη, πρὸς τὸ, σαοφροσύνης ἐπέβησαν· ἐγγὺς δέ ἐστι τοῦ, εὐνῆς ἐπιβῆτον, σωφρόνως ῥηθέν. λέγει δὲ εὐφροσύνην συνήθως τὴν φιλόφρονα ἡδονήν. (ῃερς. 54.) Τὸ δὲ, νῦν δ' ἤδη τόδε μακρὸν ἐέλδωρ ἐκτετέλεσται καὶ ἑξῆς, χαρμόσυνον ἔργου ἢ ὁδοῦ τέλος φράζει· ἔστι δὲ περίφρασις τοῦ, τετέλεστο δὲ ἔργον. (ῃερς. 59-83.) Ὅτι