ἄριστοι. (ῃερς. 124.) Τὸ δὲ, ταῦτά γε λεῦσσε πάτερ φίλε, μεταλαβὼν Αἰσχύλος ἔφη τὸ, τάδε μὲν λεύσσεις φαίδιμ' Ἀχιλλεῦ, ὃ κεῖται παρὰ τῷ κωμικῷ. Τοῦ δὲ, ἀρίστην μῆτιν, ἑρμηνεία τὸ, οὐδέ κέ τίς σοι ἄλλος ἀνὴρ ἐρίσειεν, ἵνα εἴη ἀρίστη βουλὴ πρὸς ἣν οὐκ ἄν τις ἐρίσειε. (ῃερς. 125.) Τὸ δὲ, ἐπ' ἀνθρώπους, ἀντὶ τοῦ κατ' ἀνθρώπους· ἄλλως γὰρ ἐπ' ἀνθρώποις ὤφειλεν εἶναι. (ῃερς. 131.) Ἐν δὲ τῷ, ἀμφιέσασθε χιτῶνας, διὰ τῶν χιτώνων καὶ τὰ λοιπὰ εἵματα δηλοῖ. (ῃερς. 134.) Ἡ δὲ τοῦ Ὁμηρικοῦ θείου ἀοιδοῦ ἐνταῦθα ᾠδὴ ἐχρώζετο μὲν ὡς εἰκὸς τηνικαῦτα γαμηλίῳ νόμῳ. ἔστι δὲ κατὰ τὴν νεωτέραν χρῆσιν καί τις ἱλαρῳδία, εἰ καὶ τρόπον ἄλλον τὸ ἱλαρῳδεῖν τραγῳδοῖς ᾠκείωται. ὅτι δὲ ᾠδῆς πολλαὶ συνθέσεις καὶ διάφοροι, δηλοῖ καὶ Ἀθήναιος· οὐ γὰρ μόνον ῥαψῳδοὶ οἱ πολλαχοῦ δηλούμενοι, ἔτι δὲ καὶ τραγῳδοὶ ὧν δήλη καὶ ἡ τῆς κλήσεως ἐτυμότης καὶ ἡ τῆς τέχνης μεταχείρισις, ἀλλ' εἰσί τινες καὶ σημῳδοὶ διὰ τὸν Μάγνητα Σῆμον, ὃς μελῳδίαις βιβλιακαῖς ἐνδιέπρεψεν. ἔτι καλεῖτο δέ τις μελικὸς καὶ μαγῳδὸς, ἀνδρεῖα, φησὶ, καὶ γυναικεῖα πρόσωπα ὑποκρινόμενος. καί τις ἄλλος λυσιῳδὸς, ἐν ἀνδρείοις πρωσώποις γυναικεῖα φασὶν ὑποκρινάμενος. λέγει δὲ καὶ ὡς ἡ μὲν ἱλαρῳδία περὶ τὴν τραγῳδίαν ἦν σεμνὴ οὖσα, ἡ δὲ μαγῳδία περὶ τὴν κωμῳδίαν, κληθεῖσα φησὶν οὕτω παρὰ τὸ οἱονεὶ μαγικά τινα προφέρεσθαι καὶ φαρμάκων ἐμφανίζειν δυνάμεις. (ῃερς. 135.) Τοῦ δὲ, ἐκτὸς ἀκούων, ἑρμηνεία ἐστὶ τὸ, ἢ ἀν' ὁδὸν στείχων ἢ οἳ περιναιετάουσιν, ὅ περ καὶ ἐξαλλαγὴν ἐποίησε σχήματος· τὸ γὰρ ἁπλοῦν οὕτως· ἢ ἀν' ὁδὸν στείχων ἢ περιναιετάων ἄμφω δὲ περιπέφρασται· τὸ γὰρ ἀπερίφραστον ἦν, ἢ ὁδίτης ἢ γείτων. (ῃερς. 137.) Ἐν δὲ τῷ, κλέος εὐρὺ φόνου, κλέος φανερῶς τὴν φήμην λέγει, οὐ μὴν τὴν τιμήν. σαφηνίζων δὲ καὶ τὸ, κλέος εὐρὺ, ἐπάγει τὸ, κατὰ ἄστυ, πρὸς 2.300 διαφορὰν τῆς κατ' οἶκον· αὐτὴ γὰρ οὐκ εὐρὺ κλέος ἐστί. καὶ τὸ κατ' ἄστυ δὲ διαστολὴν φήμης δηλοῖ τῆς κατὰ χώραν ὅλην ἢ κατὰ χώρας· ἐκείνη γὰρ οὐ κατ' ἄστυ ἀλλ' ἐπὶ πλέον. Ἐνταῦθα δὲ σχῆμα ἐστὶ προαναφωνητικὸν τῶν ἐφεξῆς, ὅτι δηλαδὴ αὔριον οἱ ἀμφὶ τὸν Ὀδυσσέα κατὰ τὸν ἀγρὸν γενόμενοι φράσονται τὰ ποιητέα. (ῃερς. 147.) Ἐν δὲ τῷ, καλλιζώνων τε γυναικῶν, ἀπὸ κοινοῦ νοεῖται τὸ παιζουσῶν. (ῃερς. 143.) αὗται δὲ καὶ ὁπλισθῆναι ἐλέχθησαν οὐ πάντως ἀρεϊκῶς, ἀλλ' εἰς ἑτοιμασίαν, ὡς ἐῤῥέθη, χοροῦ καὶ ἀμύμονος ὀρχηθμοῦ, ὁποῖος ὁ ἐν γάμοις καὶ ὁ ἐν ἑορταῖς καὶ ὁ ἐνόπλιος. (ῃερς. 144.) Ὅρα δὲ ὅτι τε κἀνταῦθα, ὡς καὶ ἐν τοῖς κατὰ τὸν ∆ημόδοκον, πρὸς φόρμιγγα ἡ μολπὴ καὶ ἡ ὄρχησις, ὡς καὶ ἐν τῷ, οἱ δ' εἰς ὀρχηστὺν τρέψαντο καὶ ἱμερόεσσαν ἀοιδὴν, καὶ ὅτι καὶ γυναῖκες ἀψόγως ὠρχοῦντο ἐν καιρῷ. Ἰστέον δὲ καὶ ὅτι, ἐπεὶ τὸ ὀρχεῖσθαι οἱ παλαιοὶ ἔταττον καὶ ἐπὶ τοῦ κινεῖσθαι καὶ φέρονται εἰς τοῦτο καὶ χρήσεις, Ἴωνος μὲν τὸ, ἐκ τῶν ἀέλπτων μᾶλλον ὤρχησε φρένας, Ἀνακρέοντος δὲ τὸ, καλλίκομοι κοῦραι ∆ιὸς ὠρχήσαντ' ἐλαφρῶς, γίνοιτ' ἂν ὄρχησις ἐκ τοῦ ὀρέγω ὀρέξω ὤρεχα κατὰ συγκοπὴν, ὃ δὴ κίνησίν τινα δηλοῖ χειρῶν καὶ ποδῶν μυριαχοῦ. ὡς δὲ παρὰ τοῖς ὕστερον διάφορα εἴδη ὀρχήσεων εὕρηται, δῆλον ἐστίν· ἦν γοῦν καὶ τραγικὴ ὄρχησις ἡ καὶ ἐμμέλεια, καθ' ἣν Βάθυλλός, φασιν, Ἀλεξανδρεὺς νομίμως ὠρχήσατο, καὶ κωμικὴ δὲ, ἡ καὶ κόρδαξ καὶ σίκιννις, ἧς εὑρετὴς Σικιννός τις βάρβαρος ἢ Κρὴς, ἡ καὶ σατυρικὴ, ἐπεὶ καὶ οἱ Σάτυροι σικιννισταί. (ῃερς. 150.) Τὸ δὲ σχετλίη κἀνταῦθα ἐτυμολογῶν ὁ ποιητὴς ἐπήγαγε τὸ, οὐδ' ἔτλη τὸ τοῦ ἀνδρὸς φυλάσσειν δῶμα, δηλῶν ὅτι κυρίως σχέτλιος ὁ ὀφείλων σχέσθαι καὶ τλῆναι, ὅ ἐστιν ἐπιμεῖναι, ἵνα οὕτως ᾖ σχέτλιος ὁ μὴ τλὰς ἤτοι καρτερήσας. ἀσυνδέτως δὲ καὶ καθ' αὑτὸ εἴρηται τὸ σχετλίη εὐθείᾳ πτώσει κατὰ σχῆμα θυμοῦ ἢ θαύματος, ἵνα λέγῃ ἐλλειπτικῶς, ὅτι σχετλία ἐστὶν αὕτη· ἄλλως γὰρ κατὰ αἰτιατικὴν πτῶσιν ἐξενεχθῆναι ὤφειλεν, οἷον· ἔγημέ τις πολυμνήστην βασίλειαν σχετλίην. (ῃερς. 151.) Τοῦ δὲ, διαμπερὲς εἴρυσθαι, ἑρμηνεία τὸ, ἕως ἵκοιτο, ὡς χρεὼν ὂν φυλάττεσθαι διαμπερὲς τὸ τοῦ ἀνδρὸς δῶμα ἤγουν ἕως ἂν ἐπανέλθῃ ἐκεῖνος. ἔνθα καὶ ὅρα τὸ, ἕως ἵκοιτο, δηλοῦν ὡς ὑπῆν ἐλπὶς τοῖς ἐν Ἰθάκῃ νοστῆσαι τὸν Ὀδυσσέα, ὅθεν ἄδικοι τὸ τῶν μνηστήρων φῦλον μνώμενοι