λέξις κεῖσθαι δοκεῖ, ὡς δηλοῖ τὸ, ὑφήνασα μέγαν ἱστὸν, οὗ μέρος τὸ φᾶρος, εἰ μὴ ἄρα ταυτὸν ἐνταῦθα φᾶρος καὶ μέγας ἱστός. (ῃερς. 148.) Τὸ δὲ πλύνειν, ὃ νῦν ἐπὶ λινέου φάρους ἐῤῥέθη, γναφεύειν ἢ κναφεύειν ἐπὶ τῶν ἐριωδῶν λέγεται. Τὸ δὲ ῥηθὲν φᾶρος καὶ σπεῖρον ἐν τοῖς πρὸ τούτων ὠνόμασται. Ὅρα δὲ ὅτι καὶ νῦν ἐν τῷ τοῦ φάρους ἐπαίνῳ προηγεῖται ὁ πρὸς ἥλιον εἰκασμὸς τοῦ πρὸς τὴν σελήνην· ἠελίῳ γάρ φησιν ἐναλίγκιον ἠὲ σελήνῃ, καθ' ὁμοιότητα τοῦ, ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης. (ῃερς. 150.) Τὸ δὲ, ὅθι δώματα ναῖε συβώτης, παρῳδήθη ἐκ τοῦ, ὅθι δώματα ναῖε Θυέστης. (ῃερς. 161.) Τὸ δὲ ἐνίσσειν ὡς ταπολλὰ ἐνίπτειν λέγεται, ἐξ οὗ καὶ ἐνίψω μέλλων καὶ τὸ ἠνίπαπε καὶ ἡ ἐνιπή. Ὅρα δ' ἐνταῦθα καὶ ὅτι διχῶς τὸ ἐνίσσειν, λόγοις τε καὶ πληγαῖς, εἰ μὴ ἄρα ἐν τῷ βολῇσι προσυπακουστέον ἀνάλογον ῥῆμα, οἷον τὸ ἐβάλλομεν ἢ ἐπλήττομεν ἤ τι τοιοῦτον, ὁποῖα καὶ ἄλλα ποιεῖν εἴωθεν Ὅμηρος. (ῃερς. 162.) Τὸ δὲ, ἐτόλμα τετληότι θυμῷ, ταυτὸν τῷ ἐκαρτέρει καὶ ὑπέμενε. παρὰ δὲ τοῖς ὕστερον ἡ τόλμα εἶδός τι θαρσαλεότητος. (ῃερς. 167.) Ἡ δὲ πολυκερδείη ὁμοίως τῷ ἐλεγχείη καὶ ἐγχείη τὴν διὰ διφθόγγου ἔχει παραλήγουσαν ὡς ἀπὸ τοῦ κέρδεος. (ῃερς. 170.) Τὸ δὲ, οὐδέ τις ἡμῶν, ταυτόν ἐστι τῷ, ἡμῶν οὐδεὶς, ὃ ἀνωτέρω εἴρηται. (ῃερς. 184.) Ἐπιστοφάδην δὲ ὡς ἐν Ἰλιάδι καὶ πρὸ ὀλίγων τὸ ἐπιστρεπτικῶς, ἤγουν ὧδε καὶ ἐκεῖ, καὶ ὡς εἰπεῖν, κύκλωθεν ἢ πάντοθεν. (ῃερς. 187.) Ἐν δὲ τῷ, σώματα ἀκηδέα, σώματα μὲν τὰ νεκριμαῖα συνήθως φησὶν, ἀκηδέα δὲ τὰ ἀτημέλητα· πρὸς ὅ περ ὁμοιότητά τινα ἔχει καὶ τὰ δυσκηδέα, ἢ καὶ ἄλλως ἀκηδέα τὰ ἀκήδευτα. (ῃερς. 189.) Μέλανα δὲ βρότον λέγει ὡς εἴ περ εἶπε μέλαν αἷμα· βρότος γὰρ κυρίως ὁ ἐξ αἵματος μολυσμὸς, οὐχ' ἁπλῶς μέντοι αἵματος ἀλλὰ βροτέου, ὅ ἐστιν ἀνθρωπίνου· ὃς δὴ βρότος καὶ βαρύνεται πρὸς διαστολὴν τοῦ βροτὸς τοῦ κατ' ἄνθρωπον. οὕτω καὶ κακὸς μὲν τὸ ἐπίθετον ὀξυτόνως, Κάκος δὲ ἐν βαρυτονήσει λῃστὴς Λατῖνος, ὃν ἀνεῖλεν Ἡρακλῆς. πολλὰ δὲ τοιαῦτα καὶ ἕτερα. Ἐν δὲ τῷ, ἐξ ὠτειλέων, γενικώτερον εἴρηται ἡ ὠτειλὴ, τάς τε πόῤῥωθεν δηλοῦσα βολὰς καὶ τὰς ἐγγύθεν πληγάς. (ῃερς. 195.) Σημείωσαι δ' ἐν τούτοις καὶ τὸ, ὡς εὖ μέμνητ' Ὀδυσῆος· μετὰ γενικῆς γὰρ συντέτακται τὸ μέμνηται, οὐ μὴν κατὰ τὸ, μέμνημαι τάδε πάντα, ὃ ἀνωτέρω (ῃερς. 122.) κεῖται. (ῃερς. 197.) Ἐν δὲ τῷ, τεύξει ἐπιχθονίοισιν ἀοιδὴν, ἐπὶ ἀγαθοῦ νοητέον τὴν ἀοιδὴν, ὡς δηλοῖ ἐπαχθὲν τὸ χαρίεσσαν· δῆλον δὲ καὶ ἐκ τῶν ἐφεξῆς, ἐν οἷς ἐξ ἐναντίου ἔφη ὡς ἡ Κλυταιμνήστρα στυγερὴ ἀοιδὴ τοῖς μετὰ ταῦτα ἔσσεται, ὥστε καὶ τὸ ἐκ τούτων ὁ ἀοίδιμος μέση λέξις κυρίως ἐστίν. (ῃερς. 199.) Ὁ δὲ Τυνδάρεος εἰ καὶ παρὰ τοῖς ὕστερον ἐκτείνει τὴν λήγουσαν Ἀττικῶς, ἀλλὰ παρὰ τῷ ποιητῇ κοινῶς κλίνεται ὡς δηλοῖ τὸ, Τυνδαρέου κούρη. οὕτω καὶ ἐν Ἰλιάδι Πηνελέοιο φησὶν ἄνακτος, ὃν Πηνέλεων ἐν ἐκτάσει τῆς ληγούσης φασὶν οἱ Ἀττικοί. (ῃερς. 201.) Ἐν δὲ τῷ, χαλεπὴν φῆμιν ὄπασσε, φανερῶς ἡ φῆμις ἐστὶν Ἰωνικῶς καθὰ καὶ ἀλλαχοῦ· δακτύλου γὰρ νῦν ἐστὶ παραλήγουσα ἡ τῆς αἰτιατικῆς ταύτης λήγουσα. ταυτὸν δὲ πάντως ἐνταῦθα ἡ στυγερὴ ἀοιδὴ καὶ ἡ χαλεπὴ φῆμις, ὥς περ ἀνωτέρω ταυτά εἰσι τὸ, κλέος ἀρετῆς, καὶ τὸ, ἀοιδὴ χαρίεσσα. Τούτων δὲ οὕτω προεκτιθεμένων καὶ ἐγνωσμένων ἤγουν τοῦ ψυχοπομπὸν ἐνταῦθα τὸν Ἑρμῆν πεπλάσθαι, τῆς Λευκάδος πέτρας, τῆς νεκυίας καὶ τῶν περὶ αὐτὴν, χρὴ μνησθῆναι τοῦ λοιποῦ καὶ ὧν εἰς τὴν νεκυίαν ταύτην ἐπεχείρησαν οἱ παλαιοὶ, ἣν οἱ μὲν ἐκμοχλεύοντες τῆς ποιήσεως ταύτης, οἱ δὲ συνιστῶντες τοιαῦτα εἶπον· Τίς, φασι, χρεία τοῦ δευτέρου τῆς νεκυίας ἐπεισοδίου; ἡ λύσις, ὅτι αἴτιον ἡ τῆς ποιήσεως πολύφωνος ποικιλία, καὶ ὅτι καὶ ἕτερα παρὰ τῷ ποιητῇ πολλὰ κεῖνται ὁμοειδῆ· οἷον, μονομαχίαι κατὰ πρόκλησιν καὶ σφαγαὶ κατὰ τύχην ὅμοιαι καὶ προσώπων μεγαλαυχίαι ταυτότητα ἔχουσαι. Ἔτι πῶς, φασὶ, χθόνιόν τε καὶ ψυχοστόλον ἀσυνήθως καλεῖ τὸν Ἑρμῆν; ἡ λύσις, ὅτι συνῳδὰ ταῦτα τοῖς Ἰλιακοῖς, ἔνθα ἐριούνιον αὐτὸν 2.318 καλεῖ καθὰ καὶ ἐν τοῖς πρὸ τούτων· ὁ δὲ ἐριούνιος ἐκ τῆς ἔρας παραφωνεῖται. καὶ τὸν Ἡρακλῆν δὲ εἰς Ἅιδου Ἑρμείας πέμπει σὺν Ἀθηνᾷ, ὅτε τὸν