μηλῆν κατὰ τὴν συκῆν, καὶ ὅτι ὁ καρπὸς αὐτῶν τὰ μῆλα καὶ ἦλα λέγεται, ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα παρεσημάνθη. καὶ τοῦτο λέγειν ἱστορεῖται Σέλευκος ἐν γλώσσαις, παρ' ᾧ φέρεται καὶ ταῦτα· βράβηλα ἦλα κοκκύμηλα μάδρυα τὰ αὐτά ἐστι, μάδρυα μὲν λεγόμενα ὡς οἷον μαλόδρυα, βράβηλα δὲ κατὰ ἐτυμολογίαν φασὶ καὶ αὐτὸ ∆ημητρίου τοῦ Ἰξίονος ὡς εὐκοίλια καὶ τὴν βορὰν ἐκβάλλοντα, ἦλα δὲ ὡς οἷον μῆλα. Καὶ ὅρα ἐν τούτοις τὸ μαλόδρυα, ἤγουν ∆ωρικῶς μηλόδρυα, πρὸς ὁμοιότητα τοῦ ἀκρόδρυα. ἔτι ἐκ τῆς μηλέας καὶ Μηλίδες 2.326 αἱ κατὰ ∆ωριεῖς Μαλίδες νύμφαι, αἳ καὶ τετρασυλλάβως Μαλιάδες κατὰ τὸ, φίττα Μαλιάδες, φίττα Ῥοιαὶ, φίττα Μελίαι, ἐν οἷς νυμφῶν μέν εἰσιν ὀνόματα τὰ θηλυκὰ, τὸ δὲ φίττα ἐπίῤῥημα τάχους δηλωτικὸν, καθὰ καὶ παρὰ Θεοκρίτῳ τὸ σίττα. (ῃερς. 341.) Τὸ δὲ συκέας πρωτότυπόν ἐστι τοῦ συκᾶς εἰπεῖν κατὰ συναίρεσιν. ἔστι δὲ ὥς περ ἀμυγδαλέα ἀμυγδαλῆ κτητικῶς, φασὶ, παρὰ τὸν καρπὸν ὄντος τοῦ χαρακτῆρος, οὕτω καὶ συκέα συκῆ διὰ τὸν κατ' αὐτὰς καρπὸν τὰ σῦκα. οὕτω δέ φασι καὶ ῥοδῆ περισπωμένως παρ' Ἀρχιλόχῳ· παρ' ᾧ κεῖται καὶ τὸ, ῥοδῆς καλὸν ἄνθος. ὡς δὲ συκέα μηλέα, οὕτω φασὶ καὶ μορέα ἡ τὰ εἰρημένα ἐν ἄλλοις μόρα φέρουσα· οὐ συναιρεῖται μέντοι κατὰ τὴν συκέαν ἡ μορέα, ὥς περ οὐδὲ ἡ μηλέα. Ἰστέον δὲ καὶ ὅτι τῶν ἰσχάδων κοινῶς καὶ συνήθως ἐπιλεγομένων τοῖς ξηροῖς τῶν σύκων, ὡς ἀπὸ τοῦ ἰσχνάνθαι, οἱ παλαιοὶ τὴν λέξιν καὶ ἐπὶ ἐλαιῶν τιθέασι, φάμενοι ὅτι τὰς, ὡς ἀλλαχοῦ ἐγράφη, δρυπεπεῖς καὶ γεργιρίμους ἐλάας καὶ ἰσχάδας οἱ παλαιοὶ ἔλεγον, ὡς οἷα σεμνύνοντες αὐτὰς ὀνόματι γλυκερῷ. αἱ δὲ τοιαῦται καὶ τῶν βοτρύων παρέλκουσί τι· τριβεῖσαι γάρ, φασιν, ἐλαῖαι στέμφυλα παρ' Ἀθηναίοις ἐκαλοῦντο, εἴτουν βρύτεα. γέγονε δέ, φασιν, ἡ φωνὴ αὕτη παρὰ τοὺς βότρυς τῶν σταφυλῶν, ὧν εἰσὶ τὰ τοιαῦτα ἐκπιέσματα. εἰ δὲ ἡ συκέα, ὥς περ τὰ σῦκα οὕτω καὶ τὸ συκοφαντεῖν παράγει τὸ χείριστον καὶ φυτὸν καὶ κάρπιμον, ἔτι δὲ καὶ τὸ συκάζειν ἤγουν ἐπηριαστικῶς πιέζειν ἢ τοὺς ὑπευθύνους κατὰ τὸν κωμικὸν ἡ ἑτεροίους τινάς· καὶ παροιμίαν δὲ γεννᾷ τὴν, ὁμοιότερος σύκου, ἐπὶ τῶν πάντῃ παρεοικότων κατ' ὄψιν. φύει δὲ καὶ τὸ, συκίνη ἐπικουρία, ἐπὶ τῶν ἀχρείων βοηθεῖν. παιδεύει δὲ καὶ διὰ τοῦ ἐρινεασμοῦ, ὡς ἔστι καὶ ἐκ τῶν σμικροτάτων καλόν τι καρποῦσθαι· καθὰ καὶ τῇ συκῇ τὸν γόνον οἱ ἀμυδροὶ ψῆνες περιποιοῦνται, παγιοῦντες τὸν καρπὸν ὡς μὴ καταῤῥέειν. καὶ ὅτι τῷ ζωϊκῷ ἥπατι καὶ μάλιστα τῷ τῶν σιάλων ἐκεῖθεν ἐπῆλθε τὸ συκωτὸν κατὰ παλαιὰν καὶ τέχνην καὶ ἱστορίαν. καὶ ὅτι ἀγλευκεῖ πάθει τῷ κατὰ τοὺς ὀφθαλμοὺς τὸ σύκωμα ἐπισκώπτεται διὰ τὸ κατὰ τοὺς τοιούτους ὑπέρυθρον. καὶ ὅτι τῶν σύκων ὅσα τὸ πέπον ψεύδονται, φήληκες λέγεται, ὅ πέρ ἐστιν ἀπατεῶνες καρποὶ, οὐκ ἂν εἴη καίριον εἰς πλέον περιλαλῆσαι. ὡς δὲ πολλὰ εἴδη σύκων, δηλοῦσιν οἱ παλαιοί· ἐν οἷς καὶ αἱμώνια τὰ ἐν τῇ νήσῳ Πάρῳ, κληθέντα οὕτω διὰ τὸ ἐρυθρῶδες. Φιλήμων δέ, φασι, βασίλεια οἶδε σῦκα, ἐξ ὧν αἱ βασιλίδες ἰσχάδες, προσιστορῶν καὶ ὅτι κόλυθρα καλεῖται τὰ πέπονα σῦκα. ἦν δέ τις καὶ γλυκυσίδη, ὡς καὶ αὐτὸ Ἀθήναιος λέγει, σύκῳ τὴν μορφὴν μάλιστα ἐοικυῖα, ἣν ἐφυλάσσοντο γυναῖκες ἐσθίειν διὰ τὸ ποιεῖν ματαϊσμούς. ἦσαν δὲ καὶ χειμερινὰ κωδωναῖα ὑπὸ Ἀχαιῶν καλούμενα. ἡγεμὼν δέ, φησι, καθαρείου βίου ἀνθρώποις ἡ συκῆ· διὸ Ἀθήνῃσιν ὁ τόπος, ἐν ᾧ πρῶτον εὑρέθη, ἱερὰ συκῆ ἐκλήθη, καὶ ὁ καρπὸς αὐτῆς ἡγητρίας διὰ τὸ προευρεθῆναι τῆς ἡμέρου τροφῆς. φέρεται δέ, φησι, μῦθος Συκέαν τινὰ Τιτᾶνα διωκόμενον ὑπὸ ∆ιὸς τὴν μητέρα Γῆν ὑποδέξασθαι καὶ ἀνεῖναι τὸ φυτὸν εἰς διατριβὴν τῷ παιδί· ἀφ' οὗ καὶ Συκέα πόλις ἐν Κιλικίᾳ. ἕτερος δὲ μῦθος λέγει Ὄξυλον Ἁμαδρύαδι τῇ ἀδελφῇ μιγέντα γεννῆσαι Καρύαν, Βάλανον, Κράνιον, Αἴγειρον, Ἄμπελον, Συκῆν· ἐξ ὧν τὰ παρώνυμα δένδρα. ὅθεν Ἱππώναξ ἔφητὸ, συκῆν μέλαιναν ἀμπέλου κασιγνήτην· εὕρημα δέ, φασι, ∆ιονύσου ἡ συκῆ· διὸ καὶ συκίτης ∆ιόνυσος ἐν Λάκωσιν. ἐν δὲ Νάξῳ τὸ μὲν τοῦ Βακχέως ∆ιονύσου πρόσωπον ἀμπέλινον ἦν, τὸ δὲ τοῦ Μειλιχίου σύκινον, καὶ τὰ σῦκα μείλιχα ἐκαλοῦντο. πάντων δέ, φησι, τῶν ξυλίνων καρπῶν