δὲ νεῖκος ὁμοιΐου ἤγουν χαλεποῦ πολέμου, τοῦ ἐν Ἰλιάδι πολλαχοῦ ῥηθέντος, μή πώς τοι θεὸς κεχολώσεται. ὁ δὲ πείθεται Ἀθηνᾷ τῇ παρ' αὐτῷ φρονήσει, χαῖρε δὲ θυμῷ, ὅτι δηλαδὴ νικῶν, εἶτα καὶ ἐνηὴς εἶναι φανεῖται ὡς φειδόμενος τῶν πολιτῶν. καὶ ὅρκια κατόπισθεν ἤγουν εἰς τὸ μέλλον ἡ τοιαύτη Ἀθηνᾶ τίθησι Μέντορι εἰδομένη· ἔοικε γὰρ ὁ Ἰθακήσιος Μέντωρ παρὼν μεσολαβῆσαι τοῖς ὅρκοις καὶ σπεῦσαι τὰ εἰρηνικά. (ῃερς. 546.) καὶ ἐστὶ ταυτὸν ὅρκια θεῖναι καὶ ὅρκια πιστὰ ταμεῖν, τουτέστι θῦσαι ὡς ἡ Ἰλιὰς ἀριδήλως διασαφεῖ. Σημείωσαι δὲ ὅτι καθά που τῷ ∆ιομήδει ἐν Ἰλιάδι ἐπισυνέβη, οὕτω καὶ νῦν Ὀδυσσεὺς τοῖς Ἰθακησίοις διωκομένοις ἐπιτρέχων ἐπέχεται κατενεχθέντι κεραυνῷ. καὶ οὕτω τὸ τῆς περιπετείας δύσλυτον τῷ τοῦ Ὀδυσσέως 2.334 φόβῳ λύεται. Ἔτι σημείωσαι καὶ ὅτι ὥς περ τῶν πολλῶν ἐν Ἰλιάδι συμπτωμάτων μῆνις αἰτία ἡ τοῦ Ἀχιλλέως, οὕτω καὶ τὴν Ὀδύσσειαν μῆνις ἡ κατὰ τὸν Ποσειδῶνα συνίστησι· καὶ ἔτι ὥς περ τὴν Ἰλιάδα συνθεσίαι τινὲς καταπαύουσιν αἱ τοῦ Πριάμου πρὸς Ἀχιλλέα, οὕτω κἀνταῦθα εἰς εἰρηνικὰς ἀπιδόντες Ὀδυσσεύς τε καὶ οἱ Ἰθακήσιοι περατοῦσι τὴν ποίησιν, πλὴν ὅσον ἐκεῖ μὲν ὀλιγοήμεροι αἱ τοιαῦται σπονδαὶ, ἐνταῦθα δὲ διηνεκεῖς. Τέλος τῷ Θεῷ δόξα καὶ τιμή.