Iambi ad Seleucum

 ὄψεσιν τέχνης μέρος. ἄλλοι δ', ἐκείνων ἔθνος ἀθλιώτερον, τῶν ἀρρένων τὴν δόξαν ἐξορχούμενοι, μελῶν λυγισμοῖς συγκατακλῶντες φύσιν ἄνδρες γυναῖκες, ἄρρ

 παλαίστρᾳ ποικίλοις συγγράμμασιν, αὐταῖς ἐνάθλει ταῖς θεοπνεύστοις γραφαῖς διττῶν διαθηκῶν συλλέγων πλοῦτον μέγαν, τῆς μὲν παλαιᾶς, τῆς δέ γε καινῆς ἀ

 Ἀγγαῖόν τε καὶ Ζαχαρίαν διώνυμόν τε ἄγγελον Μαλαχίαν. μεθ' οὓς προφήτας μάνθανε τοὺς τέσσαρας, παρρησιαστὴν τὸν μέγαν Ἠσαίαν Ἱερεμίαν τε συμπαθῆ, καὶ

ὄψεσιν τέχνης μέρος. ἄλλοι δ', ἐκείνων ἔθνος ἀθλιώτερον, τῶν ἀρρένων τὴν δόξαν ἐξορχούμενοι, μελῶν λυγισμοῖς συγκατακλῶντες φύσιν ἄνδρες γυναῖκες, ἄρρενες θηλυδρίαι. οὐκ ἄνδρες, οὐ γυναῖκες ἀψευδεῖ λόγῳ. τὸ μὲν γὰρ οὐ μένουσι, τὸ δ' οὐκ ἔφθασαν. ὃ μὲν γάρ εἰσιν, οὐ μένουσι τῷ τρόπῳ, ὃ δ' αὖ κακῶς θέλουσιν, οὔκ εἰσιν φύσει, ἀσωτίας αἴνιγμα καὶ γρῖφος παθῶν, ἄνδρες γυναιξὶ καὶ γυναῖκες ἀνδράσιν. τί δ' ἂν λέγοι τις ᾀσμάτων αἰσχρῶν νόσους μέλη τε θηλύνοντα καρδίας τόνον, αὐλούς, χορείας πορνικῶν βακχευμάτων, οἷς καὶ γέρας νέμουσιν οἱ τρισάθλιοι; ταῦτ' οὖν ἐπαίνων καὶ θέας καὶ τέρψεως ἢ δακρύων τε καὶ στεναγμῶν ἄξια; γέλως τυραννεῖ καὶ φύσις μοιχεύεται καὶ ποικίλη φλὸξ ἡδονῶν ἐξάπτεται. καὶ κτίζεται θέατρα τῆς ἀτιμίας, ὡς μηδὲ λάθρα τὰς νόσους ἀσχημονεῖν, ἀλλ' ἆθλα κεῖσθαι τῶν κακῶν μαθημάτων. σὺ δὲ βδελύττου ταῦτα, μὴ χράνῃς κόρας, φεύγων ἁπάσας ὀμμάτων διαφθοράς, ὡς ἂν φυλάττοις τὰς κόρας μοι παρθένους.

Πλέον δὲ φεῦγε τὰς μιαιφόνους θέας τῶν γαστριμάργων, ὧν θεὸς ἡ κοιλία. δοῦλοι γὰρ ὄντες γαστρὸς αἰσχίστης νόσου ὑπηρετοῦσι τοῖς κακοῖς προστάγμασιν. ἡ δ' ὡς πικρὰ δέσποινα τῶν λοιπῶν μελῶν ἔνδον κάθηται θηρσὶ πωλοῦσα μέλη, λάβρως κατεσθίουσα τὰ τιμήματα, γαστὴρ ἄσωτος θηρίων εἰς γαστέρας τυραννικῶς ὠθοῦσα συγγενῆ μέλη. τούτων κάθηνται τῶν παθῶν ἀγνώμονες ἄνδρες θεαταί. κἂν μὲν ἄνθρωπος φύγῃ θῆρας, στένουσιν ὡς πλέον τῶν θηρίων παιχθέντες αὐτοὶ καὶ μάτην καθήμενοι. ἀνδρὸς δ' ἁλόντος καὶ στενὸν μυκωμένου πικρὸν βοῶντος καὶ κόνιν ἀμωμένου πάσης θεατῶν ὄψεως οἶκτος ἅπας ἐδραπέτευσε καὶ σὺν ἡδονῇ κρότος μέγιστος, ἢν ἴδωσιν αἱμάτων ῥοάς. χαίρουσι γὰρ βλέποντες, ἃ θρηνεῖν ἔδει, καὶ θηρίοις νέμουσιν εὐνοίας ῥοπὴν καὶ τοῖς ἑλοῦσιν ἐγκελεύονται πλέον θήγοντες ὀργὰς ὥσπερ ἐμφορούμενοι καὶ σάρκας ἀνδρῶν θηρσὶ συμμασσώμενοι. χ' οἱ μὲν κακοὶ πρατῆρες οἰκείων μελῶν τροφῆς τε δοῦλοι καὶ πάλιν θηρῶν τροφή, ζῶντες στυγητοὶ καὶ θανόντες ἄθλιοι τοιοῦτον ἔσχον τοῦ βίου πικρὸν τέλος. μελῶν δὲ τὰ μὲν ἐντέθαπται θηρίοις, τὰ δ' ὑπ' ὀδοῦσι νηλεῶς δαρδάπτεται, ἡμισπάρακτα δ' ἄλλα ποικίλαις στροφαῖς ᾄττει περισπαίροντα καὶ φυγῆς ἔτι καιρὸν νομίζει καὶ δρόμον φαντάζεται. μὴ δὴ μιάνῃς ὄμμα σὸν θεαμάτων ὠμῶν μολυσμοῖς μηδὲ γυμνάσῃς ὁρᾶν ἄνδρας θανόντας, θηρία πεπλησμένα, τάφους τρέχοντας, συγγενεῖς δὲ κειμένους.

Καὶ μὴν τὸ πολλοῖς μᾶλλον ἡμερώτερον δοκοῦν θέαμα πωλικῶν ἱπποδρόμων, καὶ τοῦτο λοιμός ἐστι καὶ ψυχῶν νόσος. πόλεις διασπᾷ, δῆμον εἰς στάσεις φέρει, μάχας διδάσκει, λοίδορον θήγει στόμα, τέμνει πολιτῶν φίλτρα, συγκρούει γένη, καταισχύνει γέροντας, ἐκμαίνει νέους, ἔχθρας ἀνάπτει φιλτάτων, πατεῖ νόμους. κακῶν δὲ τούτων ἄλγιον τολμᾷ κακόν. κινεῖ γόητας τοῖς μανεῖσι συμμάχους νίκης βοηθούς, καὶ τρέφει νόσῳ νόσον. ἐπὰν γὰρ ἐκκαυθῶσιν εἰς θερμὴν ἔριν, πρὸς τοὺς γόητας εὐθὺς αὐτοῖς ὁ δρόμος. οἱ δ' αὖ καλοῦσι δαιμόνων πονηρίαν συνεργὸν αὐτοῖς πτωμάτων, συντριμμάτων, φόνων. κακοῖς γὰρ δαιμόνων χαίρει στρατός. οὐκοῦν ἐναργῶς καὶ τὸ δόξαν ἥμερον ἐριστικὸν θέαμα τῶν ἱπποδρόμων ψυχῶν ὄλεθρός ἐστι, σωμάτων μάχη, καὶ πρός γε τούτοις χρημάτων σαφὴς βλάβη. πόσους μὲν οἴκους ἀθρόως κατέσπασεν; πόσους προσαιτεῖν πλουσίους ἠνάγκασεν; πόσας δὲ τὸ πρὶν εὐνομουμένας πόλεις ἄρδην καθεῖλεν; ὡς γὰρ ἡβῶσα στάσις φόνοις δυναστῶν ἔχρανε δήμου χέρας, χήρωσεν ἀνδρῶν τὰς πόλεις νόμῳ ξίφους, πῦρ καὶ σίδηρος τὰς πόλεις ἐνείματο σφαγαῖς κολάζων τὰς σφαγάς, φόνοις φόνους. τίς οὖν θεᾶσθαι σωφρόνων ἀνέξεται γοητείας ἅμιλλαν, οὐχ ἵππων τάχος, στάσιν φόνον τίκτουσαν, ἄστεων νόσον; Σὺ δ' ἀντὶ τούτων χαῖρε τοῖς μαθήμασιν, ἐξ ὧν ὅτι κράτιστον ἀσκήσεις τρόπον. ἐπὰν δὲ τὸν νοῦν μετρίως προγυμνάσῃς ὡς ἐν

2