Iambi ad Seleucum

 ὄψεσιν τέχνης μέρος. ἄλλοι δ', ἐκείνων ἔθνος ἀθλιώτερον, τῶν ἀρρένων τὴν δόξαν ἐξορχούμενοι, μελῶν λυγισμοῖς συγκατακλῶντες φύσιν ἄνδρες γυναῖκες, ἄρρ

 παλαίστρᾳ ποικίλοις συγγράμμασιν, αὐταῖς ἐνάθλει ταῖς θεοπνεύστοις γραφαῖς διττῶν διαθηκῶν συλλέγων πλοῦτον μέγαν, τῆς μὲν παλαιᾶς, τῆς δέ γε καινῆς ἀ

 Ἀγγαῖόν τε καὶ Ζαχαρίαν διώνυμόν τε ἄγγελον Μαλαχίαν. μεθ' οὓς προφήτας μάνθανε τοὺς τέσσαρας, παρρησιαστὴν τὸν μέγαν Ἠσαίαν Ἱερεμίαν τε συμπαθῆ, καὶ

παλαίστρᾳ ποικίλοις συγγράμμασιν, αὐταῖς ἐνάθλει ταῖς θεοπνεύστοις γραφαῖς διττῶν διαθηκῶν συλλέγων πλοῦτον μέγαν, τῆς μὲν παλαιᾶς, τῆς δέ γε καινῆς ἀεί. καινὴ γάρ ἐστι δευτέρα γεγραμμένη καὶ μεθ' ἑαυτὴν μηκέθ' ἕξουσα τρίτην. ταύταις ἅπασαν ἀσμένως σπουδὴν νέμε, παρ' ὧν μαθήσῃ χρηστὸν ἐξασκεῖν τρόπον καὶ τὸν ἀληθῆ καὶ μόνον θεὸν σέβειν. Μονὰς γάρ ἐστι καὶ τριὰς ἀίδιος, πατὴρ σὺν υἱῷ καὶ παναγίῳ πνεύματι, τριὰς προσώποις εὐκρινής, μονὰς φύσει. μήτ' οὖν ἀριθμῷ συγχέῃς ὑποστάσεις, μήτ' αὖ θεὸν σὺ προσκυνῶν τέμῃς φύσιν. φύσει γὰρ ὄντως ἡ τριὰς οὐ τέμνεται. μία τριὰς γάρ, εἷς θεὸς παντοκράτωρ. τοῦτ' ἐστι λεπτὸν εὐσεβὲς μυστήριον. στενὴ γὰρ ὄντως τῆς ἀληθείας ὁδός, ἀτραπὸς ἀμφίκρημνος, ἐκτεθλιμμένη, ἧς ἐξολισθήσαντες ἐξ ἐναντίων κατερράγησαν εἰς βαθύκρημνον πλάνην, Σαβέλλιος μὲν πρὸς Ἰουδαίους βλέπων, εἰδωλολάτρας δ' Ἄρειος μιμούμενος, ὁ μὲν προσώπων συγχέων ὑπόστασιν, ὁ δ' αὖ μερίζων δυσσεβῶς τὴν οὐσίαν. σὺ δ' ἀκλινῶς φύλαττε τὴν μέσην ὁδόν, ὡς χρὴ διαιρῶν, καὶ συνάπτων ὡς θέμις. συνάπτεται γὰρ ἡ τριὰς ἀσυγχύτως, ὥσπερ ἀτμήτως ἡ μονὰς χωρίζεται. ἡ γὰρ φύσις ἄτμητος, αἱ δ' ὑποστάσεις ἀεὶ μένουσι παντελῶς ἀσύγχυτοι. Τούτων φύλαξ μοι διαμένοις τῶν δογμάτων καὶ γνήσιος μὲν ἐργάτης τῶν ἐντολῶν, σοφὸς δ' ἁπάσαις μυστικαῖς θεωρίαις, ἀεὶ προκόπτων, μήποτ' ἐκφυσώμενος. μείζων ἐπανθήσει γὰρ οὕτως ἡ χάρις. ὁρᾷς ὁ πιστὸς Μωϋσῆς, ὁ τοῦ θεοῦ ἄνθρωπος, εἰκὼν τοῦ κατ' ἀρετὴν βίου, ὅπως ἅπασαν ἐκμαθὼν Αἰγυπτίων σοφίαν τὰ πρῶτα κἀν βαθεῖ πλούτῳ τραφεὶς ἑκὼν φυγάς τε καὶ πένης ἐγίγνετο, κἀν ταῖς ἐρήμοις τῆς ἐν Αἰγύπτῳ τρυφῆς θῆσσαν τράπεζαν ποιμένων ἠλλάξατο δόξης τυράννων προκρίνας σκληρὸν βίον, ἕως τελείων ἄξιος θεαμάτων κριθεὶς μέγιστον ἀγγέλου μυστήριον εἶδε φανέντος ἐκ φλογὸς πυρὸς βάτου. εἶτ' ἀξιωθεὶς καὶ θεοῦ πρῶτον τότε φωνῆς ἀκοῦσαι καὶ λαβὼν ἐξουσίαν λαῷ στένοντι δούλειον λύει ζυγὸν ἄρχει τε παντὸς τοῦ γένους ψήφῳ θεοῦ. λαβὼν τοσοῦτον ὕψος οὐκ ἐπαίρεται, ἀλλ' ἰσχνόφωνον καὶ βραδύγλωσσόν τινα φησὶν ἑαυτὸν ἀσθενὴς εἶναι λέγων, ὡς ἂν φρονῶν ταπεινὸν ἰσχυρὸς μένῃ. τούτου φύλαττε τοῦ βίου τὴν εἰκόνα μορφῶν σεαυτὸν τῷ τρόπῳ τῷ Μωσέως.

Καὶ τὴν μάθησιν τῶν παρ' Ἕλλησιν λόγων ὥσπερ δικαστὴς ἔννομον ψῆφον φέρων ὑπηρετεῖσθαι τάξον, ὥς ἐστι πρέπον, τῇ τῶν ἀληθῶν δογμάτων παρρησία τῇ πανσόφῳ τε τῶν γραφῶν θεωρία. καὶ γὰρ δίκαιον τὴν σοφίαν τοῦ πνεύματος ἄνωθεν οὖσαν ἐκ θεοῦ τ' ἀφιγμένην δέσποιναν εἶναι τῆς κάτω παιδεύσεως ὥσπερ θεραπαίνης μὴ μάτην φυσωμένης, ὑπηρετεῖν δὲ κοσμίως εἰθισμένης. τῇ τοῦ θεοῦ γὰρ ἡ κάτω δουλευέτω. Πλὴν ἀλλ' ἐκεῖνο προμαθεῖν μάλιστά σοι προσῆκον· οὐχ ἅπασα βίβλος ἀσφαλὴς ἡ σεμνὸν ὄνομα τῆς γραφῆς κεκτημένη. εἰσὶν γάρ, εἰσὶν ἔσθ' ὅτε ψευδώνυμοι βίβλοι· τινὲς μὲν ἔμμεσοι καὶ γείτονες, ὡς ἄν τις εἴποι, τῶν ἀληθείας λόγων. αἱ δ' αὖ νόθοι τε καὶ λίαν ἐπισφαλεῖς ὥσπερ παράσημα καὶ νόθα νομίσματα, ἃ βασιλέως μὲν τὴν ἐπιγραφὴν ἔχει, κίβδηλα δ' ἐστί, ταῖς ὕλαις δολούμενα. Τούτων χάριν σοι τῶν θεοπνεύστων ἐρῶ βίβλων ἑκάστην· ὡς δ' ἂν εὐκρινῶς μάθῃς, τὰς τῆς παλαιᾶς πρῶτα διαθήκης ἐρῶ. ἡ πεντάτευχος τὴν κτίσιν, εἶτ' ἔξοδον, λευιτικὸν δὲ τὴν μέσην βίβλον ἔχει, μεθ' ἣν ἀριθμούς, εἶτα δευτερονόμιον. τούτοις Ἰησοῦν προστίθει καὶ τοὺς κριτάς, ἔπειτα τὴν Ῥοὺθ βασιλειῶν τε τέσσαρας βίβλους, παραλειπομένων δέ γε ξυνωρίδα. Ἔσδρας ἐπ' αὐταῖς πρῶτος, εἶθ' ὁ δεύτερος. ἑξῆς στιχηρὰς πέντε σοι βίβλους ἐρῶ· στεφθέντος ἄθλοις ποικίλων παθῶν Ἰὼβ ψαλμῶν τε βίβλον, ἐμμελὲς ψυχῶν ἄκος, τρεῖς δ' αὖ Σολομῶντος τοῦ σοφοῦ, παροιμίας, ἐκκλησιαστὴν ᾆσμά τε τῶν ᾀσμάτων. ταύταις προφήτας προστίθει τοὺς δώδεκα, Ὠσηὲ πρῶτον, εἶτ' Ἀμὼς τὸν δεύτερον, Μιχαίαν, Ἰωήλ, Ἀβδίαν καὶ τὸν τύπον Ἰωνᾶν αὐτοῦ τοῦ τριημέρου πάθους, Ναοὺμ μετ' αὐτούς, Ἀββακούμ, εἶτ' εἴνατον Σοφονίαν,

3