Fragmenta in epistulam ad Romanos

 Γρηγόριος ὁ θεολόγος ἀφορμὴν εἰληφὼς φάσκει τὸ εἰς τοῦτο γὰρ ἐμοὶ φέρει τὸ μέτριον ἐνταῦθα φέγγος τῆς ἀληθείας καὶ ὅσα ἑξῆς.

 κανόνα τῷ τοῦ Χριστοῦ εὐαγγελίῳ εὐάρμοστον. 657 Τὸ ἀνθρώπινον λέγω τοιοῦτον· ἐπειδὴ οὐχ οἵα τε ἡ ἀνθρωπίνη ζωὴ ἐν ἀπραξίᾳ ὅλως διαβιώσκειν, ἀλλὰ τῇ ἐφ

 Rom 13,11 Τοιοῦτό τι λέγει· καὶ τοῦτο, φησί, ποιεῖτε πληροῦντες τὸν νόμον καὶ εἰδότες τὸν καιρόν, ὅτι ὥρα ἤδη ἡμᾶς ὡς ἐξ ὕπνου ἐγερθῆναι. Rom 13,12 Ἀν

Γρηγόριος ὁ θεολόγος ἀφορμὴν εἰληφὼς φάσκει τὸ εἰς τοῦτο γὰρ ἐμοὶ φέρει τὸ μέτριον ἐνταῦθα φέγγος τῆς ἀληθείας καὶ ὅσα ἑξῆς.

Rom 5,14 Ἡ βασιλεία ἐν τῇ ἑκουσίῳ τῶν ὑποκειμένων γίνεται ὑποταγῇ, ὥσπερ καὶ ἡ τυραννὶς ἐν τῇ ἀκουσίῳ. ἐπεὶ τοίνυν οὐδεὶς ἀνεχαίτιζε νόμος τὸ ἁμαρτάνειν, εἰκότως καὶ βασιλεύειν ὁ δι' ἁμαρτίας τὸ κράτος λαβὼν θάνατος λέγεται· τοῦ νόμου γὰρ παρεισελθόντος καὶ τὸ ἁμαρτητικὸν ὅλον καὶ οἷον ὑποδείξαντος, οὐκέθ' ὁμοίως ἀδεῶς ἄνθρω ποι ἐξημάρτανον οὐδὲ μὴν κατὰ τὸ ἑκούσιον πάντη. τοῦ δι' ἑκουσίου ἀνῃρημένου τοῦ τὴν βασιλείαν τῷ θανάτῳ κατωρθωκότος, εὐλόγως καὶ οὗτος ἀποσυλᾶσθαι τοῦ κράτους ἀπήρξατο. πῶς; καθ' ὅτι καὶ ὁ νόμος οὐ μάτην τὴν ἁμαρτίαν ἀνέστελλεν, ἀλλὰ τὸν τοῦ θανάτου προοδοποιῶν ὄλεθρον. εἰ γὰρ ἡ ἁμαρτία ἐν παραδείσῳ τὸν θάνατον ἀνεβλάστησεν, πάντη που δῆλον ὡς τὸ τὴν ἁμαρτίαν κωλύον τῆς ἐξουσίας ἀποστερεῖν ἐπείγεται τὸν ἐκ ταύτης ἰσχύσαντα. οὐκοῦν μετὰ νόμον ὁ θάνατος οὐ βασιλεύων ὡρᾶτο, ἀλλ' ἢ ἄρα τυραννῶν. Ro+m 5, Ἵνα πλεονάσῃ. οὐδὲν λυμανεῖται τῷ σημαινομένῳ καὶ κατ' αἰτιολογίαν ὁ σύνδεσμος κείμενος· πρὸς γὰρ τῇ φυσικῇ γνώσει τῶν αἱρετέων καὶ μὴ ἔτι καὶ τὸ ἐκ νόμου παρεισελθὸν ἀκριβές, ἄπειρον ὅσον τὸ ἁμαρτητικὸν ἡμῖν προαπέδειξεν. τῶν βαρυτέρων μὲν τῇ φυσικῇ κρίσει ἀνειργομένων μόνων ἁμαρτημάτων, τῷ νόμῳ δὲ καὶ τῶν κουφοτέρων εἰς ὄγκον ἁμαρτημάτων καταλογιζομένων, ἵνα οὖν τὸ πλῆθος ὅσον φανερωθῇ τῶν παραπτωμάτων, εἰκότως παρεισῆλθεν ὁ νόμος, ὡς ἂν καὶ πᾶν τὸ διαστραφὲν θεραπευθείη τῆς ἰατρείας πρὸς τὸ φανὲν μόνον ἐπαγομένης τοῦ κάμνοντος.

Rom 6,10 Ἔστι καὶ οὕτως νοῆσαι τὸ χωρίον· ὃ γὰρ ἀπέθανε τῇ ἁμαρτίᾳ, ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ, ζῇ τῷ θεῷ. ὥσπερ οὐ διὰ τὴν οἰκείαν ἀπέθανεν ἁμαρτίαν ὁ μὴ ἁμαρτίαν εἰδώς, ἀλλὰ τὸ κοινὸν τῇ φύσει ὀφείλημα ἐκτιννύς, ὑπείκειν παραχωροῦντος τοῦ συνημμένου θεοῦ τῇ σαρκὶ τῷ τοῦ προπάτορος ὑπάγεσθαι κατακρίματι, οὕτω καὶ νῦν, φησί, ζῇ τοῦ συνουσιωμένου αὐτῇ φύσει θεοῦ τὸ ὀφειλό 656 μενον ἀποκαταστήσαντος ταύτῃ. τί τοῦτο; τὸ ὥσπερ ἁμαρτίας διετηρήθη ἀνέπαφος, οὕτως καὶ τοῦ ἐκ ταύτης ἐπιτιμίου γενέσθαι ἀδούλωτον, δι' ὃ καὶ τῶν δεσμῶν τοῦ θανάτου ἀπέδρα καὶ πρὸς παλινζωΐαν ἀνέδραμεν. καὶ ἐπειδὴ τούτων ἁπάντων οὐκ ἄλλο ἢ τὸ ἐν τῷ Χριστῷ θεῖον παραίτιον, διὰ τοῦτο ζῆν λέγεται τῷ θεῷ, ὡς εἴ τις ἐρεῖ· εἰ διὰ τὸ σαρκὸς μετασχεῖν τὸν θεάνθρωπον ἡ τῆς σαρκὸς αὐτὸν κατέδραμε τυραννίς καὶ ταῦτα οὐκ ἐνδίκως· οὐ γὰρ ὑπήχθη τῷ αἰτιάματι τοῦ θανάτου εἰκότι ἂν λόγῳ καὶ διὰ τὸ θεὸν τὴν σάρκα ταύτην περιβεβλῆσθαι τὸ τοῦ θεοῦ ἀείζωον ταύτην κατακληρονομεῖν. ἄλλως τε· καὶ ἵνα ᾖ καὶ εἰς ὑπόδειγμά τε καὶ ἀπαρχὴν τῶν κατ' ἐκείνην, εἰ καὶ μὴ πάντη τὴν ἁμαρτίαν ἀποσκευαζομένην, οἳ καὶ εἰς ὀφειλόμενον ἀναβιώσονται, εἰ καὶ ἀφάτῳ τοῦ λύτρον τὸ οἰκεῖον αἷμα σπείσαντος συμπαθείᾳ, καὶ τοῖς μηδὲν πεπονηκόσιν ἡ τῆς παλινζωΐας χάρις προσνέμεται. Ro+m 6,11 Ἀντὶ τοῦ οἱ διὰ τὴν ἁμαρτίαν ὑπαγόμενοι τῷ θανάτῳ, διὰ τὴν ἐν Χριστῷ ζῶντες δικαιοσύνην· ἀκολουθότερον γὰρ τοῦτο τῇ προσαποδεδομένῃ ἐννοίᾳ καὶ τῷ τοῦ λόγου εἱρμῷ. Ro+m 6,12 Εἰ θνητὸν τὸ σῶμα, ἀνόνητον τὸ ταῖς ἐπιθυμίαις ὑπείκειν αὐτῷ, ὡς εἰς οὐδὲν πονούντων τῶν καθυπηρετούντων, ἀλλὰ ταὐτὸν πασχόντων τοῖς καθ' ὕδατος γράφουσι καὶ καθ' ὁδοῦ σπείρουσιν.

Rom 6,17-19 ∆ύναται καὶ εἰς ἐγκώμιον αὐτῶν εἶναι τοῦτο ὡς καὶ τὸ ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ. ἐπειδὴ γάρ, φησίν, ὑπηκούσατε ἐκ καρδίας, κατὰ πόδας ὑμῖν καὶ ὁ ἀξιόχρεως μισθὸς ἐπακολουθεῖ. τίς οὗτος; τὸ κατὰ πάσης ἐξηχηθῆναι τῆς γῆς τὸ δοκίμιον ὑμῶν, καὶ τύπον ὑμᾶς ὑπάρξαι τοῖς λοιποῖς καὶ

2