Fragmenta in epistulam ad Romanos

 Γρηγόριος ὁ θεολόγος ἀφορμὴν εἰληφὼς φάσκει τὸ εἰς τοῦτο γὰρ ἐμοὶ φέρει τὸ μέτριον ἐνταῦθα φέγγος τῆς ἀληθείας καὶ ὅσα ἑξῆς.

 κανόνα τῷ τοῦ Χριστοῦ εὐαγγελίῳ εὐάρμοστον. 657 Τὸ ἀνθρώπινον λέγω τοιοῦτον· ἐπειδὴ οὐχ οἵα τε ἡ ἀνθρωπίνη ζωὴ ἐν ἀπραξίᾳ ὅλως διαβιώσκειν, ἀλλὰ τῇ ἐφ

 Rom 13,11 Τοιοῦτό τι λέγει· καὶ τοῦτο, φησί, ποιεῖτε πληροῦντες τὸν νόμον καὶ εἰδότες τὸν καιρόν, ὅτι ὥρα ἤδη ἡμᾶς ὡς ἐξ ὕπνου ἐγερθῆναι. Rom 13,12 Ἀν

κανόνα τῷ τοῦ Χριστοῦ εὐαγγελίῳ εὐάρμοστον. 657 Τὸ ἀνθρώπινον λέγω τοιοῦτον· ἐπειδὴ οὐχ οἵα τε ἡ ἀνθρωπίνη ζωὴ ἐν ἀπραξίᾳ ὅλως διαβιώσκειν, ἀλλὰ τῇ ἐφ' ἑκατέρᾳ τῶν πρακτέων ῥοπῇ ταλαντεύεσθαι, τούτου χάριν μετὰ τὸ τὴν ἀπὸ τῆς ἁμαρτίας ἐλευθερίαν ἐπενεγκεῖν τὴν δούλωσιν τὴν ὑπὸ τὴν δικαιοσύνην, ἐπήγαγεν τὸ ἀνθρώπινον λέγω. καὶ γὰρ προΐσατο τῷ λόγῳ. καὶ τί; μὴ ὅλως ἐλεύθεροι ἀφείμεθα, ἀλλὰ πάλιν ὑπὸ δουλείαν ἀγόμεθα; καί φησιν· οὐ δύνασθε ἐν ἀργίᾳ διαβιοῦν· ἐργασίας γὰρ ἐν τῇ σαρκίνῃ ζωῇ ὁ καιρός. ὡς ἂν οὖν μὴ ἀναθέντες τῶν ἀπὸ τῆς ἁμαρτίας ἔργων, εἶτα σχολάζοντες πάλιν ὑπὸ τῆς ἁμαρτίας διώκησθε, διὰ τὸ μὴ δύνασθαι τὸ βαρὺ τοῦτο καὶ ἀστάθμητον σαρκίον ἀτρεμεῖν πάντη, κάλλιστον τῷ ὄντι τὴν ἀπὸ τῆς ἁμαρτίας ἐλευθερίαν τὴν δούλωσιν διαδέξασθαι τῆς δικαιοσύνης, καὶ τοσαύτην ἐπιδείξασθαι καὶ ὑπὲρ ταύτης σπουδὴν ὅσην καὶ ἐπὶ τῆς ἁμαρτίας. οὐδὲ γὰρ πλέον ζητῶ καίτοι γε χρεών, ἀλλὰ προμηθῶς τὸ ἀνάλογόν φημι καὶ ᾧπερ ἡ ἀνθρωπίνη ζωὴ καὶ ῥέουσα ὑποβάλλεται. Ro+m 6,23 Ὀψώνιον ὁ στρατιωτικὸς λέγεται μισθός. ἐπεὶ τοίνυν οἱ τῇ ἁμαρτίᾳ ὑποταττόμενοι ὡς ὑπὸ στρατηγῷ ἀγόμενοι τῷ διαβόλῳ, τὸ ἐκείνῳ δοκοῦν ἐκτελοῦσιν, εἰκότως ἐπαξίους ἐκείνου καὶ τοὺς μισθούς, ἤτοι τὰ ὀψώνια ἀποφέρονται. Ro+m 7,5 Προσυπακουστέον τὸ γνωσθέντα μοι. Ro+m 9,3 Οὐ χωρίζει τοῦτο, συσφίγγει δὲ μᾶλλον αὐτὸν τῷ Χριστῷ καὶ συντήκει καὶ ἑνοῖ· ὁ γὰρ τῷ ἀγαπωμένῳ ἐκθύμως τοὺς συγγενεῖς καταλλάσσειν εὐχόμενος, εἴ που ἂν αὐτὸς ἀνάσχοιτο τούτου ἀποστατεῖν, ἀλλ' οὐχὶ τῷ ὁρμαθῷ τῶν φιλτάτων συναγελάζεσθαι ποθεῖ καὶ συντάττεσθαι. ὅπερ οὖν αὐτὸν ἀπάγειν τῆς τοῦ διδασκάλου ἀγάπης δοκεῖ, τοῦτο τὰ μάλιστα βεβαιοῖ, καινόν τινα τρόπον τῆς διαστάσεως συσφιγγούσης καὶ συντήκοντος τοῦ χωρίζεσθαι καὶ ἑνοποιοῦντος τοῦ ἀφιστάνοντος.

Rom 9,6 Τὸ διὰ τούτων νοούμενον τοιοῦτον· μηδεὶς ὁρῶν τὴν τῶν ἐθνῶν εἰσαγωγὴν οἰέσθω τὸν τοῦ θεοῦ λόγον διαπεσεῖν, τὸν ἐξ Ἰσαὰκ μόνου 658 τῷ Ἀβραὰμ ἀνεγείροντα τέκνα καὶ τούτοις μόνοις τὴν κατὰ Χριστὸν χάριν κατακληρονομοῦντα. κατ' ὀφειλήν, εἴγε καὶ Χριστὸς αὐτὸς οὐκ ἄλλοις ἢ τοῖς ἀπολωλόσιν ἀπεστάλθαι τοῦ Ἰσραὴλ προβάτοις εὐαγγελίζεται. οὐχ οἷόν τε γὰρ τοῦτο, οὐδὲ δυνατὸν ἐκπεσεῖν τὸν λόγον τοῦ θεοῦ τὸν πρὸς Ἀβραάμ· οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραήλ, οὗτοι μόνοι Ἰσραήλ· καὶ ὅσα ἑξῆς. Οὐχ οἷον δὲ ἀντὶ τοῦ οὐδὲν τοιοῦτό φημι, ὅτι εἴ τινες ἠπίστησαν, ἐκπέπτωκεν ὁ λόγος τοῦ θεοῦ καὶ αἱ πρὸς τὸν Ἀβραὰμ ἐπαγγελίαι καὶ αἱ πρὸς τοὺς υἱοὺς Ἰσραήλ. Οὐχ οἷον δὲ ἀντὶ τοῦ ἀδύνατον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ θεοῦ, τοῦτ' ἔστι τοῦτο ἀδύνατον ἐννοεῖν, ὅτι ἐκπέπτωκε ὁ λόγος τοῦ θεοῦ· τὸ γὰρ οἷον οὐ μόνον ὁμοίωσιν σημαίνει ἀλλὰ καὶ τὸ δυνατόν. Πλάτων· «ὡς ἐγὼ οὐδενὶ οἷός τέ εἰμι πείθεσθαι τῶν ἐμῶν, πλὴν τῷ λόγῳ ὃς ἄν μοι λογιζομένῳ ὀρθὸς φαίνηται «.

Rom 9,22 Οὐχ ὑπὸ θεοῦ κατηρτισμένος, ἀλλ' ἑαυτὸν καταρτίσας. Rom 9,24 Προσυπακουστέον κἀνταῦθα τὸ ἤνεγκεν.

Rom 11,12 Ἀντὶ τοῦ ἡ ἐκβολὴ αὐτῶν καὶ ὁ σκυβαλισμὸς οὗτος. τί ἄρα ἡ εἰσαγωγὴ αὐτῶν καὶ εἰσοίκησις; Rom 11,16 Ἀντὶ τοῦ γὰρ κεῖται ὁ δὲ σύνδεσμος ὡς πολλαχοῦ· περὶ γὰρ τῶν προπατόρων ὁ λόγος, περὶ Ἀβραὰμ καὶ τῶν μετ' ἐκεῖνον. Ro+m 12,11 Ἐν ὑπερθέρμῳ καὶ διακαεῖ προαιρέσει τῷ κυρίῳ δουλεύοντες· οὕτω γὰρ διατεθεικότες ἑαυτοὺς καὶ ταῖς θλίψεσι περιχαρῶς διακεισόμεθα, καὶ ὑπὸ τὴν μένουσαν ἐλπίδα τἄλλα πάντα ῥᾳδίως ὑποίσομεν. 659

Rom 12,16 Ἀντὶ τοῦ κοινὸν οἴου τὸ τῷ πλησίον ἐπισυμβάν.

3