1

 2

 3

2

αἰώνιον κληρονομήσει.» Οὐ γὰρ, ὥς τινες ταῦτα ἑρμηνεύειν δοκοῦ σιν, ὅτι περὶ τῶν ἐν τῷ καιρῷ τῶν διωγμῶν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ μαρτυρησάντων εἶπεν ὁ Κύριος. Οὐ γὰρ ἔφη ὅτι, Μόνον οἱ ἐν τῷ καιρῷ τῶν διωγμῶν ὑπὲρ τοῦ ὀνόματός μου τὰ ἑαυτῶν σώματα παρα δώσοντες, ζωὴν αἰώνιον κληρονομήσονται· ἀλλὰ πάν τες οἳ διὰ τὸ ὄνομά μου καὶ κόσμῳ, καὶ πάσαις ταῖς ἐπιθυμίαις αὐτοῦ ἀποταξώμεθα, καὶ πᾶσι τοῖς ὑπάρ χουσιν αὐτοῦ ἀποταξώμεθα, ζωὴν αἰώνιον, μετὰ πάν των δηλαδὴ τῶν ὑπὲρ τοῦ ὀνόματός μου μαρτυρη σάντων, κληρονομήσουσι. Πάντας τοὺς πτωχοὺς τῷ πνεύματι, καὶ τοὺς καθαροὺς τῇ καρδίᾳ, καὶ τοὺς πραεῖς, καὶ τοὺς φοβουμένους τὸ ὄνομα αὐτοῦ μακα ρίζεσθαι Σωτὴρ ἔλεγεν, «Ὅτι ὑμῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Οἱ μὲν γὰρ μάρτυρες πολλάκις, καὶ ἐπὶ μιᾷ καιροῦ ῥοπῇ ἀγωνισάμενοι ἐτελειώθησαν· ἡ δὲ τῶν μοναχῶν πολιτεία ἄθλοις καθ' ἑκάστην δι' αὐτὸν μαρτυρεῖ, οὐκ ἀπὸ αἵματος, καὶ σαρκὸς παρα τασσόμεθα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς ἐξουσίας πρωτοκοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἕως ἐσχάτης ἀναπνοῆς τὴν πάλην ἔχουσα, καὶ ἀθλεῖ, καὶ εἰσφανοῦται τῇ παν οπλίᾳ ... ... τοῦ Θεοῦ περιφραττομένη, καὶ πάντα ἰσχύει διὰ τὸν ἐνδυναμοῦντα, καὶ ἐλεοῦντα Χριστόν. Ἡμῖν γὰρ ἐν παραβολῇ τὸν ἑαυτοῦ πλοῦτον θέλων χαρίσασθαι ὁ Κύριος ἔλεγεν· «Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας,» καὶ τὰ ἑξῆς. Ταύτην τὴν ἐντολὴν βεβαιῶν οὕτως εὐαγ γελιστὴς ἔφη· «Μὴ ἀγαπᾶτε τὸν κόσμον μηδὲ τὰ ἐν κόσμῳ. Ὁ γὰρ τὸν κόσμον ἀγαπῶν, οὐκ ἀγαπᾷ τὸν ἀγαπήσαντα αὐτὸν Κύριον.» Ὁ δὲ τοῦτον τὸν κό σμον καὶ τὰ ἐν αὐτῷ σκάνδαλα μισήσας, καὶ τὸ θέ λημα τοῦ Θεοῦ ἀγαπήσας εὐμένει εἰς τὸν αἰῶνα. Χω ρίσαι γὰρ βουλόμενος ἡμᾶς ὁ ∆εσπότης τῆς ἐν κόσμῳ διατριβῆς ἔλεγεν· «Οὐδεὶς βαλὼν τὴν χεῖρα αὐτοῦ ἐπ' ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός 28.1425 ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Ὁ δὲ Ἀπόστολός φησι· «Στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις.» Καὶ πάλιν ὁ Κύριος· «Ὁ ἐν τῷ ἀγρῷ, μὴ ἐπιστραφῇ εἰς τὰ ὀπίσω,» τουτέστι μὴ πάλιν μνημονεύειν ἢ ποθεῖν ἐορκεῖν ἀναστροφὴν, ἣν διὰ τὸν Θεὸν καὶ τὴν ἐντολὴν αὐτοῦ μισήσας, κατ έλιπε. Μὴ οὖν φοβεῖσθε τοὺς ἐκ τοῦ διαβόλου ἡμῖν ἐπαγομένους πειρασμοὺς, κἂν ποικίλοι ὦσι, γέγραπται γάρ· «Υἱέ μου, εἰ προσέχῃς δουλεύειν τῷ Κυ ρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμούς.» Καὶ περὶ τῆς καρδίας τῆς ὑπομονῆς τὴν τοῦ Θεοῦ βοή θειαν ἀναμένων· μείζων γάρ ἐστι τοῦ πολεμοῦντός σε διαβόλου, καθὼς πολλάκις λέγεται· Μείζων ἐστὶν ὁ ἐν ἡμῖν, ἢ ὁ ἐν τῷ κόσμῳ· καὶ ὁ Ψαλμῳδός· «Οὐ φοβηθήσομαι κακὰ, ὅτι σὺ μετὰ ἐμοῦ εἶ.» Καί· «Κύριος φωτισμός μου, καὶ Σωτήρ μου, τίνα φοβηθήσομαι;» Καὶ, «Ἐὰν παρατάξηται ἐπ' ἐμὲ παρεμβολὴ, οὐ φοβηθήσε ται ἡ καρδία μου.» Καὶ, «Κύριος ἐμοὶ βοηθὸς, κἀ γὼ ἐπόψομαι τοὺς ἐχθρούς μου.» Μὴ δεῖ τοίνυν τὸν δουλεύοντα τῷ Κυρίῳ ἀπιστεῖν, ὡς οὐχ ὑπερασπίζε ται τοῦτον ὁ Κύριος πάντοτε· αὐτὸς γὰρ εἴρηκεν· «Οὐ μή σε ἀναλείπω, οὐδὲ μή σε ἐγκαταλείπω.» Καὶ γοῦν αὐτὸν ἔθου καταφυγήν σου, «οὐ προσελεύσεται πρὸς σὲ κακὰ, καὶ μάστιξ οὐκ ἐγγίσει τῷ σκηνώματί σου·» καὶ τὰ ἑξῆς. ∆ιὸ παρακαλῶ ὑμᾶς, ὦ ἀδελφοὶ, μὴ ἐνδῶμεν ὅλως τῷ πονηρῷ, μηδὲ θανατώσωμεν ἑαυτοὺς, διὰ οἱασδηποτοῦν ἡδονῆς, ἀλλὰ με μνημένοι τὰ ἀποκείμενα ἡμῖν ἐν οὐρανοῖς ἀγαθὰ, πάντων τούτων ὑπερίδωμεν. Μὴ οὖν φανῶμεν τῶν πρὸ ἡμῶν αὐχήσαντες παίγνιον. Ἕκαστον γὰρ ἐν τῇ κλήσει, ᾗ ἐκλήθη μένειν ἐν Χριστῷ παραγγέλλει ὁ Ἀπόστολος· ἵνα τὸν τῆς ὑπομονῆς στέφανον παρὰ τοῦ μισθαποδότου Χριστοῦ ἀπολάβωμεν, ὃν ἐπηγγείλατο τῷ ἀγαπῶντι αὐτόν. Γέγραπται γάρ· «Τὴν ἐπιθυμίαν σου διὰ τῆς ὑπομονῆς νίκησον, καὶ ἔσῃ τέλειος ἐν Χριστῷ·» καί· «Τῷ νικῶντι δώσω φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς τοῦ ἐν μέσῳ τοῦ παραδείσου.» Λέγει Κύριος καὶ πάλιν· Ὅστις διὰ τοῦ ξύλου τοῦ σταυροῦ πάντα τὰ τῆς σαρκὸς νικήσει πάθη, τούτῳ δώσω στολὴν λευκήν. Εἰ γὰρ