1

 2

 3

3

φοβοῦμεν τὸν Κύριον, τὰ ἀνεκδιήγητα ἀγαθὰ, καὶ οἱ τῆς δόξης στέφανοι ἡτοιμάσθησαν. Οὐ γὰρ ἐπιτάγματι τῶν ἁγίων ὁ πρὸς τὰς μεθοδείας τοῦ ἐχθροῦ πόλεμος, καὶ ἡ κατ' αὐτοῦ νίκη, διὰ τῆς τοῦ Κυρίου βοηθείας δέδοται, ἀλλὰ τρι σὶν ὡς ἐν τῇ τοῦ σπέρματος παραβολῇ, αὐτὸς Κύριος ἔφη· Ἐδίδου γὰρ, φησὶν, ὁ μὲν τριάκοντα, ὁ δὲ ἑξή κοντα ὁ δὲ ἕκατον. Τούτων δὲ τῶν ταγμάτων τὰς ὑπο θέσεις, εἰ τὰς Γραφὰς ἐρευνήσεις, πολύτροπον ἂν εὑ ρήσεις· μάρτυρες μὲν οὖν εἰσιν, ὡς ὁ ἐμὸς λόγος, οἳ τὸν ἕκατον ποιοῦνται καρπὸν, παρθένοι αἳ τὸν ἑξήκοντα· καὶ οἱ λοιποὶ οἳ κατὰ τὰς ἐντολὰς τοῦ Κυρίου, σπουδάζοντες ἀμέμπτους ἐν πάσῃ ἀναστροφῇ ἑαυτοὺς φυλάσσειν, τῷ Κυρίῳ ἀρεσκούσῃ, τριάκοντα. Τῶν σῶν μαθητῶν γένοιτο ἡμᾶς ἐνταγῆναι, Χριστὲ Ἰησοῦ, καὶ τῶν ἁγίων σου ἀγαθῶν ἀπολαύειν, νῦν καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.