2

συμβάλῃ, πλείους οἱ ἐν Νικαίᾳ τῶν κατὰ μέρος εἰσὶν, ὅσον καὶ τὸ ὅλον πλεῖόν ἐστι τοῦ μέρους ἄν τε τὸ αἴτιον τῆς ἐν Νικαίᾳ καὶ τῶν μετ' αὐτὴν τοσούτων γενομένων συνόδων παρὰ τούτων διαγνῶναι τις ἐθέλοι, εὕροι ἂν τὴν μὲν ἐν Νικαίᾳ ἔχουσαν τὸ αἴτιον εὔλογον, τὰς δὲ ἄλλας διὰ μῖσος καὶ φιλονεικίαν ἐκ βίας συγκροτηθείσας. Ἡ μὲν γὰρ διὸ τὴν Ἀρειανὴν αἵρεσιν καὶ διὰ τὸ Πάσχα συνήχθη· ἐπειδὴ οἱ κατὰ Συρίαν, καὶ Κιλικίαν, καὶ Μεσοποτα μίαν διεφώνουν πρὸς ἡμᾶς, καὶ τῷ καιρῷ, ἐν ᾧ ποιοῦσιν οἱ Ἰουδαῖοι, ἐποίουν καὶ αὐτοί. Ἀλλὰ χάρις τῷ Κυρίῳ, ὥσπερ περὶ τῆς πίστεως, οὕτω καὶ περὶ τῆς ἁγίας ἑορτῆς γέγονε συμφωνία. Καὶ τοῦτο ἦν τὸ αἴτιον τῆς ἐν Νικαίᾳ συνόδου· αἱ δὲ μετὰ ταύτην ὑπὲρ ἀριθμὸν μὲν, κατὰ δὲ τῆς οἰκουμενικῆς συνόδου ἐπενοήθησαν. 26.1033 Τούτων δὲ οὕτω δεικνυμένων, τίς ἀποδέξεται τοὺς τὴν Ἀρίμηνον ἢ ἄλλην σύνοδον παρὰ τὴν ἐν Νικαίᾳ ὀνομάζοντας; ἢ τίς οὐκ ἂν μισήσειε τοὺς ἀθετοῦντας μὲν τὰ τῶν Πατέρων, τὰ δὲ νεώτερα ἐν τῇ Ἀριμήνῳ κατὰ φιλονεικίαν καὶ βίαν συντιθέντα προκρίνοντας; Τίς δὲ τούτοις συνελθεῖν ἐθελήσοι τοῖς ἀνθρώποις, μηδὲ τὰ ἑαυτῶν ἀποδεχομένοις; Οἱ γὰρ ἐν ταῖς ἑαυτῶν δέκα που καὶ πλέον, καθὰ προείπαμεν, συνόδοις, ἄλλοτε ἄλλα γράφοντες, δῆλοί εἰσιν ἑκάστης αὐτοὶ κατήγοροι γινόμενοι. Πάσχουσι δέ τι τοιοῦτον, οἷον καὶ οἱ τότε τῶν Ἰουδαίων προδόται πεπόνθασιν· ὡς γὰρ ἐκεῖνοι, καταλείψαντες τὴν μόνην πηγὴν τοῦ ζῶντος ὕδατος, ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν, γέγραπται δὲ τοῦτο παρὰ τῷ προφήτῃ Ἱερεμίᾳ· οὕ τως οὗτοι, μαχόμενοι πρὸς τὴν μίαν καὶ οἰκουμενικὴν σύνοδον, ὤρυξαν ἑαυτοῖς συνόδους πολλάς· καὶ πᾶσαι κεναὶ, αἳ παρ' αὐτοῖς ὡς δράγμα μὴ ἔχων ἰσχὺν ἐφάνησαν. Μὴ τοίνυν ἀνεχώμεθα τῶν τὴν Ἀρί μηνον ἢ ἄλλην ὀνομαζόντων σύνοδον παρὰ τὴν ἐν Νι καίᾳ γενομένην. Καὶ γὰρ καὶ αὐτοὶ οἱ τὴν Ἀρίμηνον ὀνομάζοντες ἐοίκασι μὴ εἰδέναι τὰ ἐν αὐτῇ πραχθέντα· ἢ γὰρ ἂν ἐσιώπησαν. Οἴδατε γὰρ, ἀγαπητοὶ, μαθόντες καὶ ὑμεῖς παρὰ τῶν ἐλθόντων ἐξ ὑμῶν εἰς τὴν Ἀρίμηνον, ὡς Οὐρσάκιος καὶ Οὐάλης, Εὐδόξιος καὶ Αὐξέντιος, ἐκεῖ δὲ ἦν σὺν αὐτοῖς καὶ ∆ημόφιλος, καθῃρέθησαν, θελήσαντες ἕτερα παρὰ τὰ ἐν Νικαίᾳ γράφειν· ὅτε καὶ ἀπαιτηθέντες ἀναθεματίσαι τὴν Ἀρειανὴν αἵρεσιν, παρῃτήσαντο, καὶ μᾶλλον αὐτῆς ἤθελον εἶναι προστάται. Οἱ δέ γε ἐπίσκοποι, οἱ ἀληθῶς γνήσιοι δοῦλοι τοῦ Κυρίου καὶ ὀρθῶς πιστεύοντες, ἦσαν δὲ ἐγγὺς διακόσιοι, ἔγραψαν ἀρκεῖσθαι τῇ ἐν Νικαίᾳ μόνῃ, καὶ μηδὲν πλέον ἢ ἔλαττον παρ' ἐκεί νην ζητεῖν ἢ φρονεῖν. Ταῦτα καὶ Κωνσταντίῳ δεδηλώκασι, τῷ καὶ τὴν σύνοδον κελεύσαντι γενέσθαι. Ἀλλ' οἱ ἐν τῇ Ἀριμήνῳ καθαιρεθέντες, ἀπελθόντες πρὸς Κωνστάντιον, πεποιήκασιν ὑβρισθῆναι μὲν, ἀπειλὰς δὲ γενέσθαι, μὴ ἀνακάμψειν εἰς τὰς ἰδίας παροικίας τοὺς κατ' αὐτῶν ἀποφηναμένους, βίαν τε παθεῖν ἐν τῇ Θρᾴκῃ ἐν αὐτῷ τῷ χειμῶνι· ὥστε τῶν παρ' αὐτῶν καινοτομουμένων ἀνέχεσθαι. Εἴπερ οὖν τινες τὴν Ἀρίμηνον ὀνομάζουσι, δεικνύτωσαν πρῶτον τὴν καθαίρεσιν τῶν προειρημένων, καὶ ἅπερ ἔγραψαν οἱ ἐπίσκοποι, λέγοντες μηδὲν πλέον ζητεῖν τῶν ἐν Νικαίᾳ παρὰ τῶν Πατέρων ὁμολογη 26.1036 θέντων, μηδὲ ὀνομάζειν ἄλλην σύνοδον παρ' ἐκείνην. Ἀλλὰ ταῦτα μὲν κρύπτουσι, τὰ δὲ ἐν τῇ Θρᾴκῃ κατὰ βίαν πραχθέντα προβάλλονται· ἐξ ὧν δείκνυνται, τῆς μὲν Ἀρειανῆς αἱρέσεως ὄντες ὑποκριταὶ, ἀλλότριοι δὲ τῆς ὑγιαινούσης πίστεως. Καὶ αὐτὴν δὲ τὴν με γάλην σύνοδον, καὶ τὰς παρ' ἐκείνων ἄν τις ἐξετάζειν ἐκ παραλλήλου θέλοι, εὕροι ἂν τῶν μὲν τὴν θεο σέβειαν, τῶν δὲ τὴν ἀλογίαν. Οἱ ἐν Νικαίᾳ συνελθόν τες οὐ καθαιρεθέντες συνῆλθον, ἀλλὰ καὶ ὡμολόγη σαν τῆς οὐσίας τοῦ Πατρὸς εἶναι τὸν Υἱόν· οὗτοι δὲ καὶ ἅπαξ καὶ δεύτερον καθαιρεθέντες, καὶ τρίτον ἐν αὐτῇ τῇ Ἀριμήνῳ, γράφειν ἐτόλμησαν, μὴ χρῆναι λέγειν οὐσίαν ἢ ὑπόστασιν ἔχειν τὸν Θεόν. Ἐκ δὴ τούτων σκοπεῖν ἔξεστιν, ἀδελφοὶ, ὡς οἱ μὲν ἐν Νικαίᾳ τῶν Γραφῶν πνέουσι, λέγοντος αὐτοῦ τοῦ Θεοῦ ἐν μὲν τῇ Ἐξόδῳ· Ἐγώ εἰμι ὁ ὤν· διὰ δὲ τοῦ Ἱερεμίου· Τίς ἐστιν ἐν ὑποστήματι αὐτοῦ, καὶ εἶδε