4

ἡμεῖς οἱ ζῶντες. Καὶ δυνάμεις πολλαί εἰσι· Καὶ ἐξῆλθε μὲν πᾶσα ἡ δύναμις Κυρίου ἐκ γῆς Αἰγύπτου. Ἡ δὲ κάμπη καὶ ἡ ἀκρὶς λέγεται δύναμις μεγάλη. Καὶ, Κύριος τῶν δυνάμεων μεθ' ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ. Ἀλλὰ γὰρ τὸ ἰδίους ἡμᾶς εἶναι τοῦ Θεοῦ ἔχομεν, οὐχ ἁπλῶς, ἀλλ' ὅτι καὶ ἀδελφοὺς ἡμᾶς ἐκάλεσεν. Εἰ δὲ καὶ Θεὸν ἀληθινὸν λέγουσι τὸν Υἱὸν, οὐ λυπεῖ ἡμᾶς· γενόμενος γὰρ, ἀληθινός ἐστιν. Αὕτη τῶν Ἀρειανῶν ἡ ἐφθαρμένη διάνοια. Ἀλλὰ καὶ ἐνταῦθα οἱ ἐπίσκοποι, θεωρήσαντες ἐκείνων τὸ δόλιον, συνήγαγον ἐκ τῶν Γραφῶν τὸ ἀπαύγασμα, τήν τε πηγὴν καὶ τὸν ποταμὸν, καὶ τὸν χαρακτῆρα πρὸς τὴν ὑπόστασιν, καὶ τὸ, Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς· καὶ τὸ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Καὶ λευκότερον λοιπὸν καὶ συντόμως ἔγραψαν ὁμοούσιον τῷ Πατρὶ τὸν Υἱόν· τὰ γὰρ προειρημένα πάντα ταύτην ἔχει τὴν σημασίαν. Καὶ ὁ γογγυσμὸς αὐτῶν, ὅτι ἄγραφοί εἰσιν αἱ λέξεις, ἐλέγχεται παρ' αὐτῶν μάταιος, ἐξ ἀγράφων ἀσεβήσαντες· ἄγραφα δὲ τὸ, Ἐξ οὐκ ὄντων, καὶ τὸ, Ἦν ποτε, ὅτε οὐκ ἦν· αἰτιῶνται, ὅτι ἐξ ἀγράφων μετ' εὐσεβείας νοουμένων λέξεων κατεκρίθησαν. Αὐτοὶ μὲν ὡς ἐκ κοπρίας ὄντες, ἐλάλησαν ἀληθῶς ἀπὸ γῆς· οἱ δὲ ἐπίσκοποι, οὐχ ἑαυτοῖς εὑρόντες τὰς λέξεις, ἀλλ' ἐκ Πατέρων ἔχοντες τὴν μαρτυρίαν, οὕτως ἔγρα ψαν. Ἐπίσκοποι γὰρ ἀρχαῖοι πρὸ ἐτῶν ἐγγύς που ἑκατὸν τριάκοντα τῆς μεγάλης Ῥώμης καὶ τῆς ἡμετέρας πόλεως γράφοντες ᾐτιάσαντο τοὺς ποίημα λέγοντας τὸν Υἱὸν καὶ μὴ ὁμοούσιον τῷ Πατρί· καὶ τοῦτο ἐγίνωσκεν Εὐσέβιος ὁ γενόμενος ἐπίσκοπος τῆς Καισαρείας, πρότερον μὲν συντρέχων τῇ Ἀρειανῇ αἱρέσει, ὕστερον δὲ ὑπογράψας ἐν αὐτῇ τῇ ἐν Νικαίᾳ συνόδῳ, ἔγραψε τοῖς ἰδίοις διαβεβαιούμενος, ὅτι καὶ τῶν παλαιῶν τινας λογίους καὶ ἐπιφανεῖς ἐπισκόπους καὶ συγγραφέας, ἔγνωμεν ἐπὶ τῆς τοῦ Πατρὸς καὶ Υἱοῦ θεότητος τῷ τοῦ ὁμοουσίου χρησαμένους ὀνόματι. Τί οὖν ἔτι τὴν Ἀρίμηνον ὀνομάζουσιν, ἐν ᾗ καθῃρέθησαν; Τί παραιτοῦνται τὴν ἐν Νικαίᾳ σύνοδον, ἐν ᾗ καὶ οἱ Πατέρες αὐτῶν ὑπέγραψαν, καὶ ὡμολόγησαν ἐκ τῆς οὐσίας καὶ ὁμοούσιον εἶναι τὸν Υἱὸν τῷ Πατρί; τί περιτρέχουσιν; οὐ γὰρ πρὸς μό νους τοὺς ἐν Νικαίᾳ ἐπισκόπους συνελθόντας, ἀλλὰ γὰρ καὶ πρὸς τοὺς ἑαυτῶν μεγάλους ἐπισκόπους, καὶ πρὸς τοὺς ἰδίους λοιπὸν μάχονται. Τίνων οὖν εἰσι κληρονόμοι καὶ διάδοχοι; πῶς δύνανται λέγειν Πα 26.1041 τέρας τούτους, ὧν οὐκ ἀποδέχονται τὴν ὁμολογίαν τὴν καλῶς καὶ ἀποστολικῶς γραφεῖσαν; Ἐπεὶ, εἰ νομίζουσιν ἀντιλέγειν δύνασθαι, εἰπάτωσαν, μᾶλλον δὲ ἀποκρινάσθωσαν, ἵνα καὶ ἑαυτοῖς περιπίπτοντες ἐλεγχθῶσιν, εἰ πιστεύουσι λέγοντι τῷ Υἱῷ· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· καὶ, Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα; Ναὶ, εἴποιεν ἂν, ἐπειδὴ γέγραπται, πιστεύομεν. Ἀλλὰ καὶ Πῶς ἕν εἰσι, καὶ πῶς ὁ ἑωρακὼς τὸν Υἱὸν ἑώρακε καὶ τὸν Πατέρα, ἐὰν ἐρωτηθῶσιν εἰπεῖν, πάντως που φήσουσι, ∆ι' ὁμοιότητα· εἰ μὴ τέλεον συμπεπτώκασι τοῖς ἀδελφὰ φρονοῦσιν αὐτοῖς, καὶ λεγομένοις Ἀνομοίοις. Ἀλλ' ἐὰν πάλιν ἐρωτηθῶσι, Πῶς ὅμοιος; ἀποθρασυνόμενοι φήσουσιν· Ἀρετῇ τελείᾳ καὶ συμφωνίᾳ τὸ αὐτὸ θέλειν τῷ Πατρὶ, καὶ μὴ θέλειν ὅπερ ὁ Πατὴρ οὐ θέλει. Ἀλλὰ μαθέτωσαν, ὅτι ἐξ ἀρετῆς καὶ τοῦ θέλειν ὁμοι ούμενος τῷ Θεῷ, ἔχει μὲν καὶ τοῦ τρέπεσθαι τὴν προαίρεσιν· οὐκ ἔστι δὲ οὕτως ὁ Λόγος, εἰ μὴ ἄρα ἐκ μέρους καὶ καθ' ἡμᾶς ὅμοιος, ὅτι μὴ καὶ κατ' οὐ σίαν ὅμοιός ἐστι. Ταῦτα δὲ ἴδια ἡμῶν τῶν γενητῶν καὶ κτιστὴν ἐχόντων τὴν φύσιν. Καὶ γὰρ καὶ ἡμεῖς, καίτοι μὴ δυνάμενοι ὅμοιοι κατ' οὐσίαν τοῦ Θεοῦ γενέ σθαι, ὅμως, ἐξ ἀρετῆς βελτιούμενοι, μιμούμεθα τὸν Θεὸν, χαρισαμένου καὶ τοῦτο τοῦ Κυρίου, καὶ λέ γοντος· Γίνεσθε οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν οἰκτίρμων ἐστί. Γίνεσθε τέλειοι, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστι. Τρεπτὰ δὲ τὰ γενητὰ, οὐκ ἄν τις ἀρνήσαιτο, ἀγγέλων μὲν παραβάντων, τοῦ δὲ Ἀδὰμ παρακούσαντος, καὶ πάντων δεομένων τῆς τοῦ Λόγου χάριτος. Τρεπτὸν δὲ ἀτρέπτου ὄντος τοῦ Θεοῦ οὐκ ἂν εἴη ὅμοιον· ὥσπερ οὐδὲ τὸ κτισθὲν τοῦ κτίσαντος. ∆ιὰ τοῦτο περὶ μὲν ἡμῶν σκοπῶν ὁ ἅγιος ἔλε γεν· Ὁ Θεὸς, τίς