Homilia in sanctos patres et prophetas

 Θεὸς λέγει πρὸς αὐτόν· Θέλεις, ὁ ∆αβὶδ, καταπολεμηθῆναι τοὺς ἐχθραίνοντάς σοι; Ὁ δὲ ∆αβίδ· Ναὶ, Κύριε, καὶ πάνυ αὐτοὺς θέλω καταπολεμηθῆναι. Ὁ δὲ Μονο

 συνηγορῶν σοι τὴν ἀλή θειαν. Ὁ δὲ Ναβουθέ· Ναὶ, ∆έσποτα, ἔχω συνήγορον δικαιότατον, ἁρματηλάτην Ἡλίαν· ἡ δὲ δίκη μου συγκροτεῖται μετὰ τῶν ψευδομαρτύρ

 εὐκταιοτάτης φωνῆς· «Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.» Εἶτα, πληρωθείσης

Θεὸς λέγει πρὸς αὐτόν· Θέλεις, ὁ ∆αβὶδ, καταπολεμηθῆναι τοὺς ἐχθραίνοντάς σοι; Ὁ δὲ ∆αβίδ· Ναὶ, Κύριε, καὶ πάνυ αὐτοὺς θέλω καταπολεμηθῆναι. Ὁ δὲ Μονογενής· Καὶ ἐὰν ταῦτα ὑποστῶσιν οἱ ἐχθροί σου, ποῦ σου τὸ ἀμνησίκακον; Πῶς δὲ καὶ δύνασαι ψάλλειν ἀληθεύων· «Κύριε, εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός;» Ὁ δὲ ∆αβίδ· Ναὶ, ∆έσποτα, ὅτι οὕτω ψάλλω ἀληθῆ, ἀλλ' ἐὰν σὺ αὐτοὺς πολεμήσῃς, καὶ διὰ τὰ παρὰ σοῦ γινόμενα πάντα ἄγνωστα καὶ ἀκατάληπτα ὑπάρχει. Οὕτω δέ μοι καὶ ἐνετείλω· Μὴ ἑαυτὸν ἐκδικήσῃς· «Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω αὐτοῖς.» Ὁ δὲ Μονογενής· Καὶ πῶς χρὴ πολεμηθῆναι τοὺς ἐχθραίνοντάς σε; λέγε καὶ φανεροποίει τὴν αἰτίαν. Ὁ δὲ ∆αβίδ· Οὐ χρείαν ἔχεις, ∆έσποτα, ἐρωτήσεως ἢ ὑπομνήσεως, ὢν προ γνώστης καὶ εἰδαίνων τὰ προγνώσεως, καὶ ποίας προαιρέσεως ἔχει γενέσθαι ὁ μέλλων τίκτεσθαι ἄν θρωπος. Οὐδὲ ὑπάρχεις, ὡς εἷς τῶν ἀρχόντων, ἀγνοῶν τοὺς νόμους, ἢ χρῄζων συνηγόρου ἢ συγκαθ έδρου, οἳ πρὸς ἓν ἕκαστον κεφάλαιον ἀποφαίνοντες. Σὺ γὰρ εἶ σύνθρονος τοῦ Πατρὸς, τῶν νόμων εὑρε τὴς, τῶν σοφῶν διορθωτὴς, τῆς δικαιοσύνης χορηγὸς, τῶν καταπονουμένων ὑπερασπιστὴς, τῶν συκοφαντουμένων ἔκδικος. Τὴν γὰρ Σουσάνναν συκοφαντη θεῖσαν ὑπὸ τῶν ἀκολάστων γερόντων ἐῤῥύσω ἀπὸ τοῦ θανατικοῦ ψηφίσματος, ἀποστείλας εἰς δικολογίαν τὸν σοφὸν καὶ ἀνάργυρον ῥήτορα ∆ανιήλ. Ἐπεὶ οὖν πάντων ἔχεις γνῶσιν, καὶ ἐπίστασαι, πῶς χρὴ αὐτοὺς πολεμηθῆναι· εἰ δὲ ἐπιτρέπεις μοι, λέγω· εἰμὶ γὰρ δοῦλος τῆς σῆς φιλανθρωπίας, καὶ τοῦτο ἀχρεῖος, καὶ οὐ δύναμαι ἀντιπρᾶξαι τῇ κελεύσει σου. Ὁ δὲ Μονογενής· Ἐπιτρέπω σοι, καὶ εἰπὲ ἀτρόμως καὶ ἀνυπεσταλμένως. Ὁ δὲ ∆αβίδ· «Ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ, καὶ ἀνάστηθι εἰς τὴν βοήθειάν μου.» Ὁ δὲ Μονογενής· Καὶ ποίου ὅπλου ἔχω ἐπιλαβέσθαι, ἢ ποίου θυρεοῦ; Πῶς δὲ ἔχω ἀναστῆναι εἰς βοήθειάν σου; Μὴ ἆρα ἐκείνου τοῦ ὅπλου ἢ ἐκείνου τοῦ θυρεοῦ ἔχω ἐπιλαβέσθαι, ὃν ἀφείλου ἀπὸ τοῦ ἀλλοφύλου Γολιὰθ, ὃν καὶ ἐπάταξας ἐπὶ τῇ κοιλάδι, ἐμοῦ ὁδηγήσαντος τὸν λίθον εἰς τὸ ἀσημείωτον καὶ ἀφώτιστον αὐτοῦ πρόσωπον; Ἀλλ' ἴσθι τοῦτο σαφῶς, ὅτι ἐγὼ τούτων τῶν ὅπλων πάντη καὶ καθόλου χρείαν οὐκ ἔχω. Ἐὰν δὲ καὶ συσχῶ τὸ πνεῦμα, τελευτᾷ πᾶσα σὰρξ κινουμένη ἐπὶ τῆς γῆς. Ὁ δὲ ∆αβίδ· Οἶδα καὶ ἐγὼ, ∆έσποτα, ὅτι τούτων τῶν ὅπλων χρείαν οὐκ ἔχεις, ὢν βασιλεὺς κραταιὸς, παντοδύναμος, ἀκατα μάχητος, διαιωνίζων. Ἱκετεύω δὲ τὴν ἀσύγκριτον ἀγαθωσύνην σου ἐπιλαβέσθαι ὅπλου καὶ θυρεοῦ, τουτέστιν, ἐνανθρωπήσεως καὶ πάθους· ἀναστῆναι δέ μοι εἰς βοήθειαν τῇ τρίτῃ ἡμέρᾳ. Ὁ δὲ Μονογενής· Καὶ σὺ πόθεν οἶδας ταῦτα τὰ θεῖα καὶ ἀπόκρυφα μυστήρια, «εἰς ἃ ἐπιθυμοῦσιν οἱ ἄγγελοι παρακύψαι;» Ὁ δὲ ∆αβίδ· Ἔλαβον αὐτῶν τὴν γνῶσιν παρὰ τοῦ ἁγίου παρακλήτου Πνεύματος. Ὁ δὲ Μονογενής· 28.1068 Μεθ' ὧν οἶδας ταῦτα, εἰπὲ, εἴ τι καὶ ἄλλο ἔχεις· ἀκούσομαι γάρ σου καὶ περὶ αὐτοῦ εὐμενῶς καὶ δι καίως. Ὁ δὲ ∆αβίδ· «Εἶπον τῇ ψυχῇ μου, Σωτηρία σου εἰμί.» Ὁ δὲ Μονογενής· Τοῦτο ἔχεις, καὶ θάρσει· σώσω γάρ σου τὴν ψυχὴν διὰ τῆς ἐνανθρω πήσεώς μου καὶ τοῦ πάθους. Ὁ δὲ ∆αβίδ· «Ἐθαρσοποιήθην λίαν· καὶ παραυτὰ ἀνθυποφέρει· «Κύριε, τίς ὅμοιός σοι; ὁ δὲ Μονογενής· Ὁ Πατήρ. Ὅθεν καί φημι· «Ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν Πατέρα μου.» Πορεύου ἐν εἰρήνῃ, ἀπεκδεχόμενος τῶν ἐπαγγελιῶν τὴν μακαρίαν ἐλπίδα. Οὐκοῦν ἀπολυθέντων τούτων ἐφοδίων, οἱ ἄγγελοι τοῦ Θεοῦ ἐξελθόντες κεκράγασιν μεγάλῃ τῇ φωνῇ· Εἴ τις καὶ ἄλλος ἔχει δίκην τῶν προφητῶν, εἰσερχέ σθω ἀκωλύτως, συνηγορῶν τὴν ἀλήθειαν. Πρὸς τὴν παρακέλευσιν εἰσέρχεται Ναβουθὲ ὁ Ἰσραηλίτης, ὃν καὶ θεασάμενος αὐτὸν ὁ Μονογενὴς λέγει· Σὺ δὲ με τὰ τίνος ἔχεις, ἢ μετὰ τίνα βούλῃ δικάσασθαι; Εἰ δὲ αὐτὸς δι' αὐτοῦ οὐ δύνασαι εἰσηγήσασθαι τὴν ὑπό θεσιν τοῦ πράγματός σου, ἔχεις δὲ δικολόγον, καὶ αὐτὸς εἰσερχέσθω ἀκωλύτως,

2