Homilia in sanctos patres et prophetas

 Θεὸς λέγει πρὸς αὐτόν· Θέλεις, ὁ ∆αβὶδ, καταπολεμηθῆναι τοὺς ἐχθραίνοντάς σοι; Ὁ δὲ ∆αβίδ· Ναὶ, Κύριε, καὶ πάνυ αὐτοὺς θέλω καταπολεμηθῆναι. Ὁ δὲ Μονο

 συνηγορῶν σοι τὴν ἀλή θειαν. Ὁ δὲ Ναβουθέ· Ναὶ, ∆έσποτα, ἔχω συνήγορον δικαιότατον, ἁρματηλάτην Ἡλίαν· ἡ δὲ δίκη μου συγκροτεῖται μετὰ τῶν ψευδομαρτύρ

 εὐκταιοτάτης φωνῆς· «Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.» Εἶτα, πληρωθείσης

συνηγορῶν σοι τὴν ἀλή θειαν. Ὁ δὲ Ναβουθέ· Ναὶ, ∆έσποτα, ἔχω συνήγορον δικαιότατον, ἁρματηλάτην Ἡλίαν· ἡ δὲ δίκη μου συγκροτεῖται μετὰ τῶν ψευδομαρτύρων. Ὅθεν ἀρ χόμενος τοῦ πράγματός μου λέγω κατὰ τὸ ἑξῆς· «Ἀναστάντες μοι μάρτυρες ἄδικοι, ἃ οὐκ ἐγίνωσκον ἠρώτων με,» διαβεβαιούμενοι ὅτι ηὐλόγησα Θεὸν καὶ βασιλέα· οὓς καὶ ἐξετάζων ὁ Κύριος ἔφη· Εἴπατέ μοι φιλαλήθως, τίς ὑμᾶς ἠνάγκασε συκοφαντῆσαι τὸν ἐμὸν δοῦλον καὶ νομοφύλακα; Οἱ δὲ ἀπ εκρίνοντο· Ἀχαὰβ καὶ ἡ γυνὴ αὐτοῦ Ἰεζαβέλ. Ὁ δὲ Μονογενής· Ἔστω οὖν ὁ Ἀχαὰβ ἐν τῷ πολέμῳ τοξευόμενος βέλει εὐθυβόλῳ κατὰ τοῦ ἥπατος, ἢ μᾶλλον κατὰ τοῦ πνεύμονος, τοῦ ἀδίκως ἀναπνεύσαντος εἰς τὴν πλεονεκτικὴν ἐπιθυμίαν. Ἡ δὲ Ἰεζαβὲλ ἔστω ῥιπτομένη ἐν οἰκοπέδῳ, γενέσθω δὲ κυνῶν τάφος. Ὁ δὲ Ναβουθὲ κληρονομήτω ἀντὶ τοῦ ἐξαφανιζομένου ἀμπελῶνος τὴν τρυφὴν τοῦ παραδείσου καὶ τῆς αἰωνιότητος. Ὑπομνηματισθείσης δὲ ταύτης ἀποφάσεως, εἰσέρχεται ὁ μεγαλοφωνότατος Ἡσαΐας κεκραγώς· Κύριε, ἄκουσον ἐμοῦ εὐμενῶς καὶ δικαίως. Ὁ δὲ Μονογενής· Λέγε κατὰ τοῦ ἀδικήσαντός σε, μᾶλλον σὺ ὢν προφήτης δίκαιος, πνευματικὸς, ἱκανὸς ἑαυτῷ συστήσασθαι τὴν ὑπόθεσιν τοῦ πράγματός σου. Ὁ δὲ προφήτης· Ἔχω δίκην μετὰ τοῦ Μανασσῆ, ἐπεὶ ἐμοῦ σπουδαίως καὶ ἀόκνως κηρύσσοντος τὸν θεῖον καὶ θεόπνευστον λόγον, αὐτὸς ἀσυμπαθῶς καὶ ἀν ελεημόνως ξυλίνῳ πρίονί με ἀνεῖλεν. Ὁ δὲ Μονογε νής· Εἰ τοῦτο ἐποίησεν ὁ Μανασσῆς, παραδιδόσθω τοῖς Χαλδαίοις εἰς αἰχμαλωσίαν, καὶ ἐμπαιγμὸν καὶ σφαγήν· ἵνα μάθωσιν οἱ βασιλεῖς τοὺς ἐμοὺς προφήτας μὴ ὑβρίζειν, ἢ ἀποκτείνειν, ἀλλὰ τιμᾷν καὶ μεγαλύνειν· ἐνθυμούμενοι, ὅτι δι' ἐμοῦ πᾶς βασιλεὺς βασιλεύει, καὶ οἱ δυνάσται γράφουσι δικαιο 28.1069 σύνην. Σὺ μὲν ἀντὶ τῆς ἐπιγείου Ἱερουσαλὴμ τὴν ἐπουράνιον μητέρα τῶν πρωτοτόκων οἴκει· κἀκεῖνος δὲ τὸν τόπον, «ἐξ οὗ ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός.» Περαιωθείσης δὲ καὶ ταύτης τῆς ἀποφάσεως, εἰσέρχεται ὁ θαυμασιώτατος Ἱερεμίας, ὃν καὶ θεασάμενος ὁ Μονογενὴς λέγει· Σὺ δὲ μετὰ τίνος ἔχεις, ἢ μετὰ τίνος βούλεσαι δικάσασθαι; Ὁ δὲ Ἱερεμίας· Ἔχω δίκην μετὰ τῶν Ἰουδαίων, βούλομαι δὲ δικάσασθαι ἐπὶ σοῦ τοῦ ἀπροσωπολήπτου ∆εσπότου. Ὁ δὲ Μονογενής· Καὶ τί κατηγορεῖς τοὺς ὁμοφύλους σου; Ὁ δὲ προφήτης· Κατηγορῶ αὐτοὺς, ἐπεὶ ἀνταπέδωκάν μοι ἀντὶ τῶν καλῶν κακὰ, ἀντὶ δὲ τῶν ἀγαθῶν πονηρά. Ἐμοῦ εὐχομένου ὑπὲρ ὑγείας αὐτῶν καὶ σωτηρίας, αὐτοὶ ἐβουλεύσαντο φαρμάκῳ με ἀνελεῖν, ἐγκρύψαντες αὐτὸ μετὰ πολλοῦ δόλου εἰς τὸν ἄρτον μου. Ὁ δὲ Μονογενής· Καὶ τί αὐτοῖς θέλεις γενέσθαι; Ὁ δὲ προφήτης· Ἐκεῖνο αὐτοῖς ποίησον τὸ γεγραμμένον ἐν ταῖς Παροιμίαις· «Ὁ ἀνταποδιδοὺς κακὸν ἀντὶ ἀγαθοῦ, οὐ κινηθήσεται κακὰ ἐκ τοῦ οἴκου αὐτοῦ.» Ὁ δὲ Μονογενής· Οὐδὲν ἄτοπον ἐζήτησας. Ἴδε οὐ κινοῦνται κακὰ ἐκ τοῦ οἴκου τῶν Ἰουδαίων τῆς Ἱερουσαλὴμ, ἕως ἂν ἐκ θεμελίων ἐρημωθῇ. Σὺ δὲ ἀναπαύου ἐν τοῖς ἀστενώτοις κόλποις τοῦ προπάτορος Ἀβραάμ. Περαιωθείσης καὶ ταύτης τῆς ἀποφάσεως, εἰσέρχεται ὁ προφήτης Ζαχαρίας κεκραγώς· Κύριε, ἄκουσον καὶ ἐμοῦ εὐμενῶς καὶ δικαίως. Ὁ δὲ Μονογενής· Λέγε κατὰ τῶν ἀδικησάντων σε. Ὁ δὲ Ζαχαρίας· Εἰσὶν οἱ ἀδικήσαντές με οἱ ἀρχιερεῖς καὶ οἱ νομοδιδάσκαλοι. Ὁ δὲ Μονογενής· Καὶ τί τοιοῦτό σε ἠδίκησαν οἱ ἀρχιερεῖς καὶ οἱ νομοδιδάσκαλοι; Ὁ δὲ Ζαχαρίας· Ἐφόνευσάν με μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. Ἐπάγη δὲ καὶ τὸ αἷμά μου ἐπὶ τῆς πέτρας, πρὸς ἔλεγχον τῆς μιαιφόνου αὐτῶν γνώμης. Ὁ δὲ Μονογενής· Τοίγαρ καὶ αὐτοὶ ἀποθνησκέτωσαν ὑποκάτω τοῦ θυσιαστηρίου παρὰ τῶν Ῥωμαίων· δι' ὧν δέ τις ἁμαρτάνει, διὰ τούτων καὶ κολάζεται· καὶ οἵῳ τις μέτρῳ μετρήσει τῷ πλησίον αὐτοῦ, τοιούτῳ αὐτῷ ἀντιμετρηθήσεται οὐρανόθεν δικαίως. Ἐκείνων δὲ παθόντων τὰ ἴσα καὶ ὧν ἦσαν ἄξιοι, σὺ δὲ εἰσέρχου εἰς τὸν νοητὸν νυμφῶνα, ἐπακούων παρ' ἐμοῦ τῆς

3