1

 2

 3

3

Ἀδάμ. ∆ιὰ τὸν Ἀδὰμ ὁ ἀσώματος ἐν σώματι. ∆ιὰ τὸ σῶμα ἔλαβε νέφος τὸ σῶμα ὁ Λόγος, ἵνα μὴ καταφλέξῃ τὰ ὁρώμενα. Συγκατέβη σαρκὶ, ἵνα καὶ ἡ σὰρξ ἐκείνῳ συνεπαρθῇ. Ὁ ἀόρατος ἐν ὁρατῷ, ἵν' ὑποδύῃ τὰ ὁρώμενα. Ὡς ἄνθρωπος, ὑπὸ χρόνον· ὡς Θεὸς, πρὸ χρόνων. Τὸ, «ὡς,» οὐχ ὁμοιώσει, ἀλλ' ἀληθείᾳ κατ' ἀμφότερα Θεὸς καὶ ἄνθρωπος. Θεὸς ἦν, ἅνθρωπος ἐγένετο κατ' οἰκονομίαν. Οὐ πρότερον τὸ, «ἐγένετο,» καὶ τότε τὸ, «ἦν·» ἀλλὰ πρότερον τὸ, «ἦν,» καὶ 31.1496 τότε τὸ, «ἐγένετο.» Μὴ οὖν ἀναιρείτω τὸ δι' οἰκονομίαν τοῦ Μονογενοῦς τὴν θεότητα. Ταῦτα γὰρ αἱρετικῶν ἐκκλίσεις, καὶ Μανιχαίων μανίαι. «Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός.» Ἐγεννήθη διὰ γυναικὸς, ἵνα τοὺς γεννηθέντας ἀναγεννήσῃ. Ἐσταυρώθη ἑκὼν, ἵνα τοὺς μὴ σταυρωθέντας ἑκοντὶ καθέλῃ. Ἀπέθανεν ἑκὼν, ἵνα τοὺς ἀκουσίως ἀποθανόντας ἐγείρῃ. Ἐπεδέξατο ὃν οὐκ ἐπεδέχετο θάνατον, ἵνα τοὺς ὑπὸ θανάτου ζωοποιήσῃ. Κατέπιεν ὁ θάνατος ἀγνοῶν· καταπιὼν ἔγνω ὃν κατέπιεν. Κατέπιε ζωὴν, κατεπόθη ὑπὸ ζωῆς. Κατέπιε τὸν ἕνα μετὰ πάντων, ἀπώλεσε διὰ τὸν ἕνα τοὺς πάντας. Ἥρπασεν ὡς λέων, συνεθλάσθη τοὺς ὀδόντας. ∆ιὰ τοῦτο καὶ ὡς ἀσθενὴς καταφρονεῖται. Οὐκέτι γὰρ ὡς λέοντα φοβούμεθα, ἀλλ' ὡς δορὰν πατοῦμεν. Ἡ τοῦ Μονογενοῦς ἐκ Πατρὸς γέννησις σιωπῇ τιμάσθω. Οἶδε γὰρ αὐτὸς ὁ γεγεννηκὼς, καὶ ὁ γεγεννημένος. Εἰδέναι γὰρ ὀφείλομεν ἃ χρὴ λαλεῖν, καὶ ἃ χρὴ σιωπᾷν. Οὐ πάντα ῥητὰ τῇ γλώττῃ, ἵνα μὴ ὁ νοῦς, καθάπερ ὀφθαλμὸς ὅλον τὸν ἥλιον θέλων ὁρᾷν, ἀπολέσῃ καὶ ὃ ἔσχε φῶς. Ἐν γὰρ τούτῳ γινώσκεις, ἐὰν γνῷς, ὅτι μὴ κατείληφας. Ἐκείνην μὲν οὖν τὴν γέννησιν, ἄῤῥητον οὖσαν, σιωπῇ τιμήσωμεν. Ἐὰν δὲ καὶ περὶ ταύτην ἀτονήσωμεν, μὴ λυπηθῶμεν. Ἐκείνη μὲν γὰρ φοβερὰ διὰ τὴν φύσιν, αὕτη δὲ δυσερμήνευτος διὰ τὸ ξένον. Ὁ Ἰωάννης φωνὴ μὲν ἐλέγετο βοῶντος ἐν τῇ ἐρήμῳ, ἄνθρωπος δὲ ἦν τὴν φύσιν. Μὴ οὖν ἀναίρει διὰ τὸ ὄνομα τοῦ Λόγου τὴν τοῦ Μονογενοῦς ὑπόστασιν. Ἀλλ' ἴσως φῄς· ∆ιὰ τί οὖν ἐκ δεξιῶν καθήμενος ἐντιμότερός ἐστιν; Ἀλλ' εἰ μὲν δι' ἑαυτοῦ τὴν τιμὴν εἶχεν, ἐντιμότερος· εἰ δὲ λαβὼν παρὰ τοῦ γεννήσαντος, τοῦ δεδωκότος ἡ χάρις. Οὐκ ἦν ἄλλος Υἱὸς, ἵνα ἐξ ἀριστερῶν καθίσῃ. Εἷς ἀγέννητος ὁ Θεὸς, εἷς καὶ ὁ τούτου Μονογενὴς, Υἱὸς καὶ Θεός. Ἔπρεπεν οὖν μὴ τὸν Υἱὸν ὀρέγειν τῷ Πατρὶ τὴν δεξιὰν, ἀλλὰ τὸν Πατέρα τῷ Υἱῷ. ∆ηλαδὴ ἀφωρισμένης τῆς παρ' ἡμῖν φύσεως, ἀφόρισον καὶ τὰ νοήματα. Ὁ μὲν γὰρ παρ' ἡμῖ πατὴρ ἐξ ἄλλου πατρὸς, καὶ χρόνων δεῖται, καὶ ἀνα- τροφῆς, καὶ αὐξήσεως, καὶ ἄλλης ἐπιμελείας, καὶ οὐχ ὅπερ βούλεται πατὴρ γεννᾷ· ὁ δὲ Θεὸς, σύνδρομον ἔχων τῇ βουλήσει τὴν δύναμιν, ἐγέννησεν ἄξιον ἑαυτοῦ, ἐγέννησεν ὡς αὐτὸς οἶδεν· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.