1

 2

 3

2

Εἰς τοῦτον κατάχρησαι τῇ φιλανθρωπίᾳ· τούτῳ χάρισαι, καὶ πληρώσεις ἔλεον μετὰ κρίσεως. Οὐ γὰρ κοινωνήσει πλεονεξίᾳ Θεὸς, οὐδὲ λῃστῶν καὶ ἁρπάγων κοινωνὸς ὁ Κύριος· οὐδὲ ὡς ἀδύνατος τρέφειν τοὺς πένητας, ἡμῖν κατέλιπεν αὐτούς· ἀλλὰ τὴν δικαίαν καὶ φιλάνθρωπον καρποφορίαν παρ' ἡμῶν ζητῶν, εἰς ἡμετέραν εὐεργεσίαν. Ἐλεη-μοσύνη ἐξ ἀδικίας οὐ γίνεται, οὐδὲ ἐκ κατάρας εὐλογία, οὐδὲ ἐκ δακρύων εὐεργεσίαι. Λέγει ὁ Θεὸς τοῖς τὰ δάκρυα κινοῦσι τῶν ἀδικουμένων, ὅτι Ἃ ἐμίσουν, ἐποιεῖτε, ἐκαλύπτετε δάκρυσι τὸ θυσιαστήριόν μου, καὶ κλαυθμῷ καὶ στεναγμῷ. Ἐκ πόνων ἐλέησον, καὶ μὴ θέλε ἀδικεῖν, προφασιζόμενος ἐξ ἀδικίας τῷ Θεῷ προσάγειν τὸν ἔλεον. Κενοδοξία τὰ τοιαῦτα, καὶ πρὸς τοὺς ἐξ ἀνθρώπων ἐπαίνους, οὐ πρὸς τὸν ἔπαινον τὸν ἐκ Θεοῦ ἐνορῶντα. ∆ιὰ τοῦτο καλῶς ὁ Κύριος μὴ πρὸς τὸ θεαθῆναι, φησὶν, ὑπὸ ἀνθρώπων. Ἐὰν γὰρ ὡς Θεοῦ τὴν ἐλεημοσύνην ὁρῶντος ποιῇς αὐτὴν, φυλάξῃ μὴ ποιεῖν αὐτὴν ἐκ πλεονεξίας, εἰδὼς, ὅτι τὸν ἐπόπτην Θεὸν οὐκ εὐφραίνεις. Οὕτως ἐλεημοσύνην ποιῶμεν, ἵνα ἀπολάβωμεν παρὰ Θεοῦ. Ἀποδίδωσι δὲ ὁ Θεὸς ἐκείνοις, οὓς ἐπαινεῖ· ἐπαινεῖ δὲ πλεονέκτην οὐδένα. Οὐκ ἔστι σοι δῶρα προσενεγκεῖν Θεῷ, ἐὰν λυπήσῃς τὸν ἀδελφόν. Ἐὰν προσφέρῃς, φησὶ, τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς, ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ὕπαγε πρῶτον, διαλλάγηθι τῷ ἀδελφῷ σῷ, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. Μέμνησο τοῦ τελώνου Ζακχαίου, ὃς, προθέμενος ἀποδοῦναι τετραπλάσιον, εἴ τι ἐσυκοφάντησεν, οὕτω τῶν ὑπολειπομένων χρημάτων τὰ ἡμίση πτωχοῖς ἀπεμέρισεν. Ἤδει γὰρ, ὅτι Χριστὸν ὑποδέξασθαι βούλεται, καὶ οὐκ ἄλλως ἀποδέξεται Χριστὸς τὰς εἰς τοὺς πτωχοὺς φιλοτιμήσεις, εἰ μὴ λυθεῖεν αἱ κατὰ τῶν ἀδικηθέντων πλεονεξίαι. Καὶ οὕτως ὁ Κύριος ἀπεδέξατο τοῦ Ζακχαίου τὴν ὀρθότητα, καὶ ἔφη· Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο. Καὶ 31.1712 ταῦτα μὲν πρὸς τοὺς ἐλεημοσύνας ποιοῦντας, ἰσότητος δὲ μὴ προνοουμένους. Πρὸς δὲ τὸν ἀδικεῖν μὲν φυλαττόμενον, ἐλεεῖν δὲ ἀμελοῦντα, λέγομεν, ὅτι Πᾶν δένδρον μὴ ποιοῦν καρπὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται, καὶ οὐδέποτε τὸ τοιοῦτο δένδρον ἀρέσει τῷ ἐπουρανίῳ γεωργῷ τῷ λέγοντι, ὅτι Ἦλθε ζητῶν καρπὸν ἐν τῇ συκῇ, καὶ οὐχ εὗρε, καὶ κελεύοντι αὐτὴν ἐκκόπτεσθαι, ἵνα μὴ καὶ τὸν τόπον κατασχολῇ. Κατεγνωσμένος δὲ παρὰ Θεῷ φαίνεται καὶ ὁ τὸ ἐνεχύρασμα τῷ πένητι μὴ ἀποδιδοὺς, καὶ ἀπειλὴ κατὰ τοῦ τοιούτου γίνεται. Ὅτι, φησὶ, κεκράξεται πρὸς μὲ ὁ τὸ ἐνέχυρον μὴ ἀπολαβὼν, καὶ ἐπακούσομαι αὐτοῦ. Ἐλεήμων γάρ εἰμι. ∆εινὸν δὲ καὶ παράνομον ἦν καὶ τὸν θερισμὸν ἐπεκθερίζειν, καὶ τὸν ἀμπελῶνα ἐπανατρυγᾷν, καὶ τὸν ἐλαιῶνα καλαμᾶσθαι, ὅτι ταῦτα πτωχοῖς ἔδει καταλείπεσθαι. Εἰ δὲ ταῦτα τοῖς ἐν νόμῳ προσετέτακτο, τί ἐροῦμεν περὶ τῶν ἐν Χριστῷ; πρὸς οὓς λέγει Κύριος· Ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλεῖον τῶν Γραμματέων καὶ τῶν Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ∆ιὰ τοῦτο οὐ μόνον ἐξ ἀγρῶν καὶ προσόδων, ἀλλὰ καὶ ἐκ τῆς τῶν χειρῶν ἐργασίας μεταδιδόναι τοῖς μὴ ἔχουσιν ὁ Ἀπόστολος παραινεῖ· Ἐργαζόμενοι φησὶ, τὸ ἀγαθὸν ταῖς χερσὶν, ἵνα ἔχητε μεταδιδόναι τῷ χρείαν ἔχοντι. Τῷ δὲ ἀκολουθεῖν βουλομένῳ, καὶ πᾶσαν πιπράσκειν τὴν οὐσίαν εἰς εὐεργεσίαν πενήτων ὁ Κύριος εἰσηγήσατο, καὶ οὕτως ἀκολουθεῖν αὐτῷ· τοῖς μὲν ἀκολουθηταῖς καὶ τελείοις τὴν ἀθρόον καὶ τελείαν τῶν ἐλεημοσυνῶν πλήρωσιν ἐπιτάττων, ἵνα, πληρώσαντες τὴν διὰ χρημάτων λειτουργίαν, ἐπὶ τὴν διὰ λόγου καὶ πνεύματος μεταβῶσι· τοῖς δὲ λοιποῖς τὰς, ἐξ ὧν ἔχουσι, μεταδόσεις καὶ κοινωνίας διηνεκεῖς παραγγέλλων, ἵνα διὰ τούτων εὑρεθῶσι Θεοῦ φιλανθρωπίας μιμηταὶ, ἐλεοῦντές τε καὶ μεταδιδόντες καὶ χαριζόμενοι. ∆ίδοτε γὰρ, φησὶ, καὶ δο- θήσεται ὑμῖν. ∆ιὰ τούτων δὲ καὶ τὴν πρὸς ἑαυτὸν κοινωνίαν ἑαυτοῖς ἐπηγγείλατο. Οὗτοι γάρ εἰσιν οἱ ἐκ δεξιῶν ἱστάμενοι τοῦ Κυρίου, πρὸς οὓς ἐρεῖ παραγενόμενος ὁ