1

 2

 3

3

βασιλεύς· ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμέ- νην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.

Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· γυμνὸς ἤμην, καὶ περιεβάλετέ με· ξένος, καὶ συνηγάγετέ με· ἀσθενὴς καὶ ἐν φυλακῇ, καὶ ἤλθετε πρὸς μέ. Θαυμασάντων δὲ τῶν δικαίων καὶ εἰπόντων· Πότε ταῦτα ἐποιήσαμεν εἰς σὲ, Κύριε; ἐρεῖ πρὸς αὐτούς· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ 31.1713 ἐποιήσατε. Ἡ γὰρ εἰς τοὺς ἁγίους προθυμία εἰς Χριστόν ἐστιν εὐσέβεια, καὶ ὁ πρὸς τὸν πτωχὸν πρόθυμος ὑπηρέτης εὑρίσκεται Χριστοῦ κοινωνός· οὐ μόνον, εἰ μεταδοίη τι μέγα ἔχων, ἀλλ' εἰ καὶ μικρὸν κεκτημένος, τοῦτο προσάγοι, καὶ εἰ ποτήριον ψυχρὸν μόνον ποτίσειε τὸν μαθητὴν εἰς ὄνομα μαθητοῦ. Ἡ γὰρ τῶν μαθητῶν ἔνδεια κατὰ τὸν κόσμον ἀληθινοῦ σοι πλούτου πρόφασις, ὦ πλούσιε. ∆ιὰ γὰρ τούτων εὑρίσκῃ Χριστοῦ συνεργός· στρατιώτας τρέφεις Χριστοῦ, καὶ τρέφεις ἑκὼν, οὐκ ἀναγκαζόμενος. Ὁ γὰρ οὐράνιος βασιλεὺς οὐκ ἐπαναγκάζει, οὐδὲ ἀπαιτεῖ τελέσματα, ἀλλὰ δέχεται τοὺς προθυμουμένους, ἵνα διδόντες λάβωσι, καὶ τιμήσαντες τιμηθῶσι, καὶ κοινωνήσαντες τῶν προσκαίρων, εἰς κοινωνίαν τῶν αἰωνίων κληθῶσι. Ταῦτα ἡμῖν ἐν παντὶ καιρῷ διὰ μνήμης ἔστω, καὶ πρὸ ὀφθαλμῶν τῆς ψυχῆς, ἵνα μὴ παραλίπωμεν τὸν ἐμπεσόντα καιρὸν, μηδὲ ὑπερθέμενοι τὸν παρ-όντα, ἕτερον ἀναμείνωμεν, μήποτε ἐν τῷ μένειν καὶ ἀναβάλλεσθαι τῷ τέλει καταληφθῶμεν. ∆ῴη δὲ ὁ Κύριος ἐγκάρπους ἡμᾶς καὶ γρηγοροῦντας καὶ τῶν ἐντολῶν αὐτοῦ μεμνημένους εἰς τὴν ἀπάντησιν αὐτοῦ τὴν ἔνδοξον ἑτοίμους καὶ ἀνεμποδίστους εὑρεθῆναι, ἐν αὐτῷ τῷ Χριστῷ καὶ Θεῷ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.