1

 2

 3

2

ἐν τῷ πλήθει, ἀλλὰ μετὰ τῆς δυάδος Τριάδα πληροῖ, καὶ κτίσεως ἀπηλλοτρίωται, καὶ πλεῖστον ὑπερέχει, ἅτε δὴ ἁγιάζον τὴν κτίσιν καὶ ζωοποιοῦν, καὶ χρίσμα ἐφ' ἡμῖν ὂν, ἤδη δὲ καὶ ἐν αὐτῇ τῇ τοῦ Κυρίου σαρκί.

Οὐ δήπου δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς διὰ κτίσματος ἁγιάζεται, ὡς λέγει ὁ Πέτρος· «Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲτ, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι ἁγίῳ καὶ δυνάμει.» Οὐδὲ διὰ κτίσματος δύναται· λέγει δέ· «Ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια.» Οὐδὲ ὑπὸ κτίσματος ἄγεται· γέγραπται γὰρ, ὅτι «Ἤγετο ἐν τῷ Πνεύματι εἰς τὴν ἔρημον.» Ἀξίωμα μὲν τοῦ Θεοῦ προφῆται παλαιοὶ κεκράγασι· «Τάδε λέγει Κύριος·» οἱ δὲ νέοι προφῆται· «Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον·» καὶ οἱ ἀπόστολοι· «Ἔδοξε τῷ ἁγίῳ Πνεύματι καὶ ἡμῖν.» ∆ιόπερ καὶ ὁ Ἀπό στολος, δεικνύων, ὅτι θεῖα ῥήματα φθέγγεται, ποτὲ μὲν λέγει· «Ἢ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦν τος Χριστοῦ;» ποτὲ δὲ, «∆οκῶ Πνεῦμα Θεοῦ ἔχειν.» Πλήρης δὲ καὶ ἡ παλαιὰ Γραφὴ τῆς τοῦ Πνεύματος 31.1433 δοξολογίας. «Τῷ λόγῳ Κυρίου, φησὶν ὁ Ψαλμῳδὸς, οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.» Καὶ ἐν τῇ βίβλῳ τοῦ Ἰὼβ γέγραπται· «Πνεῦμα δὲ θεῖον τὸ ποιῆσάν με.» Ὥσπερ δὲ Λόγον ἕτερον παρὰ τὸν Υἱὸν οὐκ ἔστιν ὑποθέσθαι, ᾧ ἐγένοντο οἱ οὐρανοὶ (ἦ γὰρ ἂν οὐκέτι διὰ τοῦ Κυρίου γεγονότες εἶεν, εἴπερ δι' ἑτέρου λόγου γεγόνασιν)· οὕτως οὐδὲ Πνεῦμα ἕτε ρον ἔστιν ὑποθέσθαι, τὸ μετὰ τοῦ Λόγου στερεοῦν τὰς δυνάμεις τῶν οὐρανῶν. Πνεῦμα δὲ στόματος ἀκούοντες, οὐκ ἀνθρωπίνως ἀκούομεν, ἀλλ' ὡς ἐπὶ Θεοῦ πρέπον ἐστὶν, ὥσπερ καὶ τὸν Λόγον. Οὔτε γὰρ ὁ Λόγος ῥῆμα διαλυόμενον, ἀλλ' ὡς ὁ ψαλμῳδός φη σιν· «Εἰς τὸν αἰῶνα, Κύριε, ὁ Λόγος σου διαμένει ἐν τῷ οὐρανῷ.»

Οὔτε τὸ Πνεῦμα διαχεομένη τίς ἐστι πνοὴ, ἀλλ' ἑστῶσα καὶ μένουσα. «Ποῦ γὰρ πο ρευθῶ ἀπὸ τοῦ Πνεύματός σου;» φησὶν ὁ ∆αβὶδ, ὄντος δηλαδὴ, καὶ πεπληρωκότος τὰ σύμπαντα, καὶ ἐν ἀξίᾳ θεϊκῇ καθεστῶτος. Ὅπερ γὰρ εἶπε περὶ τοῦ Πνεύ ματος, τοῦτο καὶ περὶ προσώπου λέγει Θεοῦ, καὶ περὶ δεξιᾶς αὐτοῦ φάσκων ἑξῆς· «Καὶ ἀπὸ τοῦ προσ ώπου σου ποῦ φύγω; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει· ἐὰν ἀναλάβω τὰς πτέρυγάς μου κατ' ὄρθρον, καὶ κατα σκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης· καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου.» Καὶ φωνὴ Θεοῦ περὶ ἑαυτοῦ τε καὶ Πνεύματος τοῦτο λέγει· «Ἐγώ εἰμι ἐν ὑμῖν, φησὶ Κύριος, καὶ τὸ Πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν.» Οὔτε οὖν ἀλλότριον τῆς τοῦ Θεοῦ δόξης τὸ Πνεῦμα, ἐκ τοῦ ἀῤῥήτου στόματος ἀῤῥήτως ἐκπεφηνός· οὔτε αὐτὸς ὁ Θεὸς ἄνευ Πνεύματος, ἀλλὰ Θεοῦ Πνεῦμα, καὶ παρὰ Θεῷ, ἀποστελλόμενον δὲ παρὰ Θεοῦ, καὶ διὰ Υἱοῦ χορηγούμενον· ὡς λέγεται μὲν ἐκ τοῦ πατρι κοῦ προσώπου· «Τὸ Πνεῦμα τὸ ἐμὸν, ὅ ἐστι ἐπὶ σοί·» λέγεται δὲ ὑπὸ τοῦ Κυρίου, ὅτι «Παράκλητον πέμψω ὑμῖν·» ὃν δὴ καὶ καλεῖ «τὸ Πνεῦμα τῆς ἀληθείας.» Ἕνα μὲν οὖν Πατέρα, ἕνα δὲ Υἱὸν, ἓν δὲ καὶ Πνεῦμα κατὰ τὴν θείαν παράδοσιν ὁμολογη τέον, καὶ οὔτε δύο πατέρας, οὔτε δύο υἱούς· διόπερ τὸ Πνεῦμα Υἱὸς οὐκ ἔστιν, οὐδὲ ὀνομάζεται. Οὐ γὰρ παρὰ τοῦ Πνεύματός τινα λαμβάνομεν ὥσπερ παρὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα, ἀλλ' αὐτὸ προσιὸν ἡμῖν καὶ ἁγιάζον ὑποδεχόμεθα· θεότητος κοινωνίαν, καὶ υἱότη τος μετουσίαν, καὶ τῆς αἰωνίου κληρονομίας ἀῤῥα βῶνα, καὶ τῶν μελλόντων ἀγαθῶν ἀπαρχήν. Μηδέ τις ἐκτὸς τῶν εἰρημένων ἱερῶν ὀνομάτων περιεργα ζέσθω· μηδὲ Υἱοῦ προσηγορίαν ἐπὶ Πνεύματος τι θέναι βιαζέσθω, μηδὲ γέννησιν· ἀλλ' ἀρκείσθω τῇ 31.1436 κατὰ τὸ Πνεῦμα προσηγορίᾳ καὶ ὁμοιώσει. Ἐπεὶ δὲ Θεοῦ τοῦ ἀγαθοῦ χάριτι, τῇ μνήμῃ τῶν τοῦ μονο γενοῦς Υἱοῦ τοῦ Θεοῦ τοῦ ζῶντος ῥημάτων, καὶ τῶν ἁγίων αὐτοῦ εὐαγγελιστῶν τε καὶ ἀποστόλων καὶ προφητῶν, αὐτάρκως ἡμῖν σαφηνισάντων τὸν περὶ τοῦ κατὰ τὸ Εὐαγγέλιον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ βαπτίσματος λόγον, ἐπαιδεύθημεν, ὅτι τὸ μὲν ἐν τῷ