1

 2

 3

 4

 5

 6

 7

3

ἡμῶν ἡ ζωή· ἡ μὲν οἰκεία τῇ σαρκί, ταχὺ παρερχομένη, ἡ δὲ συγγενὴς τῇ ψυχῇ, μὴ δεχομένη περιγραφήν.

Πρόσεχε οὖν σεαυτῷ, μήτε τοῖς θνητοῖς ὡς ἀιδίοις ἐναπο μείνῃς, μήτε τῶν ἀιδίων ὡς παρερχομένων καταφρονήσῃς. Ὑπερόρα σαρκός, παρέρχεται γάρ· ἐπιμελοῦ ψυχῆς, πράγματος ἀθανάτου. Ἐπίστηθι μετὰ πάσης ἀκριβείας σαυτῷ, ἵνα εἰδῇς ἑκατέρῳ διανέμειν τὸ πρόσφορον, 28 σαρκὶ μὲν διατροφὰς καὶ σκεπάσματα, ψυχῇ δὲ δόγματα εὐσεβείας, ἀγωγὴν ἀστείαν, ἀρετῆς ἄσκησιν, παθῶν ἐπανόρθωσιν· μὴ ὑπερπιαίνειν τὸ σῶμα, μηδὲ περὶ τὸν ὄχλον τῶν σαρκῶν ἐσπουδακέναι. Ἐπειδὴ γὰρ Ἐπιθυμεῖ ἡ σὰρξ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός, ταῦτα δὲ ἀλλή λοις ἀντίκεινται, ὅρα μή ποτε, προσθέμενος τῇ σαρκί, πολλὴν παράσχῃ τὴν δυναστείαν τῷ χείρονι. Ὥσπερ γὰρ ἐν ταῖς ῥοπαῖς τῶν ζυγῶν, ἐὰν μίαν καταβαρύνῃς πλάστιγγα, κουφοτέραν πάντως τὴν ἀντικειμένην ποιήσεις· οὕτω καὶ ἐπὶ σώματος καὶ ψυχῆς, ὁ τοῦ ἑτέρου πλεονασμὸς ἀναγκαίαν ποιεῖται τὴν ἐλάττωσιν τοῦ ἑτέρου. Σώματος μὲν γὰρ εὐπαθοῦντος καὶ πολυσαρκίᾳ βαρυνομένου, ἀνάγκη ἀδρανῆ καὶ ἄτονον εἶναι πρὸς τὰς οἰκείας ἐνεργείας τὸν νοῦν· ψυχῆς δὲ εὐεκτούσης καὶ διὰ τῆς τῶν ἀγαθῶν μελέτης πρὸς τὸ οἰκεῖον μέγεθος ὑψουμένης, ἑπόμενόν ἐστι τὴν τοῦ σώματος ἕξιν καταμαραίνεσθαι. Τὸ αὐτὸ δὲ τοῦτο παράγγελμα καὶ ἀσθενοῦσι χρήσιμον καὶ ἐρρωμένοις ἁρμοδιώτατον. Ἐν μέν γε ταῖς ἀσθενείαις οἱ ἰατροὶ τοῖς κάμνουσι παρεγγυ ῶσι προσέχειν αὐτοὺς ἑαυτοῖς, καὶ μηδενὸς τῶν εἰς θεραπείαν ἡκόντων κατα μελεῖν. Ὁμοίως καὶ ὁ ἰατρὸς τῶν ψυχῶν ἡμῶν λόγος τὴν ὑπὸ τῆς ἁμαρτίας κεκακωμένην ψυχὴν διὰ τοῦ μικροῦ τούτου βοηθήματος ἐξιᾶται. Πρόσεχε οὖν σεαυτῷ, ἵνα κατὰ ἀναλογίαν τοῦ πλημμελήματος καὶ τὴν ἐκ τῆς θεραπείας βοήθειαν καταδέχῃ.

Μέγα καὶ χαλεπὸν τὸ ἁμάρτημα· πολλῆς σοι χρεία τῆς ἐξομολογήσεως, δακρύων πικρῶν, συντόνου τῆς ἀγρυπνίας, ἀδιαλείπτου νηστείας. Κοῦφον καὶ φορητὸν τὸ παράπτωμα· ἐξισαζέσθω καὶ ἡ μετάνοια. Μόνον πρόσεχε σεαυτῷ, ἵνα γνωρίζῃς ψυχῆς εὐρωστίαν καὶ νόσον. Πολλοὶ γὰρ ὑπὸ τῆς ἄγαν ἀπροσεξίας μεγάλα καὶ ἀνίατα νοσοῦντες, οὐδὲ αὐτὸ 29 τοῦτο ἴσασιν ὅτι νοσοῦσιν. Μέγα δὲ τὸ ἐκ τοῦ παραγγέλματος ὄφελος καὶ τοῖς ἐρρωμένοις περὶ τὰς πράξεις· ὥστε τὸ αὐτὸ καὶ νοσοῦντας ἰᾶται, καὶ ὑγιαίνοντας τελειοῖ. Ἕκαστος γὰρ ἡμῶν τῶν μαθητευομένων τῷ λόγῳ μιᾶς ἐστί τινος πράξεως ὑπηρέτης τῶν κατὰ τὸ εὐαγγέλιον ἡμῖν διατεταγμένων. Ἐν γὰρ τῇ μεγάλῃ οἰκίᾳ τῇ ἐκκλησίᾳ ταύτῃ οὐ μόνον σκεύη ἐστὶ παντο δαπά, χρυσᾷ καὶ ἀργυρᾷ καὶ ξύλινα καὶ ὀστράκινα, ἀλλὰ καὶ τέχναι παντ οῖαι. Ἔχει γὰρ ὁ οἶκος τοῦ θεοῦ, ἥτις ἐστὶν ἐκκλησία θεοῦ ζῶντος, θηρευτάς, ὁδοιπόρους, ἀρχιτέκτονας, οἰκοδόμους, γεωργούς, ποιμένας, ἀθλητάς, στρα τιώτας. Πᾶσι τούτοις ἐφαρμόζει τὸ βραχὺ τοῦτο ῥῆμα, ἑκάστῳ καὶ ἀκρί βειαν τοῦ ἔργου καὶ σπουδὴν τῆς προαιρέσεως ἐμποιοῦν. Θηρευτὴς εἶ ἀπεσταλμένος παρὰ τοῦ κυρίου τοῦ εἰπόντος· Ἰδοὺ ἐγὼ ἀποστέλλω πολλοὺς θηρευτάς, καὶ θηρεύσουσιν αὐτοὺς ἐπάνω παντὸς ὄρους. Πρόσεχε ἐπιμελῶς, μή πού σε διαφύγῃ τὸ θήραμα, ἵνα συλλαβόμενος τῷ λόγῳ τῆς ἀληθείας τοὺς ὑπὸ τῆς κακίας ἀγριωθέντας προσαγάγῃς τῷ σῴζοντι. Ὁδοιπόρος εἶ ὅμοιος τῷ εὐχομένῳ· Τὰ διαβήματά μου κατεύθυνον. Πρόσεχε σεαυτῷ, μὴ παρατραπῇς τῆς ὁδοῦ, μὴ ἐκκλίνῃς δεξιᾷ ἢ ἀριστερᾷ· ὁδῷ βασιλικῇ πορεύου. Ὁ ἀρχιτέκτων ἀσφαλῶς τὸν θεμέλιον καταβαλλέσθω τῆς πίστεως, ὅς ἐστι Χριστὸς Ἰησοῦς. Ὁ οἰκοδόμος βλεπέτω πῶς ἐποικοδομεῖ· μὴ ξύλα, μὴχόρτον, μὴ καλάμην, ἀλλὰ χρυσίον, ἀργύριον, λίθους τιμίους. Ὁ ποιμήν, πρόσεχε μή τί σε παρέλθῃ τῶν ἐπιβαλλόντων τῇ ποιμαντικῇ. Ταῦτα δέ ἐστι ποῖα; Τὸ πεπλανημένον ἐπίστρεφε, τὸ συντετριμμένον ἐπίδησον, τὸ νοσοῦν ἴασαι. Ὁ γεωργός, περίσκαπτε τὴν ἄκαρπον συκῆν, καὶ ἐπίβαλλε τὰ πρὸς βοήθειαν τῆς καρπογονίας. Ὁ στρατιώτης,