1

 2

 3

 4

 5

 6

 7

7

νένευκεν· ἀνθρώπῳ δὲ ἑτοίμη πρὸς οὐρανὸν ἡ ἀνάβλεψις, ὥστε μὴ σχολάζειν γαστρί, μηδὲ τοῖς ὑπὸ γαστέρα πάθεσιν, ἀλλ' ὅλην ἔχειν τὴν ὁρμὴν πρὸς τὴν ἄνω πορείαν. Ἔπειτα τὴν κεφαλὴν ἐπὶ τῶν ὑψηλοτάτων θείς, ἐν αὐτῇ τὰς πλεί στου ἀξίας τῶν αἰσθήσεων καθιδρύσατο. Ἐκεῖ ὄψις, καὶ ἀκοή, καὶ γεῦσις, καὶ ὄσφρησις, πᾶσαι ἐγγὺς ἀλλήλων κατῳκισμέναι. Καὶ οὕτω περὶ βραχὺ χωρίον στενοχωρούμεναι, οὐδὲν ἑκάστη παρεμποδίζει τῇ ἐνεργείᾳ τῆς γείτονος. Ὀφθαλμοὶ μέν γε τὴν ὑψηλοτάτην σκοπιὰν κατειλήφασιν, ὥστε μηδὲν αὐτοῖς τῶν τοῦ σώματος μορίων ἐπιπροσθεῖν, ἀλλὰ μικρᾷ προβολῇ 37 τῶν ὀφρύων ὑποκαθήμενοι, ἐκ τῆς ἄνωθεν ἐξοχὴς πρὸς τὸ εὐθὲς ἀποτείνονται.

Πάλιν ἡ ἀκοὴ οὐκ ἐπ' εὐθείας ἤνοικται, ἀλλ' ἑλικοειδεῖ τῷ πόρῳ τῶν ἐν τῷ ἀέρι ψόφων ἀντιλαμβάνεται. Σοφίας καὶ τοῦτο τῆς ἀνωτάτω, ὥστε τὴν μὲν φωνὴν ἀκωλύτως διεξιέναι, ἢ καὶ μᾶλλον ἐνηχεῖν, περικλωμένην ταῖς σκολιότησι, μηδὲν δὲ τῶν ἔξωθεν παρεμπίπτον κώλυμα εἶναι δύνασθαι τῇ αἰσθήσει. Κατάμαθε τῆς γλώττης τὴν φύσιν, ὅπως ἁπαλή τέ ἐστι καὶ εὔστροφος καὶ πρὸς πᾶσαν χρείαν λόγου τῷ ποικίλῳ τῆς κινήσεως ἐξαρκοῦσα. Ὀδόντες, ὁμοῦ μὲν φωνῆς ὄργανα, ἰσχυρὰν τῇ γλώττῃ τὴν ἀντέρεισιν παρεχόμενοι, ὁμοῦ δὲ καὶ τροφῆς ὑπηρέται, οἱ μὲν τέμνοντες αὐτήν, οἱ δὲ λεαίνοντες. Καὶ οὕτω πάντα λογισμῷ ἐπιπορευόμενος τῷ προσήκοντι, καὶ καταμανθάνων ὁλκὴν ἀέρος διὰ τοῦ πνεύμονος, τοῦ θερμοῦ φυλακὴν ἐπὶ τῆς καρδίας, ὄργανα πέψεως, ὀχετοὺς αἵματος, ἐκ πάντων τούτων τὴν ἀνεξιχνίαστον σοφίαν τοῦ ποιήσαντός σε κατόψει, ὡς ἂν καὶ αὐτόν σε εἰπεῖν μετὰ τοῦ προφήτου· Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ. Πρόσεχε οὖν σεαυτῷ, ἵνα προσέχῃς θεῷ· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.