Commentarii in Lucam (Homilia 3 et 4) (In occursum domini [homilia diversa 12])

 αὐτήν; Ναὶ, φαίην ἄν. Ὅσον μὲν γὰρ ἧκεν εἰς τὴν τοῦ πράγματος φύσιν, ἤτοι τὸ περὶ τὴν σάρκα πληρούμενον, οὐδέν ἐστι παντελῶς, ὠδίνει δὲ μυστηρίου τύπο

 Ἠλεήθημεν γὰρ δι' αὐτοῦ καὶ δεδικαιώμεθα, τοὺς τῆς φαυλότητος ῥύπους ἀπονιψάμενοι, διὰ πίστεως δηλονότι τῆς εἰς αὐτόν. Ὅπερ δέ ἐστι τοῖς ἐν νυκτὶ καὶ

 κατῃσχύνθησαν· ὅσοι δὲ ἄπιστοι καὶ ἀμαθεῖς, καὶ τὸ ἐπ' αὐτῶν μυστήριον οὐκ ἴσχυσαν ἰδεῖν, πεσόντες συνετρίβησαν. Ἔφη γάρ που πάλιν ὁ Θεὸς καὶ Πατήρ· Ἰ

αὐτήν; Ναὶ, φαίην ἄν. Ὅσον μὲν γὰρ ἧκεν εἰς τὴν τοῦ πράγματος φύσιν, ἤτοι τὸ περὶ τὴν σάρκα πληρούμενον, οὐδέν ἐστι παντελῶς, ὠδίνει δὲ μυστηρίου τύπον οὐκ ἀκαλλῆ, μᾶλλον [δὲ] τῆς ἀληθείας ἐγκεκρυμμένην ἔχει τὴν δήλωσιν. Κατὰ γάρ τοι τὴν ὀγδόην ἡμέραν ἀνέβη ὁ Χριστὸς ἐκ νεκρῶν, δέδωκεν ἡμῖν τὴν ἐν Πνεύματι περιτομήν. Προστέταχε γὰρ ὁ Θεὸς τοῖς ἁγίοις ἀποστόλοις· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Τελεῖσθαι δέ φαμεν τὴν ἐν Πνεύματι περιτομὴν ἐν καιρῷ δὲ μάλιστα τοῦ ἁγίου βαπτίσματος, ὅτε καὶ μετόχους ἡμᾶς ἀποφαίνει Χριστὸς τοῦ ἁγίου Πνεύματος. Καὶ τούτου πάλιν εἰς τύπον ἦν ὁ ἀρχαῖος ἐκεῖνος Ἰησοῦς, ὁ μετὰ Μωσέα στρατηγός. ∆ιεβίβασε γὰρ τὸν Ἰορδάνην τοὺς υἱοὺς Ἰσραὴλ, εἶτα καθίσας εὐθὺς περιέτεμε μαχαίραις πετρίναις.

Οὐκοῦν ὅταν διαβῶμεν τὸν Ἰορδάνην, τότε Χριστὸς ἡμᾶς περιτέμνει τῇ δυνάμει τοῦ ἀγίου Πνεύματος, οὐ σάρκα καθαίρων, ἀποκείρων δὲ μᾶλλον τὸν ἐν ψυχαῖς μολυσμόν. Ἐν ὀγδόῃ τοιγαροῦν περιτέμνεται Χριστὸς, καὶ τὴν κλῆσιν, ὡς ἔφην, λαμβάνει. Τότε γὰρ, τότε σεσώσμεθα δι' αὐτοῦ. Ἀναφέρουσι δὲ αὐτὸν εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ Κυρίῳ. Ὢ μεγάλης καὶ τεθαυμασμένης οἰκονομίας! Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως τοῦ Θεοῦ! Ὁ ἐν κόλποις ὢν τοῦ Πατρὸς, ὁ σύνεδρος αὐτῷ καὶ συναΐδιος Υἱὸς, ὁ δι' οὗ τὰ πάντα προσάγεται θεοπρεπῶς, πλὴν ὅτε γέγονεν τοῖς τῆς ἀνθρωπότητος μέτροις, προσφέρει δὲ καὶ θυσίαν ὁ ταῖς παρὰ πάντων λατρείαις καταχρυσούμενος καὶ συνδοξαζόμενος τῷ ἰδίῳ Γεννήτορι. Τί δὲ δὴ καὶ προσκεκόμικεν ὡς πρωτότοκός τε καὶ ἄρσην; Ζεῦγος τρυγόνων, ἢ δύο νεοσσοὺς περιστερῶν, κατὰ τὸ ἐν τῷ νόμῳ διηγορευμένον. Ἀλλὰ γὰρ τί βούλεται δηλοῦν ἡ τρυγὼν, τί δὲ καὶ τὸ ἕτερον, τοῦτ' ἕστιν ἡ περιστερὰ, φέρε δὴ, φέρε, καταθρήσωμεν.

Οὐκοῦν τὸ μὲν ἔστι λαλίστατον ἐν στρουθίοις ἀγροῦ, τὸ δὲ ἥπιόν τε καὶ πρᾶον· γέγονε δὲ τοιοῦτος εἰς ἡμᾶς ὁ τῶν ὅλων Σωτὴρ, πραότητα μὲν εἰς ἄκρον ἕχων, τρυγόνος δὲ δίκην κατακλύσας τὴν ὑπ' οὐρανὸν, καὶ τῆς ἑαυτοῦ καλλιφωνίας τὸν ἴδιον ἀμπελῶνα πληρῶν, τοῦτ' ἔστιν, ἡμᾶς τοὺς πιστεύοντας εἰς αὐτόν· γέγραπται γοῦν ἐν τῷ Ἄσματι τῶν ᾀσμάτων, ὅτι Φωνὴ ἡ τῆς τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν· λελάληκε γὰρ πρὸς ἡμᾶς τὸ θεῖόν τε καὶ εὐαγγελικὸν σωτήριον κήρυγμα. Τρυγόνες δὴ οὖν καὶ περιστεραὶ προσεφέροντο, παραστάντος αὐτοῦ τῷ Κυρίῳ, καὶ ἦν ἰδεῖν καθ' ἕνα καιρὸν ὁμοῦ τοῖς 77.1045 τύποις τὴν ἀλήθειαν. Ἑαυτὸν οὖν ἄρα προσκεκόμικεν ὁ Χριστὸς εἰς ὀσμὴν εὐωδίας, ἵνα ἡμᾶς δι' ἑαυτοῦ καὶ ἐν ἑαυτῷ προσαγάγῃ τῷ Θεῷ καὶ Πατρὶ, λύσῃ τε οὕτω τὴν ἐφ' ἡμῖν γενομένην ἀποστροφὴν, διά τε τὴν ἐν Ἀδὰμ παράβασιν καὶ τὴν κατὰ πάντων ἡμῶν τυραννήσασαν ἁμαρτίαν. Ἡμεῖς γὰρ ἦμεν οἱ πάλαι βοῶντες· Ἐπίβλεψον ἐπ' ἐμὲ, καὶ ἐλέησόν με. Οὗ τί δ' ἂν γένοιτο ἰσόῤῥοπον ἔχον εἰς θυμηδίαν τοῦ μαθεῖν, ὅτι σέσωκεν ὁ Θεὸς τὴν ὑπ' οὐρανὸν μεσιτεύσαντος τοῦ Υἱοῦ, διὰ τὸ γενέσθαι καθ' ἡμᾶς; Γέγραπται γὰρ, ὅτι Εἷς Θεὸς καὶ εἷς μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν· καθήκετο γὰρ ἑκὼν πρὸς τὴν ἡμῶν πτωχείαν, ἵνα ἡμᾶς ἀποφήνῃ πλουσίους τὰ αὐτοῦ κερδαίνοντας.

Ὅρα τοίνυν αὐτὸν ὡς ἕνα τῶν καθ' ἡμᾶς προσαγόμενον τῷ Πατρὶ, καὶ ταῖς τοῦ νόμου σκιαῖς ἑπόμενον, ἔτι θύοντά τε κατὰ τὸ εἰωθὸς, εἰ καὶ διὰ τῆς μητρὸς ἐπράττετο ταῦτα. Ἆρ' οὖν ἠγνοήθη παρὰ πάντων ἐν Ἱεροσολύμοις, καὶ οὐδενὶ τῶν αὐτόθι γνώριμος ἦν; Καίτοι πῶς τοῦτό ἐστιν ἀληθές; Προεκήρυττε μὲν γὰρ ὁ Θεὸς καὶ Πατὴρ διὰ τῶν προφητῶν ἀπ' αἰῶνος, ἐσόμενον κατὰ καιροὺς ἐμφανῆ τὸν Υἱὸν, ἵνα σώσῃ τοὺς ἀπολωλότας, καὶ καταφωτίσῃ τοὺς ἐσκοτισμένους. Ἔφη γοῦν δι' ἑνὸς τῶν προφητῶν· Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου καὶ τὸ ἔλεός μου ἀποκαλυφθῆναι, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται. Ἔλεος δὲ καὶ δικαιοσύνη Χριστός.