Commentarii in Lucam (Homilia 3 et 4) (In occursum domini [homilia diversa 12])

 αὐτήν; Ναὶ, φαίην ἄν. Ὅσον μὲν γὰρ ἧκεν εἰς τὴν τοῦ πράγματος φύσιν, ἤτοι τὸ περὶ τὴν σάρκα πληρούμενον, οὐδέν ἐστι παντελῶς, ὠδίνει δὲ μυστηρίου τύπο

 Ἠλεήθημεν γὰρ δι' αὐτοῦ καὶ δεδικαιώμεθα, τοὺς τῆς φαυλότητος ῥύπους ἀπονιψάμενοι, διὰ πίστεως δηλονότι τῆς εἰς αὐτόν. Ὅπερ δέ ἐστι τοῖς ἐν νυκτὶ καὶ

 κατῃσχύνθησαν· ὅσοι δὲ ἄπιστοι καὶ ἀμαθεῖς, καὶ τὸ ἐπ' αὐτῶν μυστήριον οὐκ ἴσχυσαν ἰδεῖν, πεσόντες συνετρίβησαν. Ἔφη γάρ που πάλιν ὁ Θεὸς καὶ Πατήρ· Ἰ

Ἠλεήθημεν γὰρ δι' αὐτοῦ καὶ δεδικαιώμεθα, τοὺς τῆς φαυλότητος ῥύπους ἀπονιψάμενοι, διὰ πίστεως δηλονότι τῆς εἰς αὐτόν. Ὅπερ δέ ἐστι τοῖς ἐν νυκτὶ καὶ σκότῳ προηγουμένη λαμπὰς, τοῦτο καὶ τοῖς ἐν ἀχλύϊ καὶ σκότῳ νοητῷ γέγονεν ὁ Χριστὸς, φῶς αὐτοῖς τὸ θεῖον ἐντιθείς· διὰ τοῦτο καὶ οἱ μακάριοι προφῆται μέτοχοι τῆς τοιᾶσδε χάριτος παρεκάλουν γενέσθαι, λέγοντες· ∆εῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου, καὶ τὸ σωτήριόν σου δὸς ἡμῖν.

Οὐκοῦν εἰσεφέρετο μὲν Χριστὸς ἐν τῷ ἱερῷ, καὶ βρέφος ὢν ἔτι βραχύ τε καὶ ὑπομάσθιον· ὁ δέ γε μακάριος Συμεὼν, προφητικῇ χάριτι τετιμημένος, δέχεται μὲν εἰς ἀγκάλας αὐτόν· θυμηδίας δὲ τῆς ἀνωτάτω πιμπλάμενος, εὐλόγησε τὸν Θεὸν λέγων· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, ∆έσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι ἴδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν· φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ. Προητοίμασται γὰρ τὸ Χριστοῦ μυστήριον καὶ πρὸ αὐτῆς τῆς τοῦ κόσμου καταβολῆς· πεφανέρωται δὲ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, γέγονε δὲ φῶς τοῖς ἐν σκότῳ, καὶ πεπλανημένοις, καὶ ὑπὸ χεῖρα πεσοῦσι διαβολικήν. Αὐτοὶ δὲ ἦσαν οἱ τῇ κτίσει παρὰ τὸν κτίσαντα λατρεύοντες, προσκυνοῦντες δὲ καὶ τῷ ἀρχεκάκῳ δράκοντι, καὶ τῇ τῶν δαιμόνων ἀκαθάρτῳ πληθύϊ τὴν τοῦ Θεοῦ δόξαν ἀνάπτοντες· ἀλλὰ κέκληνται παρὰ Θεοῦ Πατέρος πρὸς ἐπίγνωσιν τοῦ Υἱοῦ, ὅς ἐστι φῶς 77.1048 τὸ ἀληθινόν. Ἔφη γοῦν διὰ φωνῆς Ἡσαΐου· Σημανῶ αὐτοῖς, καὶ εἰσδέξομαι αὐτοὺς, διότι λυτρώσομαι αὐτοὺς, καὶ πληθυνθήσονται, καθότι ἦσαν πολλοὶ οἱ πλανώμενοι, κεκλημένοι δὲ διὰ Χριστοῦ. Πολλοὶ δὲ πάλιν εἰσὶ καθὰ καὶ πρότερον, οἳ εἰσεδέχθησαν καὶ λελύτρωνται, σύνθημα λαβόντες εἰρήνης παρὰ Θεοῦ καὶ Πατρὸς, τὴν διὰ πίστεως τῆς εἰς Χριστὸν οἰκείωσίν τε καὶ χάριν.

Κατεσπάρησαν δὲ ἐν λαοῖς οἱ θεσπέσιοι μαθηταί. Καὶ τί τὸ ἐντεῦθεν; Οἱ μακρὰν ὄντες Θεοῦ, κατὰ διάθεσιν γεγόνασιν ἐγγύς· τούτοις καὶ ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει λέγων· Νυνὶ δὲ ὑμεῖς οἵ ποτε ὄντες μακρὰν, ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χριστοῦ. Ἐγγὺς δὲ γενόμενοι, καύχημα ποιοῦνται Χριστόν. Ἔφη γὰρ περὶ αὐτῶν πάλιν ὁ Θεὸς καὶ Πατήρ· Καὶ κατισχύσω αὐτοὺς ἐν Κυρίῳ Θεῷ αὐτῶν, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ καυχήσονται, λέγει Κύριος. Τοῦτο καὶ ὁ μακάριος Ψαλμῳδὸς διδάσκει λέγων, ὡς πρὸς τὸν τῶν ὅλων Σωτῆρα φάσκων· Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται, καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν, καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται, ὅτι καύχημα τῆς δυνάμεως αὐτῶν σὺ εἶ. Εὑρίσκομεν δὲ προφήτην Ἱερεμίαν ἀνακεκραγότα πρὸς τὸν Θεόν· Κύριε, ἰσχύς μου καὶ βοήθειά μου, καὶ καταφυγή μου ἐν ἡμέρᾳ κακῶν μου· πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ' ἐσχάτου τῆς γῆς, καὶ ἐροῦσιν. Ὡς ψευδῆ ἐκτίσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλιμον. Γέγονε τοίνυν φῶς εἰς ἀποκάλυψιν ἐθνῶν ὁ Χριστὸς, ἀλλὰ καὶ εἰς δόξαν τοῦ Ἰσραήλ. Εἰ γὰρ καὶ γεγόνασί τινες ἐξ αὐτῶν ὑβρισταὶ καὶ ἀπειθεῖς, καὶ ἀσυνεσίας ἔμπλεω τὴν διάνοιαν ἔχοντες, ἀλλ' οὖν σέσωσται τὸ κατάλειμμα, καὶ δεδόξασται διὰ Χριστοῦ. Ἀπαρχὴ δὲ τούτων οἱ θεσπέσιοι γεγόνασι μαθηταὶ, ὧν ἡ τῆς εὐκλείας φαιδρότης ὅλην περιαστράπτει τὴν ὑπ' οὐρανόν· δόξα δὲ καὶ ἑτέρως τοῦ Ἰσραὴλ, ὅτι προῆλθεν ἐξ αὐτῶν κατὰ σάρκα, καίτοι Θεὸς ἐπὶ πάντας, καὶ εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. Εὐλογεῖ δὲ Συμεὼν τὴν ἁγίαν Παρθένον, ὡς ὑπηρετήσασαν θείᾳ βουλῇ, καὶ ὑπουργήσασαν τόκῳ, καὶ τοὺς τῆς ἀνθρωπότητος νόμους οὐκ ἀνασχομένην. Παρθένος γὰρ οὖσα τέτοκε, καὶ οὐκ ἐξ ἀνδρὸς, ἀλλ' ἐπελθόντος ἐπ' αὐτὴν Πνεύματος ἁγίου.

Τί δὲ δὴ ἄρα περὶ Χριστοῦ φησιν ὁ προφήτης Συμεών; Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον. Τέθειται μὲν γὰρ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς Ἐμμανουὴλ εἰς τὰ θεμέλια Σιὼν, ἐκλεκτὸς ὢν λίθος, ἀκρογωνιαῖος, ἔντιμος. Ἀλλ' οἱ μὲν ἐπ' αὐτῷ πιστεύσαντες, οὐ