διακομίσαντος ἐκ Φοινίκης αὐτοῖς, πλὴν ὅτι τὰ Μωσέως ἐγέγραπτο· Σόλων δὲ ὁ τῶν Ἀθήνησι νόμων εὑρετὴς καὶ μὴν καὶ αὐτὸς ὁ Πλάτων, ἐν Αἰγύπτῳ γεγονότες ὑπὲρ τοῦ τι πλέον τῶν ἁπάντων εἰδέναι δοκεῖν, πάντως που καὶ αὐτὰ τεθαυμάκασιν τὰ Μωσέως. Ὅτι δὲ τοῖς Ἑλλήνων ἱστοριογράφοις γνωριμώτατος ἦν Μωσῆς ἐξ αὐτῶν ὧν γεγράφασιν ἔνεστιν ἰδεῖν. Πολέμων τε γὰρ ἐν τῇ πρώτῃ τῶν Ἑλληνικῶν ἱστοριῶν διεμνημόνευσεν αὐτοῦ, καὶ Πτολεμαῖος δὲ ὁ Μενδήσιος καὶ μὴν καὶ Ἑλλάνικος καὶ Φιλόχορος Κάστωρ τε καὶ ἕτεροι πρὸς τούτοις. ∆ιόδωρος δὲ πολυπραγμονήσας τὰ Αἰγυπτίων ἀκηοέναι φησὶ παρὰ τῶν αὐτόθι σοφῶν περὶ αὐτοῦ, γέγραφε δὲ ἐπὶ λέξεως οὕτως· Μετὰ γὰρ τὴν παλαιὰν τοῦ κατ' Αἴγυπτον βίου κατάστασιν, τὴν μυθολογουμένην γενέσθαι ἐπὶ θεῶν καὶ ἡρώων, πεῖσαί φασιν ἐγγράφοις νόμοις πρῶτον χρήσασθαι τὰ πλήθη ἄνδρα καὶ τῇ ψυχῇ μέγαν καὶ τῷ βίῳ καινότατον τῶν μνημονευομένων παρὰ τοῖς Ἰουδαίοις, Μωσῆν, τὸν καλούμενον θεόν. Ἐπειδὴ γὰρ ἁπάσης ἀρετῆς ἔμπλεω γεγονότα κατεθεῶντο Μωσέα, καὶ θεὸν ὠνόμαζον αὐτόν, τιμῶντες, οἶμαί που, τῶν ἐν Αἰγύπτῳ τινές, ἢ τάχα που μεμαθηκότες τὸ πρὸς αὐτὸν εἰρημένον παρὰ τοῦ ἐπὶ πάντας Θεοῦ· Ἰδοὺ δέδωκά σε θεὸν Φαραώ. 1.20 Ἀρχαιότητος οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς παρ' Ἕλλησι τετιμημένης σοφίας προανίσχει τὰ Μωσέως καὶ ἔχει τὴν δόξαν πρεσβυτέραν, ἀποχρῶν ἡμῖν ἐξείργασται λόγος, ἀνεπίπληκτον ἔχων καὶ σαφῆ τὴν ἀπόδειξιν· χρῆναι δέ φημι μετὰ τοῦτο τὴν Ἑβραίων ἡμᾶς πολυπραγμονῆσαι δόξαν ἣν ἐσχήκασι περὶ Θεοῦ καὶ τῆς τοῦ κόσμου γενέσεως ἤτοι κατασκευῆς, εἶθ' οὕτω καὶ τί τοῖς Ἑλλήνων ἔδοξε σοφοῖς ἐμφανὲς καταστῆσαι τοῖς ἐντευξομένοις. Ἔνθα μὲν γὰρ τοῖς τῆς θεοπνεύστου Γραφῆς συμφέρονται λόγοις, ἑαυτῶν ὄντας ἀμείνους κατίδοι τις ἂν καὶ ὁμολογοῦντας ἀλλήλοις· ἔνθα δὲ τῶν οἰκείων ἕκαστος εὑρημάτων ποιεῖται τὴν ἀπόδοσιν, διαφόρους τε ὄντας καὶ ἀλλοκότοις δόξαις καταμεθυομένους καταδεῖξαι ῥᾷον. Οὐ γὰρ ἦν ὅλως καταθρεῖν δύνασθαι τὰ ὑπὲρ νοῦν καὶ λόγους τοὺς ἐν ἡμῖν, μὴ οὐχὶ τοῦ πάντων κρατοῦντος Θεοῦ καὶ φῶς ἐνιέντος εἰς νοῦν καὶ σοφίαν ἐντίκτοντος καὶ γλῶσσαν εὑρυνόντος καί τι τῶν ἀπορρήτων περὶ αὐτοῦ κατά γε τὸ ἐγχωροῦν ἐφιέντος αὐτοῖς καὶ νοεῖν καὶ φράσαι. Προσγένοιτο δ' ἂν οὐκ ἀδιακρίτως ἅπασιν ἡ τοιάδε χάρις, ἐκείνοις δὲ μᾶλλον οἵπερ ἂν εἶεν καὶ τῆς σαρκὸς ἐπέκεινα παθῶν καὶ γεώδους ἀκαθαρσίας ἀπηλλαγμένοι, ἄρτιοί τε τὸν νοῦν καὶ τῶν εἰς εὐσέβειαν ἀνδραγαθημάτων ἐπιστήμονες. Καὶ πρός γε τοῦτο ἡμᾶς καταθήγει λέγων ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς τοῦ ∆αβίδ. Σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ Θεός, καὶ μὴν καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, φησί, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Ὁρῷτο δ' ἂν ἡ ὑπὲρ πάντα φύσις οὐ τοῖς τοῦ σώματος ὀφθαλμοῖς, ἀλλὰ τοῖς ἔσω κεκρυμμένοις τῆς διανοίας ὄμμασιν, ἰσχνόν τε καὶ ἀκριβὲς ἐνιείσης αὐτῷ τὸ περίεργον καὶ ταῖς ὑπὲρ αἴσθησιν φαντασίαις τὰς τῆς θεοπτίας ἑλκούσης αὐγάς. 1.21 Οἱ μὲν οὖν ἐξ Ἀδὰμ καὶ μέχρι τοῦ Νῶε γεγονότες ἄνθρωποι Θεὸν ἕνα τὸν φύσει καὶ ἀληθῶς τῶν ὅλων δημιουργὸν καὶ Κύριον τετιμήκασι· διαβέβληται γὰρ οὐδεὶς ὡς θεοῖς ἑτέροις προσνενευκὼς ἢ δαίμοσιν ἀκαθάρτοις ἀναθεὶς τὸ σέβας. Μετὰ δέ γε τὸν κατακλυσμὸν καὶ τὴν τοῦ πύργου κατασκευὴν καὶ τῶν γλωσσῶν τὰς διαφοράς, ἀσύμβατον καὶ αὐτὴν ἐσχήκασι τὴν περὶ Θεοῦ δόξαν οἱ ἀνὰ τὴν γῆν κατεσκεδασμένοι. Ἀποστήσαντες γὰρ τῆς ἀληθείας τὸν νοῦν καὶ τοῖς προσκαίροις αὐτὸν καὶ ἐπιγείοις πράγμασι καὶ ταῖς τοῦ σώματος ἡδοναῖς ἐνορμίσαντες, εἰς πᾶν ὁτιοῦν κατῴχοντο τῶν ἐκτοπωτάτων, καὶ οἷον διεμοιράσαντο τῆς πολυθέου πλάνης τὰ ἐγκλήματα. Οἱ μὲν οὖν τὸν οὐρανὸν ὑπετόπασαν εἶναι Θεόν, ἥλιον δὲ καὶ σελήνην ἕτεροι, καὶ προσέτι τοὺς