Fragmenta in Canticum canticorum ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΛΕΧΑΝ∆ΡΕΙΑΣ ΕΙΣ ΤΑ ΑΣΜΑΤΑ ΤΩΝ ΑΣΜΑΤΩΝ

 πρότερον ἐν γυναιξὶ λέγων μόνον, ἀλλ' ἤδη καὶ ὡς πλησίον αὐτοῦ, ἀναδιπλασιάζει τῆς νύμφης ὁ νυμφίος τὸν ἔπαινον, τό τε θεωρητικὸν αὐτῆς ἐπαινῶν καὶ τὸ

 Ταῦτα πρὸς τὴν τῶν δραματικῶς ἐπαγομένων σαφηνίαν, μέχρι τοῦ, Ἡ φωνή σου ἡδεῖα, καὶ ἡ ὄψις σου ὡραία. Καὶ δῆλον ὡς ἡ νύμφη τοῦ Λόγου ψυχὴ, ἤγουν Ἐκκλη

 Τάχα δὲ καὶ ὁ μὴ κατὰ σάρκα βιοὺς, ἀλλὰ κατὰ πνεῦμα, μηδαμῶς παχυνθεὶς τὴν καρδίαν, τὸ ποικίλον καὶ παντοδαπὸν σῶζον τῆς εὐωδίας, εὐωδίαν ἀπὸ πάντων π

 μαρμαρίνους τεθεμελιωμένους ἐπὶ βάσεις χρυσᾶς. Στύλοι δὲ τῆς Ἐκκλησίας, οἷον Πέτρος καὶ Ἰωάννης, οἳ θεμέλιον τὸν Χριστὸν χρυσὸν λεχθέντα. Μαρμάρινοι δ

πρότερον ἐν γυναιξὶ λέγων μόνον, ἀλλ' ἤδη καὶ ὡς πλησίον αὐτοῦ, ἀναδιπλασιάζει τῆς νύμφης ὁ νυμφίος τὸν ἔπαινον, τό τε θεωρητικὸν αὐτῆς ἐπαινῶν καὶ τὸ πρακτικόν. Ὀφθαλμοὺς δὲ τοὺς εἰς νοῦν καὶ καρδίαν φησίν· καὶ περιστερᾶς τὸ διορατικοὺς, καθ' ὃ καὶ εἰς Πνεῦμα λαμβάνεται. Λέγει οὖν ὡς ἐδέξατο νοῦν ἡ νύμφη μόνον ὁρῶντα Θεόν. Ὀφθαλμοὶ δὲ καὶ οἱ ἄκακοι καὶ ὀξυδερκεῖς τῆς Ἐκκλησίας διδάσκαλοι. Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων. Ὡς δεξαμένη ἡ νύμφη τὸν ἄνωθεν ὑετὸν, καὶ τεκοῦσα τὴν ἀρετὴν, ἄνθει ἑαυτὴν παραβάλλει πεδίου· δείκνυσι δὲ ὅσον ὠφέλησεν ἡ τοῦ Χριστοῦ ἐπιδημία, ὅσου γε καὶ τὰς κοιλάδας τὰς ἀνεπιτηδείους πρὸς ἅπαντα σπόρον, τοιούτων μεστὰς ἔδειξεν ἀνθέων. Κοιλάδα γὰρ λέγει τὴν ἀποκοιλανθεῖσαν ἀπὸ τῶν οἰκησάντων αὐτὴν πάλαι δαιμόνων. Στοιβάσατέ με ἐν μήλοις. Τοῖς εὐαγγελικοῖς με ἀσφαλίσατε λόγοις· οὗτοι γὰρ ἡμῖν εὐωδιάζουσι Χριστόν. Συνταχθείην δὲ, φησὶ, κἀγὼ μετὰ τῶν ἁγίων αὐτοῦ· ὡς γὰρ αὐτὸς μῆλον, οὕτως σύσσωμοι καὶ συμμέτοχοι αὐτοῦ μῆλα. Εὐώνυμος αὐτοῦ, κ.τ.λ. Εὐώνυμος ὁ νόμος, δεξιὰ τὸ Εὐαγγέλιον. Ἢ καὶ εὐώνυμος ὁ παρὼν βίος, δεξιὰ ὁ μέλλων, ἥτις με περιλήψεται ὅταν τοῖς ἐκ δεξιῶν εἴπῃ· ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου. Λέγει δὲ καὶ ἑτέρωθι· Μῆκος βίου καὶ ἔτη ζωῆς, ἐν δεξιᾷ τῆς σοφίας· ἐν δὲ τῇ ἀριστερᾷ, πλοῦτος καὶ δόξα. ∆εξιὰ γοῦν αὐτῆς ἡ τῶν θείων ἐπιστήμη, ἐξ ἧς ἡ αἰώνιος ζωή· ἀριστερὰ δὲ ἡ τῶν ἀνθρωπίνων γνῶσις, ἐξ ὧν πλοῦτος καὶ δόξα. Λέγει τοίνυν, ὅτι Ὑπερέχει ὁ νοῦς μου τὰ ἀνθρώπινα· καὶ ἡ θεία γνῶσις καλύψει με. Καὶ γὰρ εἴρηται πάλιν· Τίμησον αὐτὴν, ἵνα σε περιλάβῃ.

∆είκνυσι τοίνυν, ὅτι ὁ αὐτὸς καὶ νυμφίος καὶ τοξότης ἡμῶν ἐστι, νύμφη τε καὶ βέλος ἡ κεκαθαρμένη ψυχή· ὡς βέλος οὖν πρὸς τὸν ἀγαθὸν εὐθύνει σκοπόν. Ὡς νύμφην εἰς κοινωνίαν ἀναλαμβάνει τῆς ἀφθάρτου ἀϊδιότητος, μῆκος βίου καὶ ἔτη ζωῆς, διὰ τῆς δεξιᾶς χαριζόμενος· διὰ δὲ τῆς ἀριστερᾶς, τὸν τῶν αἰωνίων ἀγαθῶν πλοῦτον καὶ τὴν τοῦ Θεοῦ δόξαν, ἧς οἱ τὴν τοῦ κόσμου ζητοῦντες δόξαν ἀμέτοχοι γίνονται. ∆ιὰ τοῦτό φησιν, ὅτι Εὐώνυμος αὐτοῦ ἐπὶ τὴν κεφαλήν μου, δι' ἧς εὐθύνεται ὑπὸ 69.1284 τὸν σκοπὸν τὸ βέλος· ἡ δὲ δεξιὰ αὐτοῦ πρὸς ἑαυτόν με διαλαβοῦσα καὶ ἐφελκυσαμένη, κούφην με πρὸς ἄνω φορὰν ἀπεργάζεται· κἀκεῖ πεμπομένην, καὶ τοῦ τοξότου μὴ χωριζομένην, μᾶλλον ἐπαναπαύεσθαι. Εἶτα πρὸς τὰς θυγατέρας τῆς ἄνω Ἱερουσαλὴμ τρέπει τὸν λόγον. Ὁ δὲ λόγος παράκλησίς ἐστιν ἐν ὅρκῳ προσαγομένη, τοῦ πλεονάζειν καὶ ἐπαύξειν ἀεὶ τὴν ἀγάπην, ἕως ἂν ἐνεργὸν ἑαυτοῦ ποιήσῃ τὸ θέλημα, ὁ θέλων πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. ∆ιὰ μὲν τοῦ εὐωνύμου τὰ τοῦ παρόντος βίου αἰνίττεται, ὡς ἔοικε, καλὰ, ὧν τὴν ἀπόλαυσιν ἤδη ἔχει· διὰ δὲ τῆς δεξιᾶς, τὴν τῶν μελλόντων ἐν ἐπαγγελίαις προσδοκίαν· ὧν τὴν χρῆσιν ἐν ἐπαγγελίαις, ὡς λέλεκται, καὶ ἐλπίσι προσκεῖσθαί φησιν. Εὖ δὲ καὶ τὸ φάναι, τῇ μὲν δεξιᾷ περιλαμβάνεσθαι, τῇ δὲ ἀριστερᾷ τὴν κεφαλὴν ἐπαναπαύεσθαι· δεῖ γὰρ τὰ τοῦ παρόντος βίου κἂν πολὺ νομίζηται χρηστὰ καὶ περίβλεπτα, ὑποτετάχθαι τῇ κεφαλῇ τῆς τελείας ψυχῆς, μόνην τὴν ἀναγκαίαν χρείαν παρέχοντα τῷ σώματι, ὡς τὸ προσκεφάλαιον τῇ κεφαλῇ. Τὰ δὲ τοῦ μέλλοντος αἰῶνος, ἐπειδὴ θεῖα ὄντα ἐπάνω τῆς ἀνθρωπίνης ἐφέστηκε φύσεως, διὰ τῆς περιλήψεως τὸ ὑπερέχον ᾐνίξατο, Τάχα δὲ, ἐπειδήπερ αἱ χεῖρες πράξεών εἰσι σύμβολον· αἱ δὲ τῆς ἀριστερᾶς χειρὸς πράξεις τὰ τοῦ σώματος σημαίνουσιν, αἱ δὲ τῆς δεξιᾶς, τὰ τῆς ψυχῆς· δεξιὰ ὄντα τὸν ἀμείνω κλῆρον εἴληχε, περιέχονται τὰς σωματικὰς ἀνάγκας. Ὡς γὰρ ἡ περιλαμβάνουσα χεὶρ καὶ ἐπάνω ἐστὶ καὶ ἐντὸς ἀγκάλην ἔχει τὸ περιληφθὲν, οὕτως αἱ πρὸς τὸν σκοπὸν τῆς μελλούσης ζωῆς ἀποτεταγμέναι πράξεις, πᾶν κίνημα τοῦ σώματος ἄλογον περισφίγγουσαι, εὔτακτον καὶ συνδεδεμένην φυλάττουσι τὴν ζωήν· οὐδ' ἑνὸς ἐπιβουλεύειν δυναμένου τῇ περιληφθείσῃ ὑπὸ τοῦ νυμφίου ψυχῇ.