Fragmenta in Canticum canticorum ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΛΕΧΑΝ∆ΡΕΙΑΣ ΕΙΣ ΤΑ ΑΣΜΑΤΑ ΤΩΝ ΑΣΜΑΤΩΝ

 πρότερον ἐν γυναιξὶ λέγων μόνον, ἀλλ' ἤδη καὶ ὡς πλησίον αὐτοῦ, ἀναδιπλασιάζει τῆς νύμφης ὁ νυμφίος τὸν ἔπαινον, τό τε θεωρητικὸν αὐτῆς ἐπαινῶν καὶ τὸ

 Ταῦτα πρὸς τὴν τῶν δραματικῶς ἐπαγομένων σαφηνίαν, μέχρι τοῦ, Ἡ φωνή σου ἡδεῖα, καὶ ἡ ὄψις σου ὡραία. Καὶ δῆλον ὡς ἡ νύμφη τοῦ Λόγου ψυχὴ, ἤγουν Ἐκκλη

 Τάχα δὲ καὶ ὁ μὴ κατὰ σάρκα βιοὺς, ἀλλὰ κατὰ πνεῦμα, μηδαμῶς παχυνθεὶς τὴν καρδίαν, τὸ ποικίλον καὶ παντοδαπὸν σῶζον τῆς εὐωδίας, εὐωδίαν ἀπὸ πάντων π

 μαρμαρίνους τεθεμελιωμένους ἐπὶ βάσεις χρυσᾶς. Στύλοι δὲ τῆς Ἐκκλησίας, οἷον Πέτρος καὶ Ἰωάννης, οἳ θεμέλιον τὸν Χριστὸν χρυσὸν λεχθέντα. Μαρμάρινοι δ

μαρμαρίνους τεθεμελιωμένους ἐπὶ βάσεις χρυσᾶς. Στύλοι δὲ τῆς Ἐκκλησίας, οἷον Πέτρος καὶ Ἰωάννης, οἳ θεμέλιον τὸν Χριστὸν χρυσὸν λεχθέντα. Μαρμάρινοι δὲ, οὕσπερ εἶπε Παῦλος ἑδραίωμα· διὰ τὸ ἑδραῖον καὶ ἀσάλευτον, καὶ τῷ λαμπρῷ βίῳ καὶ τῷ ὑγιαίνοντι λόγῳ τὸ κοινὸν σῶμα τῆς Ἐκκλησίας βαστάζοντές τε καὶ ἐρείδοντες. Ἀλλὰ καὶ τὸ τὸν Θεὸν ἀγαπᾷν ἐξ ὅλης τῆς καρδίας, καὶ τὸν πλησίον ὡς ἑαυτὸν, ὡς διὰ στύλων μαρμαρίνων, τὸ κοινὸν σῶμα τῆς Ἐκκλησίας βαστάζειν. Ὁ γὰρ ἐν ταῖς δυσὶ ταύταις τελειωθεὶς ἐντολαῖς, στύλος καὶ ἑδραίωμα τῆς Ἐκκλησίας κατασκευάζεται· ὥστε τοῖς δυσὶ τούτοις κατορθώμασιν, ὅλον τὸ σῶμα τῆς Ἐκκλησίας, καθάπερ κνήμαις τισὶν ἐπερείδεσθαι, τοῦ χρυσίου θεμελίου τῆς κατὰ πίστιν βάσεως τὸ ἀκλινὲς καὶ ἀμετάθετον καὶ τὸ ἐν παντὶ ἀγαθῷ πάγιον τοῖς λογισμοῖς ἐμποιοῦντος.

Ἐγὼ αὐτῷ τὴν πίστιν, καὶ αὐτὸς ἐμοὶ τὴν βασιλείαν. Ποιμαίνει δὲ ἐν τῇ καθαρότητι τῶν Γραφῶν καὶ τῶν ἁγίων δογμάτων. Ἀπὸ τῶν ἀπειθούντων σοι τοὺς σοὺς ἀπόστρε 69.1292 ψον ὀφθαλμοὺς, καὶ εἰς ἐμὲ κλῖνον· αὐτοὶ γὰρ, φησὶν, τὴν ἀγάπην ἐξήγειράν μοι [cod. σε]. Ἔργον τεχνίτου Τεχνίτην δὲ τὸν δημιουργὸν ὀνομάζει Χριστόν· ὡς γὰρ ὑπήκοος γέγονεν, οὕτως ἡ Ἐκκλησία. Λέγει δὲ καὶ τὴν σωφροσύνην αὐτῆς καὶ τὴν ὑποταγήν· τῆς ψυχῆς ταύτης ὑποτεταγμένης τῇ πίστει, τοῦ δὲ σώματος τῇ σωφροσύνῃ. ∆ηλοῖ δὲ καὶ τὸ ἱερατεῖον αὐτῆς λέγων· Μὴ ὑστερούμενος κράματι, δηλονότι τῷ τοῦ Χριστοῦ αἵματι· τοῦτο γὰρ τοῖς ἱερεῦσιν ἐν χερσίν. Τράχηλον δὲ αὐτῆς τοὺς διακόνους τοῦ Χριστοῦ λέγει, διὰ τὸν Χριστὸν βαστάζειν τῆς Ἐκκλησίας τὴν κεφαλήν. Βαστάζουσι γὰρ αὐτοῦ τὸ ἅγιον σῶμα ἐν καθαρᾷ συνειδήσει, ὁμολογοῦντες αὐτοῦ τὰ μυστήρια. ∆ιόπερ ἐλεφάντινον εἴρηκεν, ὁποίους ὁ Παῦλός φησιν διακόνους σεμνοὺς, μὴ οἴνῳ πολλῷ προσέχοντας. Βασιλεὺς δεδεμένος ἐν παραδρομαῖς. Ἢ καὶ ἄλλως, σύνδεσμον τῆς τῶν λαῶν ἀγάπης ἄγεσθαί φησιν εἰς βασίλειον ἱεράτευμα. Ἢ καὶ ἐν τρυφῇ σου, τῇ ἀγάπῃ σου, διὰ τό τινα καὶ αὐτῶν τῶν δικαίων νομίζεσθαι. Τοῖς δὲ βότρυσιν οἱ μασθοὶ ἀπεικάζονται, τοῖς ἔχουσι τὴν πνευματικὴν εὐφροσύνην. Ἢ ὅτι ἐγὼ τὴν ὁμολογίαν προσάγω, καὶ ἐπ' ἐμὲ ἡ ἐπιστροφὴ αὐτοῦ· ἢ ἐν τῇ παρουσίᾳ τῇ δευτέρᾳ, ἢ καὶ ἀπὸ τοῦ λαοῦ τῶν Ἰουδαίων. Ἁγιάζεται τοίνυν ἡ τροφὴ τῆς νύμφης, συνευωχουμένου Χριστοῦ. Ἤγουν εὔχεται τὴν ἐπιδημίαν τοῦ Σωτῆρος εἰς τὴν Ἰουδαίαν ἡ Ἐκκλησία γενέσθαι, κατὰ πρόνοιαν τοῦ διδόντος αὐτὸν τοῖς ἀνθρώποις, ἵνα θηλάσῃ τὴν Θεοτόκον. Εὑροῦσά σε. Ἤγουν ἔξω Ἱερουσαλὴμ ὅπου ἐσταυρώθη. Ἢ τὸν ἐνταφιασμὸν λέγει, ὃν ἤνεγκεν Ἰωσὴφ καὶ Νικόδημος. Ῥοῶν δὲ λέγει τῶν ἁγίων. Περίπτερα αὐτῆς, περίπτερα πυρός. Τὰ τείχη, φησὶν, τῆς Ἐκκλησίας πῦρ ἐστι.

Τῷ πνευματικῷ Σαλομὼν ἀμπελὼν ἐγενήθη· λέγει δὲ τὴν Ἐκκλησίαν. Τὸ δὲ Βεελαμὼν Ἐν τοῖς πεπιστευκόσιν ἑρμηνεύεται. Τίνες δὲ πεπιστεύκασιν, ἢ οἱ τὰς ἐντολὰς αὐτοῦ δεξάμενοι; Ὁ μὲν καθήμενος ἐν κήποις, τὰς Ἐκκλησίας ἐπισκοπεῖ· οἱ ἑταῖροι δὲ προσέχουσιν, οὐδὲ κρίνου 69.1293 σιν, ἀλλὰ τὴν κρίσιν πᾶσαν ὁ Υἱὸς ποιεῖ. Ἐπιθυμεῖ δὲ ἡ νύμφη ἀκοῦσαι· Εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. Ἀξιοῖ δὲ αὐτὸν καὶ τοὺς πονηροὺς ἐκβαλεῖν, Φύγε, λέγουσα, ἐπὶ τοὺς ἁγίους ἐλθεῖν.