Procatechesis

 παιδεύθητι ἐκ τῶν φαινομένων· ἔξελθε εὐκαίρως τὰ νῦν, καὶ εἴσελθε αὔριον εὐκαιρότατα. Εἰ φιλάργυρον ἔχεις τὸ σχῆμα τῆς ψυχῆς, ἄλλο ἐνδυσάμενος εἴσελθε

 διάνοια· ἵνα μὴ τὸ βλέμμα ῥεμβόμενον ποιήσῃ ῥέμβεσθαι καὶ τὴν καρδίαν. Τῶν δὲ ὀφθαλμῶν ἐσκεπασμένων, οὐκ ἐμποδίζεται τὰ ὦτα δέξασθαι τὸ σωτήριον. Ὃν γ

 τῶν ἐπορκισμῶν, εἷς ἕκαστος ὑμῶν λαλείτω τὰ πρὸς εὐσέβειαν· κἄν τις ὑμῶν μὴ παρῇ, ἐπιζητήσατε. Εἰς τράπεζαν εἰ ἐκλήθης, οὐκ ἂν περιέμενες τὸν συγκεκλη

 Εὔχου πυκνότερον, ἵνα ὁ Θεός σε καταξιώσῃ τῶν ἐπουρανίων καὶ ἀθανάτων μυστηρίων. Μήτε ἡμέραν ἄργει, μήτε νύκτα· ἀλλ' ὅταν ὁ ὕπνος ἐκ τῶν ὀμμάτων σου ἐ

παιδεύθητι ἐκ τῶν φαινομένων· ἔξελθε εὐκαίρως τὰ νῦν, καὶ εἴσελθε αὔριον εὐκαιρότατα. Εἰ φιλάργυρον ἔχεις τὸ σχῆμα τῆς ψυχῆς, ἄλλο ἐνδυσάμενος εἴσελθε· [ἔκδυσαι τὸ σχῆμα ὃ εἶχες, μὴ ἐπικαλύψῃς] ἔκδυσαί μοι πορνείαν καὶ ἀκαθαρσίαν, καὶ ἔνδυσαί μοι σωφροσύνης λαμπροτάτην στολήν. Ἐγὼ παραγγέλλω, πρὶν ὁ νυμφίος τῶν ψυχῶν εἰσέλθῃ Ἰησοῦς, καὶ ἴδῃ τὰ σχήματα. Πολλή σοι ἡ προθεσμία· τεσσαράκοντα ἡμερῶν μετάνοιαν ἔχεις· ἔχεις πολλὴν εὐκαιρίαν καὶ ἐκδύσασθαι καὶ ἀποπλύνασθαι, καὶ ἐνδύσασθαι καὶ εἰσελθεῖν. Εἰ δὲ ἐπιμένεις κακῇ προαιρέσει, ὁ μὲν λέγων ἀναίτιος, σὺ δὲ μὴ προσδόκα λήψεσθαι τὴν χάριν· τὸ μὲν [γὰρ] ὕδωρ σε δέξεται, τὸ δὲ πνεῦμά σε οὐ δέξεται. Εἴ τις σύνοιδεν ἑαυτῷ τὸ τραῦμα, τὴν ἔμπλαστρον λαβέτω· εἴ τις ἔπεσεν, ἐγειρέσθω· μηδεὶς ἐν ὑμῖν Σίμων, μηδεμία ὑπόκρισις, μηδὲ περιεργία τοῦ πράγματος. 5 Ἐγχωρεῖ σε καὶ προφάσει ἄλλῃ ἐλθεῖν· ἐγχωρεῖ γὰρ καὶ ἄνδρα βούλεσθαι γυναικὶ καθικετεῦσαι, καὶ διὰ τοῦτο προσελθεῖν· ἀντιστρέφει καὶ ἐπὶ γυναικῶν τὸ ὅμοιον ὁ λόγος· καὶ δοῦλος πολλάκις δεσπότῃ, καὶ φίλος φίλῳ ἀρέσαι ἠθέλησε. ∆έχομαι τὸ δέλεαρ τοῦ ἀγκίστρου, καὶ καταδέχομαί σε, κακῇ προαιρέσει μὲν ἐλθόντα, ἐλπίδι δὲ ἀγαθῇ σωθησόμενον. Ἴσως οὐκ ᾔδεις ποῦ ἔρχῃ, οὐδὲ ποία σε σαγήνη λαμβάνει· γέγονας εἴσω δικτύων ἐκκλησιαστικῶν· ζωγρήθητι· μὴ φύγῃς· ἀγκιστρεύει γάρ σε Ἰησοῦς, οὐχ ἵνα θανατώσῃ, ἀλλ' ἵνα θανατώσας ζωοποιήσῃ· δεῖ γάρ σε ἀποθανεῖν καὶ ἀναστῆναι· ἤκουσας γὰρ τοῦ Ἀποστόλου λέγοντος· Νεκροὶ μὲν τῇ ἁμαρτίᾳ, ζῶντες δὲ τῇ δικαιοσύνῃ· ἀπόθανε τοῖς ἁμαρτήμασι, καὶ ζῆσον τῇ δικαιοσύνῃ· ἀπὸ τοῦ σήμερον ζῆσον. 6 Βλέπε μοι πηλίκην [σοι] ἀξίαν ὁ Ἰησοῦς χαρίζεται. Κατηχούμενος ἐλέγου, ἔξωθεν περιηχούμενος· ἀκούων ἐλπίδα, καὶ μὴ εἰδώς· ἀκούων μυστήρια, καὶ μὴ νοῶν· ἀκούων γραφὰς, καὶ μὴ εἰδὼς τὸ βάθος. Οὐκ ἔτι περιηχῇ, ἀλλ' ἐνηχῇ· τὸ γὰρ ἔνοικον Πνεῦμα, λοιπὸν οἴκους θείους τὴν διάνοιάν σου ἐργάζεται. Ὅταν ἀκούσῃς τὰ περὶ τῶν μυστηρίων γεγραμμένα, τότε νοήσεις ἃ μὴ ᾔδεις. Καὶ μὴ νομίσῃς ὅτι μικρὸν πρᾶγμα λαμβάνεις· ἄνθρωπος ὢν οἰκτρὸς, Θεοῦ λαμβάνεις προσηγορίαν. Ἄκουε Παύλου λέγοντος· Πιστὸς ὁ Θεός· ἄκουε ἄλλης γραφῆς λεγούσης· Θεὸς πιστὸς καὶ δίκαιος. Τοῦτο προβλέπων ὁ Ψαλμῳδὸς ἔλεγεν ἐκ προσώπου τοῦ Θεοῦ, ἐπειδὴ μέλλουσιν ἄνθρωποι Θεοῦ προσηγορίαν λαμβάνειν· Ἐγὼ εἶπα, θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες· ἀλλὰ βλέπε, μὴ πιστοῦ μὲν ἡ προσηγορία, ἀπίστου δὲ ἡ προαίρεσις. Εἰσῆλθες εἰς ἀγῶνα, κάμε τὸν δρόμον· ἄλλον καιρὸν τοιοῦτον οὐκ ἔχεις. Εἴ σοι γάμων ἡμέραι προέκειντο, οὐκ ἂν κατεφρόνησας πάντων, καὶ περὶ τὴν ἑτοιμασίαν τῆς ἑστιάσεως ἐγένου; μέλλων δὲ τὴν ψυχὴν καθοσιοῦν τῷ ἐπουρανίῳ νυμφίῳ, οὐκ ἀργήσεις σωματικῶν, ἵνα ἄρῃς πνευματικά; 7 Οὐκ ἔνι δὶς καὶ τρὶς λαβεῖν τὸ λουτρόν· ἐπεὶ ἦν εἰπεῖν· Ἅπαξ ἀποτυχὼν, δεύτερον κατορθῶ· ἐὰν δὲ τὸ ἅπαξ ἀποτύχῃς, ἀδιόρθωτον τὸ πρᾶγμα. Εἷς γὰρ Κύριος, καὶ μία πίστις, καὶ ἓν βάπτισμα· μόνον γὰρ αἱρετικοί τινες ἀναβαπτίζονται· ἐπειδὴ τὸ πρότερον οὐκ ἦν βάπτισμα. 8 Οὐδὲν γὰρ ἄλλο παρ' ἡμῶν ζητεῖ ὁ Θεὸς, εἰ μὴ προαίρεσιν ἀγαθήν· μὴ λέγε· Πῶς μου ἐξαλείφονται αἱ ἁμαρτίαι; Ἐγώ σοι λέγω, τῷ θέλειν, τῷ πιστεύειν· τί τούτου συντομώτερον; Ἐὰν δὲ τὰ μὲν χείλη σου λέγῃ τὸ θέλειν, ἡ δὲ καρδία μὴ λέγῃ, καρδιογνώστης ὁ κρίνων. Ἄργησον ἀπὸ τῆς σήμερον ἀπὸ παντὸς φαύλου πράγματος· μή σου λαλησάτω ἡ γλῶσσα ἄσεμνα ῥήματα· μή σου τὸ βλέμμα ἁμαρτανέτω, μηδὲ ῥεμβέσθω τὰ μὴ χρήσιμα. 9 Οἱ δὲ πόδες σου εἰς τὰς κατηχήσεις σπευδέτωσαν. Τοὺς ἐπορκισμοὺς δέχου μετὰ σπουδῆς· κἂν ἐμφυσηθῇς, κἂν ἐπορκισθῇς, σωτηρία σοι τὸ πρᾶγμα. Νόμισον εἶναι ἀργὸν χρυσὸν, καὶ δεδολωμένον, ποικίλαις ὕλαις ἀναμεμιγμένον, χαλκῷ, καὶ κασσιτέρῳ, καὶ σιδήρῳ, καὶ μολύβδῳ· ζητοῦμεν τὸν χρυσὸν μόνον ἔχειν· χρυσὸς μὴ δύναται ἄνευ πυρὸς καθαρθῆναι τὰ ἀνοίκεια· οὕτως ἄνευ ἐπορκισμῶν οὐ δύναται καθαρθῆναι ψυχή· εἰσὶ δὲ θεῖοι, ἐκ θείων γραφῶν συνειλεγμένοι· ἐσκέπασταί σου τὸ πρόσωπον, ἵνα σχολάσῃ λοιπὸν ἡ