Procatechesis

 παιδεύθητι ἐκ τῶν φαινομένων· ἔξελθε εὐκαίρως τὰ νῦν, καὶ εἴσελθε αὔριον εὐκαιρότατα. Εἰ φιλάργυρον ἔχεις τὸ σχῆμα τῆς ψυχῆς, ἄλλο ἐνδυσάμενος εἴσελθε

 διάνοια· ἵνα μὴ τὸ βλέμμα ῥεμβόμενον ποιήσῃ ῥέμβεσθαι καὶ τὴν καρδίαν. Τῶν δὲ ὀφθαλμῶν ἐσκεπασμένων, οὐκ ἐμποδίζεται τὰ ὦτα δέξασθαι τὸ σωτήριον. Ὃν γ

 τῶν ἐπορκισμῶν, εἷς ἕκαστος ὑμῶν λαλείτω τὰ πρὸς εὐσέβειαν· κἄν τις ὑμῶν μὴ παρῇ, ἐπιζητήσατε. Εἰς τράπεζαν εἰ ἐκλήθης, οὐκ ἂν περιέμενες τὸν συγκεκλη

 Εὔχου πυκνότερον, ἵνα ὁ Θεός σε καταξιώσῃ τῶν ἐπουρανίων καὶ ἀθανάτων μυστηρίων. Μήτε ἡμέραν ἄργει, μήτε νύκτα· ἀλλ' ὅταν ὁ ὕπνος ἐκ τῶν ὀμμάτων σου ἐ

διάνοια· ἵνα μὴ τὸ βλέμμα ῥεμβόμενον ποιήσῃ ῥέμβεσθαι καὶ τὴν καρδίαν. Τῶν δὲ ὀφθαλμῶν ἐσκεπασμένων, οὐκ ἐμποδίζεται τὰ ὦτα δέξασθαι τὸ σωτήριον. Ὃν γὰρ τρόπον οἱ τῆς χρυσοχοϊκῆς ἐργασίας ἔμπειροι, διὰ τινῶν λεπτῶν ὀργάνων τὸ πνεῦμα τῷ πυρὶ παρεμβάλλοντες, καὶ τὸ ἐν τῇ χώνῃ κεκρυμμένον χρυσίον ἀναφυσῶντες, τὴν παρακειμένην ἐρεθίζοντες φλόγα εὑρίσκουσι τὸ ζητούμενον· οὕτω τῶν ἐπορκιζόντων, διὰ Πνεύματος θείου ἐμβαλλόντων τὸν φόβον, καὶ ὥσπερ ἐν χώνῃ, τῷ σώματι, τὴν ψυχὴν ἀναζωπυρούντων· φεύγει μὲν ὁ ἐχθρὸς δαίμων, παραμένει δὲ ἡ σωτηρία, καὶ παραμένει ἡ ἐλπὶς τῆς αἰωνίου ζωῆς, καὶ λοιπὸν ἡ ψυχὴ καθαρθεῖσα τῶν ἁμαρτημάτων ἔχει τὴν σωτηρίαν. Παραμένωμεν τοίνυν τῇ ἐλπίδι, ἀδελφοὶ, καὶ δῶμεν ἑαυτοὺς, καὶ ἐλπίσωμεν· ἵνα ὁ Θεὸς τῶν ὅλων, τὴν ἡμετέραν προαίρεσιν ἰδὼν, καθάρῃ μὲν ἡμᾶς τῶν ἁμαρτιῶν, ἐλπίδας δὲ ἡμῖν ἀγαθὰς παράσχῃ τῶν πραγμά των, καὶ δώῃ ἡμῖν μετάνοιαν σωτηρίας. Θεὸς ἐκάλεσε, σὺ δὲ ἐκλήθης. 10 Παράμενε ταῖς κατηχήσεσιν· εἰ καὶ πολλὰ παρατείνωμεν λέγοντες, μήποτε ἡ διάνοιά σου ἐκλυθῇ· ὅπλα γὰρ λαμβάνεις κατὰ ἀντικειμένης ἐνεργείας· ὅπλα λαμβάνεις κατὰ αἱρέσεων, κατὰ Ἰουδαίων, καὶ Σαμαρειτῶν, καὶ Ἐθνῶν· πολλοὺς ἐχθροὺς ἔχεις, πολλὰ βέλη λάμβανε· πρὸς πολλοὺς γὰρ ἀκοντίζεις· καὶ χρεία σοι μαθεῖν πῶς κατακοντίσῃς τὸν Ἕλληνα, πῶς ἀγωνίσῃ πρὸς αἱρετικὸν, πρὸς Ἰουδαῖον καὶ Σαμαρείτην· καὶ τὰ μὲν ὅπλα ἕτοιμα, καὶ τὸ ξίφος τοῦ Πνεύματος ἑτοιμότατον· δεῖ δὲ καὶ δεξιὰς τείνειν διὰ προαιρέσεως ἀγαθῆς, ἵνα πόλεμον Κυρίου πολεμήσῃς, ἵνα νικήσῃς ἀντικειμένας ἐνεργείας, ἵνα ἀήττητος γένῃ παντὶ αἱρετικῷ πράγματι. 11 Παραγγελία δέ σοι καὶ τοῦτο ἔστω· τὰ λεγόμενα μάνθανε, καὶ τήρει εἰς τὸν αἰῶνα. Μὴ νομίσῃς τὰς συνήθεις εἶναι προσομιλίας· κἀκεῖναι μὲν γὰρ ἀγαθαὶ, καὶ πίστεως ἀξίαι· ἀλλ' ἐὰν σήμερον ἀμελήσωμεν, αὔριον μανθάνομεν· τὰ δὲ περὶ τοῦ λουτροῦ τῆς παλιγγενεσίας κατ' ἀκολουθίαν διαδιδόμενα διδάγματα ἐὰν σήμερον ἀμεληθῇ, πότε κατορθωθήσεται; Νόμισόν [μοι] φυτείας εἶναι δένδρων καιρόν· ἐὰν μὴ σκάψωμεν καὶ βαθύνωμεν, πότε δύναται ἄλλοτε καλῶς φυτευθῆναι τὸ ἅπαξ κακῶς φυτευθέν; Νόμισόν μοι οἰκοδομὴν εἶναι τὴν κατήχησιν· [ἐὰν μὴ βαθύνωμεν, καὶ θεμέλιον θῶμεν,] ἐὰν μὴ κατ' ἀκολουθίαν δεσμοῖς οἰκοδομῆς ἁρμολογήσωμεν τὸν δόμον, ἵνα μὴ εὑρεθῇ τι χαῦνον, καὶ σαθρὰ γένηται ἡ οἰκοδομὴ, οὐδὲν ὄφελος οὐδὲ τοῦ προτέρου κόπου· ἀλλὰ δεῖ κατ' ἀκολουθίαν λίθον μὲν λίθῳ ἀκολουθεῖν, καὶ γωνίαν γωνίᾳ ἕπεσθαι· ἀποξεόντων δὲ [ἡμῶν] τὰ περιττὰ, οὕτως τελείαν οἰκοδομὴν ἀναβαίνειν· οὕτω προσφέρομέν σοι λίθους ὥσπερ γνώσεως· δεῖ ἀκούειν τὰ περὶ Θεοῦ ζῶντος· δεῖ ἀκούειν τὰ περὶ κρίσεως· δεῖ ἀκούειν τὰ περὶ Χριστοῦ· δεῖ ἀκούειν τὰ περὶ ἀναστάσεως· καὶ πολλά ἐστιν ἀκολούθως λεγόμενα, νῦν μὲν σποράδην εἰρημένα, τότε δὲ καθ' ἁρμονίαν προσφερόμενα· ἐὰν δὲ μὴ συνάψῃς ἐν τῷ ἑνὶ, καὶ μνημονεύσῃς τῶν πρώτων καὶ τῶν δευτέρων, ὁ μὲν οἰκοδομῶν οἰκοδομεῖ, σὺ δὲ σαθρὰν ἕξεις τὴν οἰκοδομήν. 12 Ὅτε τοίνυν ἡ κατήχησις λέγηται, ἐάν σε κατηχούμενος ἐξετάσῃ, τί εἰρήκασιν οἱ διδάσκοντες, μηδὲν λέγε τῷ ἔξω· μυστήριον γάρ σοι παραδίδομεν, καὶ ἐλπίδα μέλλοντος αἰῶνος· τήρησον τὸ μυστήριον τῷ μισθαποδότῃ. Μή ποτέ σοί τις εἴπῃ· τί βλάπτῃ, ἐὰν κἀγὼ μάθω; Καὶ οἱ νοσοῦντες τὸν οἶνον ζητοῦσιν· ἀλλ' ἐὰν ἀκαίρως δοθῇ, φρενῖτιν ἐργάζεται· καὶ δύο κακὰ γίνεται, καὶ ὁ νοσῶν ἀπόλλυται, καὶ ὁ ἰατρὸς διαβάλλεται· οὕτως ὁ κατηχούμενος, ἐὰν ἀκούσῃ παρὰ πιστοῦ· καὶ ὁ κατηχούμενος φρενιτιᾷ, οὐκ οἶδε γὰρ τί ἤκουσε, καὶ ἐλέγχει τὸ πρᾶγμα, καὶ ἐκμυκτηρίζει τὸ λεγόμενον· καὶ ὁ πιστὸς ὡς προδότης κατακρίνεται. Ἤδη δὲ σὺ ἐν μεθορίῳ στήκεις, βλέπε μοι μὴ ἐκλαλήσῃς· οὐχ ὅτι οὐκ ἄξια λαλιᾶς τὰ λεγόμενα, ἀλλ' ὅτι ἡ ἀκοὴ ἀναξία τοῦ δέξασθαι· ἦς καὶ σύ ποτε κατηχούμενος, οὐ διηγησάμην σοι τὰ προκείμενα· ὅταν τῇ πείρᾳ λάβῃς τὸ ὕψωμα τῶν διδασκομένων, τότε ἂν γνώσῃ, ὅτι ἀνάξιοι οἱ κατηχούμενοι τῆς ἀκοῆς. 13 Μιᾶς μητρὸς γεγόνατε υἱοὶ καὶ θυγατέρες, οἱ ἀπογραφέντες· ὅταν εἰσέλθητε πρὸ τῆς ὥρας