1

 2

 3

 4

3

καὶ τὸ πνεῦμα τὸ ἅγιον, τέλειον ἐν τελείᾳ ὑποστάσει, παρὰ τοῦ πατρὸς ἐκπορευόμενον. {Μ.} Πῶς ἐγχωρεῖ; Αὐτὸς λέγει· Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν. {Ο.} Οὐκ εἶπεν· Ἕν εἰμι, ἀλλ' ἕν ἐσμεν, ἵνα τῶν ὑποστάσεων τὸ ἐνυπόστατον γνῶμεν. Ἐκεῖνο δὲ θαυμάζω, ὅτι μέμνησαι τῶν εὐαγγελίων καὶ οὐκ ὀρθοποδεῖς πρὸς τὴν ἀλήθειαν αὐτῶν. {Μ.} Ἐγὼ τοῖς εὐαγγελίοις πείθομαι. {Ο.} ∆εῖξον οὖν, ποῦ γέγραπται ἐν τοῖς εὐαγγελίοις, ὅτι· Ἐγώ εἰμι καὶ ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα. {Μ.} Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα. {Ο.} Ἀλλὰ τὸν πατέρα· οὐχ ἑαυτὸν φήσας εἶναι πατέρα, ἀλλὰ τοιοῦτον οἷον τὸν πατέρα. {Μ.} Θέλεις γνῶναι, ὅτι ὀρφανοί εἰσιν οἱ μὴ δεχόμενοι τὸν παράκλητον; Ἄκουε τοῦ Κυρίου λέγοντος· Συμφέρει ὑμῖν, ἵνα ἐγὼ ἀπέλθω· ἐὰν μὴ ἀπέλθω, ὁ παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς· καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως. Καὶ μετ' ὀλίγα λέγει· Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς· ἔρχομαι πρὸς ὑμᾶς. Οἱ τοίνυν μὴ δεξάμενοι τὸν παράκλητον ὀρφανοί εἰσιν. {Ο.} Ἀληθῶς οὐ μόνον ὀρφανοί εἰσιν, ἀλλὰ καὶ ἄθεοι οἱ μὴ δεξάμενοι τὸν παράκλητον. {Μ.} ∆ιὰ τί οὖν οὐ δέχεσθε αὐτόν; {Ο.} Ἡμεῖς καὶ ἐδεξάμεθα καὶ δεχόμεθα, ὑμεῖς δὲ οὔτε 455 ἔγνωτε οὔτε ἐδέξασθε, ἀλλ' ἠπατήθητε παρὰ Μοντανοῦ, καὶ τοιαύτην ἀπάτην, ἣν οὐκ ἂν ἠπατήθησαν ἄνθρωποι μὴ γενόμενοι σκεύη τοῦ διαβόλου. Πρῶτον γὰρ πείθει ὑμᾶς εἰπεῖν τοὺς ἀποστόλους ὀρφανοὺς καὶ τὸν Κύριον Ἰησοῦν ψεύστην τὸν εἰρηκότα αὐτοῖς· Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς· ἔρχομαι πρὸς ὑμᾶς. {Μ.} Ἡμεῖς γὰρ λέγομεν, ὅτι οὐκ ἦν ὁ Χριστὸς ἐν τοῖς ἀποστόλοις. {Ο.} Ὁ λέγων, ὅτι οὐκ ἦν ἐν τοῖς ἀποστόλοις ὁ παράκλητος, ἀλλ' ἐν Μοντανῷ, πάντως οὐδὲ τὸν Χριστὸν δώσει ἐν αὐτοῖς. Οὐδεὶς γὰρ δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν πνεύματι ἁγίῳ. Καὶ εὑρέθησαν καθ' ὑμᾶς ὀρφανοὶ καὶ ὁ Κύριος Ἰησοῦς Χριστὸς ψεύστης, καὶ Μοντανὸς ὁ τοῦ Ἀπόλλωνος ἱερεὺς ἀληθής. Τί δὲ ταύτης τῆς ἀπάτης ἐστὶν ἀθλιώτερον; {Μ.} Λέγομεν καὶ ἡμεῖς, ὅτι οἱ ἀπόστολοι ἔσχον ἐκ τοῦ πνεύματος, ἀλλ' οὐ τὸ πλήρωμα τοῦ παρακλήτου εἶχον. {Ο.} Καὶ ὁ λέγων· Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμεθα, οὐκ εἶχε τὸ πνεῦμα, ἀλλὰ Μοντανὸς ὁ ἱερεὺς τοῦ εἰδώλου; {Μ.} Παῦλος γὰρ οὐκ ἦν διώκτης; {Ο.} Ἀλλὰ σκεῦος ἐκλογῆς γέγονε. {Μ.} Καὶ Μοντανός. {Ο.} Ἀλλ' ἐκ τούτου γινώσκεται ὁ ἀληθὴς προφήτης ἐκ τοῦ τὰ τοῦ θεοῦ αὐτὸν λέγειν, καὶ ὁ ψευδοπροφήτης ἐν τῷ τὰ ἐναντία αὐτὸν τῷ θεῷ λέγειν. {Μ.} Καὶ πότε Μοντανὸς ἐναντία τῷ θεῷ εἶπεν; {Ο.} Ὅταν μὲν ὁ θεὸς καὶ σωτὴρ ἡμῶν λέγῃ τὸν παράκλητον ἄλλον εἶναι παρ' ἑαυτὸν καὶ τοῖς ἀποστόλοις ἀποστέλλειν αὐτὸν ἐπαγγέλλεται, Μοντανὸς δὲ λέγει· Ἐγώ εἰμι ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα, δῆλον, ὅτι ἐναντία τῷ υἱῷ λέγει καὶ ἔστι ψευδοπροφήτης. {Μ.} Καὶ ἡμεῖς λέγομεν, ὅτι εἶχον οἱ ἀπόστολοι τὸν ἀῤῥαβῶνα τοῦ πνεύματος, ἄλλ' οὐ τὸ πλήρωμα. {Ο.} Ὅτι οἱ ἀπόστολοι ναοὶ τοῦ πνεύματος ἦσαν καὶ πάντες οἱ ἅγιοι, ἄκουε Παύλου λέγοντος· Οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν καὶ ἐν ἄλλοις· Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, 456 ἀλλ' ἐν πνεύματι, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν. Τοσούτων οὖν μαρτυριῶν οὐσῶν τῶν λεγουσῶν, ὅτι τὸ πνεῦμα ἦν καὶ ἔστιν ἐπὶ τοὺς πιστεύοντας, πῶς σὺ λέγεις μὴ εἶναι ἐπὶ τοὺς ἀποστόλους; {Μ.} Εἶπον, ὅτι ἀῤῥαβὼν ἦν τοῦ πνεύματος ἐν αὐτοῖς. {Ο.} Αὐτὸ τὸ πνεῦμα ἀῤῥαβών ἐστι τῶν ἐπηγγελμένων ἀγαθῶν, οἷον ἐπαγγελίαν ἔχομεν ἀφθαρσίας. Πόθεν ἡ ἀπόδειξις, ὅτι ἐσόμεθα ἄφθαρτοι ἐκ τοῦ πνεύματος, οὗ ἔδωκεν ἡμῖν, καὶ οὕτως πᾶσαν ἐπαγγελίαν ἐλπίζομεν πληροῦσθαι ἐκ τῆς τοῦ πνεύματος τοῦ ἁγίου παρουσίας ὡς εἶναι αὐτὸ ἀῤῥαβῶνα τῶν ἐπηγγελμένων ἀγαθῶν; Λέγει δὲ οὕτως ὁ Παῦλος· Ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ χρίσας ἡμᾶς θεός, ὁ καὶ σφραγισάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀῤῥαβῶνα τοῦ πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν, ὅ ἐστιν, ὅτι ἐβεβαιώθη σὺν ὑμῖν εἰς Χριστόν. Πόθεν τοῦτο ἐκ τοῦ πνεύματος,