1

 2

 3

 4

4

οὗ δέδωκεν ἡμῖν; Ἡ γὰρ ἀπόδειξις, ὧν ἐπηγγείλατο Χριστός, ἐκ τῆς τοῦ πνεύματος παρουσίας ἐστίν· ἐπηγγείλατο βασιλείαν οὐρανῶν, ἐπηγγείλατο ἀφθαρσίαν, ἀθανασίαν, σοφίαν, ἁγιασμόν, ἀπολύτρωσιν. Τίς ταύτης τῆς δωρεᾶς ἀπόδειξις καὶ πόθεν ἡμῖν τὸ ἀσφαλὲς ἐκ τοῦ πνεύματος, οὗ ἔδωκεν ἡμῖν; Ὁ γὰρ τὸ αἴτιον τῶν χαρισμάτων δεδωκὼς δώσει καὶ τὰ ἑπόμενα καὶ διὰ τοῦτο ἀῤῥαβὼν εἴρηται τὸ πνεῦμα τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης. {Μ.} ∆ιὰ τί δὲ καὶ τὰς ἁγίας Μαξίμιλλαν καὶ Πρίσκιλλαν ἀποστρέφεσθε καὶ λέγετε μὴ ἐξὸν εἶναι προφητεύειν γυναιξίν; Οὐκ ἦσαν καὶ τῷ Φιλίππῳ θυγατέρες τέσσαρες προφητεύουσαι καὶ ∆εββῶρα οὐκ ἦν προφῆτις; καὶ ὁ ἀπόστολος οὐ λέγει· Πᾶσα γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ, εἰ οὐκ ἔστιν γυναιξὶν προφητεύειν οὐδὲ προσεύχεσθαι; Εἰ δὲ προσεύχονται, καὶ προφητευέτωσαν. {Ο.} Ἡμεῖς τὰς προφητείας τῶν γυναικῶν οὐκ ἀποστρεφόμεθα, καὶ ἡ ἁγία Μαρία προεφήτευσε λέγουσα· Ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Καὶ ὡς καὶ αὐτὸς εἶπας ἦσαν τῷ ἁγίῳ Φιλίππῳ θυγατέρες προφητεύουσαι, 457 καὶ Μαρία ἡ ἀδελφὴ Ἀαρὼν προεφήτευεν. Ἀλλ' οὐκ ἐπιτρέπομεν αὐταῖς λαλεῖν ἐν ἐκκλησίαις οὐδὲ αὐθεντεῖν ἀνδρῶν, ὥστε καὶ βίβλους ἐξ ὀνόματος αὐτῶν γράφεσθαι. Τοῦτο γάρ ἐστιν ἀκατακαλύπτως αὐτὰς προσεύχεσθαι καὶ προφητεύειν, καὶ οὐ κατῄσχυνε τὴν κεφαλὴν τουτέστιν τὸν ἄνδρα. Μὴ γὰρ οὐκ ἠδύνατο ἡ ἁγία Θεοτόκος Μαρία ἐξ ὀνόματος ἑαυτῆς βιβλία γράψαι; Ἀλλ' οὐκ ἐποίησεν, ἵνα μὴ καταισχύνῃ τὴν κεφαλὴν αὐθεντοῦσα τῶν ἀνδρῶν. {Μ.} Τὸ γὰρ ἀκατακαλύπτῳ τῇ κεφαλῇ προσεύχεσθαι ἢ προφητεύειν ἐστὶ τὸ μὴ γράφειν βιβλία; {Ο.} Καὶ πάνυ. {Μ.} Ἐὰν οὖν λέγῃ ἡ ἁγία Μαρία· Ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί, μετὰ παῤῥησίας λέγει καὶ ἀνακεκαλυμμένως, ἢ οὔ; {Ο.} Ἔχει κάλυμμα τὸν εὐαγγελιστήν. Οὐ γὰρ ἐξ ὀνόματος αὐτῆς τὸ εὐαγγέλιον ἀναγέγραπται. {Μ.} Μή μοι τὰς ἀλληγορίας ὡς δόγματα λάμβανε. {Ο.} Μάλιστα μὲν οὖν ὁ ἅγιος Παῦλος καὶ τὰς ἀλληγορίας εἰς τὰς τῶν δογμάτων βεβαιώσεις ἔλαβε λέγων, ὅτι· Ἀβραὰμ δύο γυναῖκας ἔσχεν, ἅτινά εἰσιν ἀλληγορούμενα. Αὗται γάρ εἰσιν αἱ δύο διαθῆκαι. ∆ῶμεν δέ, ὅτι οὐ διὰ ἀλληγορίαν τὸ τῆς κεφαλῆς κάλυμμα. Στῆσόν μοι ἐπὶ πάντων τὴν ἀλληγορίαν, ἐὰν ᾖ πενιχρὰ γυνὴ καὶ μὴ ἔχῃ, τί κατακαλύπτεται, οὐ δεῖ αὐτὴν προσεύχεσθαι οὐδὲ προφητεύειν; {Μ.} Καὶ δύναται εἰς τοσοῦτον εἶναι πενιχρά, ὡς μὴ ἔχειν, τί σκεπάσεται. {Ο.} Πολλάκις μὲν εἴδομεν οὕτως πενιχρὰς γυναῖκας ὥστε μὴ ἔχειν, τί σκεπάσονται. Ἐπειδὴ δὲ αὐτὸς οὐ θέλεις εἶναι πενιχρὰς γυναῖκας ὥστε μὴ ἔχειν, τί σκεπάσονται, τί ποιεῖς ἐπὶ τῶν βαπτιζομένων; Ἆρα οὐ δεῖ αὐτὰς βαπτιζομένας προσεύχεσθαι; Τί δὲ λέγεις καὶ ἐπὶ τῶν ἀνδρῶν τῶν πολλάκις διὰ κάκωσιν σκεπαζομένων τὴν κεφαλήν; Ἆρα καὶ τούτους κωλύεις προσεύχεσθαι ἢ προφητεύειν; {Μ.} Ἐν ἐκείνῃ τῇ ὥρᾳ, ᾗ προσεύχεται ἢ προφητεύει, ἀνακαλύπτεται. {Ο.} Οὐ δεῖ αὐτὸν ἀδιαλείπτως προσεύχεσθαι, ἀλλὰ παρα 458 κούειν τοῦ ἀποστόλου διδάσκοντος αὐτόν, τοῦ λέγοντος· Ἀδιαλείπτως προσεύχεσθε. Καὶ τὴν γυναῖκα δὲ συμβουλεύεις βαπτιζομένην μὴ προσεύχεσθαι. {Μ.} ∆ιὰ τοῦτο οὖν οὐ δέχεσθε Πρίσκιλλαν καὶ Μαξίμιλλαν, ἐπειδὴ βιβλία συνέταξαν. {Ο.} Οὐ διὰ τοῦτο μόνον, ἀλλ' ὅτι καὶ ψευδοπροφήτιδες γεγόνασι μετὰ τοῦ ἐξάρχου αὐτῶν Μοντανοῦ. {Μ.} Πόθεν, ὅτι ψευδοπροφήτιδες γεγόνασιν; {Ο.} Τὰ αὐτὰ Μοντανῷ εἰρήκασιν; {Μ.} Ναί. {Ο.} Ἠλέγχθη δὲ Μοντανὸς ἐναντία ταῖς θείαις γραφαῖς εἰρηκώς, καὶ αὐταὶ ἄρα αὐτῷ συνεκβληθήσονται.