1

 2

 3

 4

3

ἁμαρτωλὸς καθ' ὑπερβολὴν ἐγένετο ἁμαρτωλὸς ἡ ἁμαρτία; πρὸς ταῦτα ἀκουέτωσαν ὅτι οὐκ, εἴ τι καταβλάπτεται, ἤδη καὶ ἡ ἀφορμὴ δι' ἣν βλάπτεται φαύλη ἐστὶ καὶ πονηρά· οὐδὲ γὰρ ὅτι οἱ ἀνόδως καὶ ἀμέτρως ἐνατενίζοντες τῷ ἡλίῳ βλάπτονται τὰς ὄψεις, ἤδη καὶ τὸν ἥλιόν φαμεν πονηρόν· οὐδ' ὅτι καθ' ὑπερβολὴν ὁ διάβολος ἁμαρτωλὸς γέγονε τῷ ἐπικεχειρηκέναι κατὰ τοῦ υἱοῦ τοῦ θεοῦ, ἤδη καὶ τὸν υἱὸν τοῦ θεοῦ φαῦλον καὶ πονηρὸν εἶναι λέγομεν.

Οἶδα δὲ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τοῦτ' ἔστιν ἐν τῇ σαρκί μου, ἀγαθόν. νῦν εἰς τὸ τοῦ Ἀδὰμ πρόσωπον ἐξηγεῖται. καὶ ὅτι στερηθεὶς τὸν θεὸν ἔχειν ἐν ἑαυτῷ, ἀντὶ τῆς ὄντως ζωῆς θάνατον καταλλαξάμενος-καὶ γὰρ θάνατος οὐχ ὁ κοινὸς μόνος τῶν μελῶν αὐτοῦ ἐκράτησεν, ἀλλὰ καὶ ὁ τῆς παρακοῆς κατὰ τῆς ψυχῆς αὐτοῦ εἰσβαλών· μάλιστα γὰρ ὁ κρατῶν θάνατος πρὸ τῆς τοῦ Χριστοῦ ἐπιδημίας ἐβασίλευσε, κατὰ πάντων νόμον καὶ σκῆπτρον τῆς ἑαυτοῦ βασιλείας ἔχων τὴν παρακοήν. ἀλλ' οὐκ ἄναρχος ἢ ἀγέννητος ἡ τοῦ θανάτου βασιλεία· ἐκ γὰρ τῶν ζώντων τὸ τεθνάναι συμβαίνει, καὶ ἐκ τῆς τῶν ὑπηκόων ὑπακοῆς τὸ παρακοῦσαί τινα. τὸ γὰρ θέλειν παράκειταί μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὔ· ὃ γὰρ θέλω ἀγαθὸν τοῦτο οὐ ποιῶ, ἀλλ' ὃ μισῶ τοῦτο πράσσω. εἰ τὸ θέλειν μόνον ἐν ἡμῖν ἔστιν, τὸ δὲ κατεργάζεσθαι τὸ θεληθὲν καλὸν οὐκ ἔστιν ἐν ἡμῖν, εἰς μάτην ὁ ἀγαθὸς θεὸς τὰς ὁμοουσίας ἑαυτοῦ ψυχὰς ἐν τοῖς σώμασι κατέπεμψεν· τὸ γὰρ αὐτῷ καὶ αὐταῖς φίλον οὐ πράττουσιν, οὐκ ἐνεργοῦσιν, ἀλλὰ μόνον θέλουσιν· τάχα δὲ οὐδ' αὐτό, ἄδηλον γάρ. εἰ δὲ τοῦτο ἀληθές ἐστιν, κατὰ τοὺς ἀσεβεῖς ἐρῶ· ἄρα οὐκ ἦν οὐδ' ἔσται ἐν βίῳ τὸ καλόν, οὔτε τίς ποτ' αὐτὸ ἐνήργησεν, εἴγε κατ' ἀναίρεσιν τοῦ καλοῦ καὶ ἀγαθοῦ ἐπὶ παντὸς ἀνθρώπου ἐκλαμβάνωσιν, ὅτι ὃ θέλω ἀγαθόν, τοῦτο οὐ ποιῶ, ἀλλ' ὃ μισῶ τοῦτο πράσσω. πόθεν δὲ καὶ ἐν τῷ τῶν ἀνθρώπων βίῳ 5 ἀρετῶν ὀνόματα εὑρέθη; εἰ δέ εἰσιν ἐνεργοῦντες τὸ καλόν, κἂν ὀλίγοι εἶεν οἱ τοῦτο δρῶντες, ἄρ' οὐχ οἱ πάντες φήσουσιν· οἴδαμεν δὲ ὅτι οὐκ οἰκεῖ ἐν ἡμῖν ἀγαθόν· ὃ γὰρ ἠθέλησαν ἀγαθόν, τοῦτο πράττουσιν. εἰ δὲ οἱ τὸ ἀγαθὸν ἐνεργοῦντες ἐν σαρκὶ ὑπάρχοντες τοῦτο ἐνεργοῦσιν, καὶ οἱ τοῦτο μὴ ποιοῦντες ἀλλὰ τὸ κακὸν ἐν σαρκί εἰσίν, ἄρ' οὐ τῇ σαρκὶ τὸ αἴτιον τοῦ μὴ γίνεσθαι τὸ ἀγαθὸν περιαπτέον, ἀλλὰ τῇ τούτων μαλακοψυχίᾳ. εἰ γὰρ τοῖς ἐθέλουσι τὸ καλὸν ποιῆσαι παροικεῖται τὸ κακόν, ὁμοίως δὲ καὶ τοῖς ἐθέλουσι κακοεργεῖν οὐ καλὸν παράκειται, προνοήσαντες δὲ καὶ προθελήσαντες ἐπὶ τοσοῦτον ἐνεργείας ἔρχονται, ἄρ' οὐ φύσει καὶ οὐσίᾳ τὰ σώματα ἡμῶν ἐστι φαῦλα· τῶν γὰρ πρακτέων ἡμῶν προηγεῖται βουλὴ καὶ θέλησις, ψυχῆς δὲ ταῦτα φρόνημα ἐχούσης αὐτεξούσιον, ῥέψαι δυναμένης πρὸς ἃς βούλεται πράξεις. Νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό, ἀλλ' ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. ἀπελογήσατο διὰ τούτου τοῦ λογίου, ὅτι περ οὐ φαύλη κατὰ φύσιν ἡ σάρξ· οὐ γὰρ ἡ σὰρξ ἣν περικείμεθα οἰκεῖ ἐν ἡμῖν, ἀλλ' ὁ ἐν τοῖς παρανόμοις οἰκῶν διάβολος. ᾧ γὰρ λέγω· Χριστὸς οἰκεῖ ἐν παντὶ δικαίῳ τὸ ἀγαθὸν ἐργαζομένῳ, τὸν αὐτὸν οἶμαι τρόπον οἰκεῖν τὸν διάβολον ἐν παντὶ κακοποιῷ. οὐκοῦν οὐχ ἡμεῖς ἐσμεν καθὸ σάρκα ἔχομεν πονηροί, ἀλλ' ἡ οἰκοῦσα ἐν ἡμῖν ἁμαρτία, ἄλλη τις οὖσα παρὰ τὴν σάρκα καὶ τὴν ψυχὴν τοῦ ἀνθρώπου· καὶ γὰρ ἐν ψυχῇ μάλιστα λέγεται ἐπιχωριάζειν ὁ διάβολος κατὰ τὸ εἰσῆλθεν ὁ σατανᾶς εἰς τὴν καρδίαν Ἰούδα, καὶ κατὰ τὸ Ἀνανία, ἵνα τί ἐπλήρωσεν ὁ σατανᾶς τὴν καρδίαν σου; εὖ δὲ καὶ τὸ εἰπεῖν οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ ἀλλ' ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία· ἔργου γὰρ καὶ κατέργου πολὺ τὸ μέσον, διότι τοῦ ἔργου προηγεῖται τὸ κάτεργον ὡς φέρε εἰπεῖν οἰκίας ἢ νηός· τὸ δὲ κάτεργον, τοῦτ' ἔστι τῆς ὕλης ἡ προπαρασκευή. ἡ τοίνυν οἰκοῦσα ἐν τοῖς ἁμαρτάνουσιν ἁμαρτία, τοῦτ' ἔστιν ὁ σατανᾶς, ὁμολογουμένως ἐν τοῖς λογισμοῖς ἡμῶν προκατεργάζεται τοῦ ἐσομένου κακοῦ τῆς ἰδέας, τὴν κατασκευήν, τῆς ὑποδεξαμένης αὐτὸν ψυχῆς συμπραττούσης αὐτῷ τῆς κακίας καθάπερ τοῖς σπείρουσιν ἡ τῆς θήλεος μήτρα πρὸς τὸ