3
σαβαὼθ, Ἰησοῦς, Κύριος, ἰατρὸς, ἀγαθὸς, νεφέλη, Μαριάμ. Ὅτι καὶ ὁ ἑπτὰ τέλειος ἀριθμός.
Εʹ. Ἑβδόμῃ ἡμέρᾳ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὁ Θεός. Ἑπτὰ ἐκδικούμενα παρέλυσε τὸν Κάϊν ἀνελών. Ἑπτὰ γὰρ ἁμαρτίας ὁ μιαρὸς ἐργασάμενος, φθόνον, δόλον, φόνον ἀδελφοῦ, φόνων διδάσκαλος πρῶτος, μῦσος τοῦ οὕτω βίῳ γενόμενος, γονεῖς λυπήσας, ἐψεύσατο Θεόν. Ἑπτὰ καὶ τιμωρίαις ὑπέπεσε· ᾤκει κατηραμένην τὴν γῆν, εἰργάζετο, ἀφορῶν ἔστενεν, ἔτρεμεν, ἀπ' ὄψεως ἦν, ἠγωνία τὸν παριόντα, σημεῖον εἶχε δημοσιεῦον αὐτόν. Ἕβδομος Ἐνὼχ, μετὰ τὸν Ἀδὰμ, ὃς εὐηρέστησε τῷ Θεῷ, καὶ ὡς σῖτος ζιζανίων, τῶν ἀσεβῶν ἐχωρίσθη. Ἑπτὰ τὸ πρῶτον, καὶ ἑπτὰ τὸ δεύτερον ἔτη περὶ Ῥαχὴλ Ἰακὼβ τῷ Λάβαν ἐδούλευσεν. Ἑπτὰ προβάτων ἀμνοὺς Ἀβραὰμ τῷ Ἀβιμέλεχ ἐχαρίσατο τῆς τοῦ φρέατος δεσποτείας μαρτύριον. Ἑπτὰ βόες στίλε λιμοῦ, καὶ ἑπτὰ στάχυες πίνακες εὐθηνίαν διέγραψαν, τοῦ Φαραὼ τὸ ἐνύπνιον. Ἑπτὰ σάλπιγγας ἱερὰς ἐβάστασεν Ἰησοῦς ὁ τοῦ Ναυῆ, ὁπηνίκα τῆς Ἱεριχῶ τὰ τείχη κατήνεγκεν. Ἑβδόμῳ ἔτει τῆς δουλείας Ἑβραίους ἀπο 43.516 λύουσιν Ἰουδαῖοι. Ἀπὸ πεντεκαιδεκάτης ἕως πρώτης εἰκάδος, ἐν αἷς ἐπετελεῖτο τὸ Πάσχα τῶν Ἰουδαίων, ἑπτὰ τῆς ἑορτῆς ἡμέραι. Ἑπτὰ δοῦλα τοῖς Ἰουδαίοις ἔθνη κατέγραψεν ὁ Θεὸς, τῶν Χαναναίων, τῶν Χετταίων, καὶ Φερεσταίων, τῶν Γεργεσαίων, τῶν Εὐαίων, τῶν Ἰεβουσαίων, τῶν Ἀβραίων. Ἑπτὰ τῆς σκηνῆς πεποίηκεν ἓξ ἡμέρας ἡ ἀδελφὴ Μωϋσέως ἀφορισθεῖσα. Ἑπτὰ κλήμασιν ἐδέθη Σαμψὼν, καὶ διέκοψεν αὐτὰ ὡς σπαρτίον. Ἑπτὰ βοστρύχους ἱεροὺς εἶχε τριχῶν· ὧν ἡ κουρὰ τὴν ἰσχὺν αὐτῶν καὶ δύναμιν ἐφυγάδευσεν. Ἑπτὰ ὀφθαλμοί εἰσιν οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν. Ἑπτὰ ἐπαρυστρίδας, καὶ ἑπτὰ λύχνους ἦν ἑώρακε Ζαχαρίας, ὅτι ἑπτὰ πνεύματα παρὰ Θεοῦ. Ἑπτὰ τοῦ ἁγίου Πνεύματος τὰ χαρίσματα· πνεῦμα σοφίας, πνεῦμα συνέσεως, πνεῦμα βουλῆς, πνεῦμα ἰσχύος, πνεῦμα γνώσεως, πνεῦμα εὐσεβείας, πνεῦμα φόβου Θεοῦ. Ἑπτὰ στύλους ὑπεστήρισε τῆς οἰκείας σκηνῆς ἡ σοφία. Ἑπτὰ γυναῖκες παρὰ τῷ Ἡσαΐᾳ τὸν ἕνα κύριον δυσωπήσουσι λέγουσαι· Τὸν ἄρτον ἡμῶν φαγώμεθα, καὶ τὰ ἱμάτια ἡμῶν περιβαλλώμεθα. Πλὴν τὸ ὄνομά σου κεκλήσθω ἐφ' ἡμᾶς· ἄφελε τὸν ὀνειδισμὸν ἡμῶν. Ἑπτὰ γὰρ βίβλοι νομικαὶ τῷ Χριστῷ μαρτυροῦσιν, ὅτι τὸν ὀνειδισμὸν αὐτῶν σαρκωθεὶς αὐτὸς παρεῖλεν· Γένεσις, Ἔξοδος, Λευϊτικὸν, Ἀριθμοὶ, ∆ευτερονόμιον, Ἰησοῦς, Κριταί. Εἰ μὴ γὰρ ἐνηνθρώπησεν, ὡς μυθικαὶ παρεγράφοντο. Τυθεὶς ἀθύτως, ὡς Ἰσαὰκ, καὶ παθὼν ἀπαθῶς, καὶ τὸν οἰκεῖον βαστάσας ἐπ' ὤμων σταυρὸν, τὰ ἐν τῇ βίβλῳ κείμενα τῆς Γενέσεως ἐβεβαίωσεν. Ἐν παρθενικῇ χωρήσας γαστρὶ, καὶ μὴ καταναλώσας τῷ πυρὶ τῆς θεότητος τὴν βαστάζουσαν, τὴν καιομένην, καὶ μὴ κατακαιομένην βάτον, τὴν ἐν τῇ βίβλῳ τῆς Ἐξόδου κειμένην, διέγραψεν. Ἀρχιερεύσας, ὡς Ἀαρὼν, τὰ πρὸς Θεὸν μεσιτεύσας ἡμῖν, τὰ ἐν τῷ Λευϊτικῷ γεγραμμένα παρέστησε. Τῇ Παλαιᾷ τὴν Καινὴν ∆ιαθήκην συνάψας, καὶ λέγων· Ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ἐμβλέπων γυναικὶ πρὸς τὸ μοιχεῦσαι αὐτὴν, ἤδη ἐμοίχευσεν ἐν τῇ καρδίᾳ αὐτοῦ· καὶ πάλιν· Ἐῤῥέθη τοῖς ἀρχαίοις· Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ τοῦ ὀδόντος· ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ἀντιστῆναι τῷ πονηρῷ, ἀλλ' ὅστις σε ῥαπίσῃ ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην· τὰ ἐν τῷ ∆ευτερονομίῳ παρέδωκεν δευτέρας, καὶ ἐπαναλαβὼν τὰ ὠφέλιμα. Εἰς τὴν ἀληθινὴν κατάπαυσιν εἰσαγαγὼν τὸ γένος ἡμῶν, καὶ διαφόρους μονὰς ἐν τοῖς οὐρανίοις εὐτρεπίσας ἡμῖν, τὰ ἐν βίβλῳ τῶν Ἀριθμῶν ἀπεκάλυψεν. Εἰς τὸν Ἰορδάνην εἰσελθὼν, καὶ ἁγιάσας τὰ ὕδατα, καὶ ἐπὶ τοῦ σταυροῦ φυγόντα τὸν ἥλιον ἀνακαλεσάμενος, καὶ διπλῆν ἀνθ' ἁπλῆς ἡμέρας ἐργασάμενος, τὰ ἐν τῇ βίβλῳ Ἰησοῦ τοῦ Ναυῆ τοῖς μὴ παρέργως ἀναγινώσκουσιν ἐζωγράφησε. Τὴν ἠγαπημένην ψυ 43.517 χὴν αὐτοῦ ὑπὲρ ἡμῶν τεθεικὼς, καὶ δώσει ἑαυτὸν λύτρον ἀντὶ πολλῶν, τὰ ἐν τῇ βίβλῳ τῶν Κριτῶν ἡρμήνευσεν· ὁλοκαυτώματα γὰρ καὶ ὁ Ἰεφθάε ὑπὲρ τοῦ λαοῦ