1

 2

 3

 4

4

τῷ Θεῷ τὴν θυγατέρα προσήνεγκεν. Ἑπτὰ παίδων πατὴρ Ἰεσσέ. Ἕβδομος ἀπὸ Ἀβραὰμ ὁ Μωϋσῆς. ∆ι' ἑπτὰ γραμμάτων τὸ Ἰωάννου ὄνομα. ∆ι' ἑπτὰ γραμμάτων καὶ ἡ τοῦ Χριστοῦ προσηγορία. Ἑπτὰ διάκονοι παρὰ τῶν μαθητῶν εἰς διακονίαν τῶν Χριστιανῶν ἐξελέχθησαν· Στέφανος, Φίλιππος, Πρόχορος, Νικάνωρ, Τίμων, Παρμενᾶς, Νικόλαος. Ἑπτὰ παῖδες τὴν Ἀντιόχου τυραννίδα κατήνεγκαν. Καὶ συντόμως εἶπον, οὗτός ἐστιν ἐπαινετὸς ὁ ἀριθμὸς, καὶ θαυμάσιος· ὅτι αὐτὸς ἄνωθεν ὁ ∆εσπότης ἐγγράφως βοᾷ· Τίμα τὴν ἡμέραν τοῦ Σαββάτου, καὶ ἁγίασον αὐτήν· ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὁ Θεὸς ὧν ἤρξατο ἀποποιῆσαι. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.