νόμιμα ἔφαγες, καλῶς ἀκούεις ταῦτα. 49Gal 2, Ζῇ ἐν ἐμοὶ ὁ Χριστός, ὁ μὴ ὑποκείμενος νόμῳ, ὑπὲρ νόμον ὢν ὡς υἱός· ἐγὼ δὲ διὰ τὸν ζῶντα ἐν ἐμοί, ὥσπερ οἱ δεχόμενοι τὰς αὐγὰς τὰς ἡλιακὰς φωτεινοὶ καὶ διειδεῖς, υἱός.Gal 2,21 Οὐ λέγω ὅτι καὶ μετὰ τὸ πάθος τοῦ Χριστοῦ χρεία νομίμων· τοῦτο γάρ ἐστιν εἰπεῖν ὅτι ἡ χάρις οὐδὲν ἰσχύει, ὅτι οὐδὲν συμβάλλεται τὸ πάθος. Gal 3,17Μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη γέγονεν ὁ νόμος, οὐχὶ τῆς ἐξόδου τῆς ἀπ' Αἰγύπτου ἀλλὰ τῆς κατ' ἀρχῆς ταύτης τῆς ἐπαγγελίας· ὥστε οἱ δοκοῦντες φιλονεικεῖν τῇ ἐκκλησίᾳ περὶ πρωτείων ἑκατοντάσι καὶ δεκάσιν ἐτῶν εὑρίσκονται ὕστεροι μετὰ τὴν πίστιν. Gal 3,19 Τοῦτο λέγει, ὅτι ἡ διαταγὴ δι' ἀγγέλων, ἐν χειρὶ μεσίτου, τοῦτ' ἔστι μεσιτευσάντων τῶν ἀγγέλων πρὸς τὸ δοθῆναι τὸν νόμον, ἵνα ἀκούσωμεν· τὴν μὲν ἐπαγγελίαν αὐτὸς δι' ἑαυτοῦ, τὸν δὲ νόμον οὐ δι' ἑαυτοῦ, ἀλλὰ διέταξε δι' ἀγγέλων μεσιτευόντων. Gal 3,23 Τὸ προηγεῖσθαι νῦν λέγω, οὐχὶ ἐπιλαθόμενος τῆς ἐπαγγελίας πρωτευούσης, ἀλλ' ὅτι καὶ γάλα χρήσιμον ἐν καιρῷ καὶ οὐ χρήσιμον εἰς τὰ ἑξῆς. τὸ οὖν πρὸ τοῦ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα, τοῦ νόμου παρεντεθέντος μεταξὺ τῆς ἐπαγγελίας καὶ αὐτῆς τῆς παρουσίας τῆς πίστεως.Gal 4,4- 11 Ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ. τὸ γνήσιον τηρῶν μετ' ἄρθρου εἶπεν τὸν υἱὸν αὐτοῦ, τὸν ὄντα υἱόν. γενόμενον ἐκ γυναικός. ἐπειδὴ γὰρ γυνὴ προεξένησεν ἁμαρτίαν, ἐκ 50 γυναικὸς ὁ σώζων. ἐπειδὴ δὲ ὁ νόμος οὐκ ἐδόθη δυνάμενος καὶ ζωοποιῆσαι, γέγονε καὶ ὑπὸ νόμον ὁ ἐλθὼν ἰάσασθαι. στοιχεῖα δέ φησι τὰ νόμιμα. εἰ δὲ ζητεῖς ἑρμηνείαν παρ' αὐτοῦ· ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν, τὴν ἀποκειμένην ἤδη ταῖς ἐπαγγελίαις, κατεχομένην δὲ ἐν τῷ μεταξὺ εἰσαχθέντος τοῦ νόμου καὶ τῶν χρόνων μὴ ἀποπληρωθέντων. πληρωθέντος δὲ τοῦ χρόνου, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ ᾧ ἀπέκειτο ταῦτα. εἰ οὖν καλεῖς· ὁ πατήρ, δηλονότι γέγονας υἱός, καὶ μαρτυρεῖ σοι τὸ πνεῦμα. εἰ δὲ υἱός, καὶ κληρονόμος σὺ διὰ Χριστοῦ, τοῦτ' ἔστιν ἐκ χαρίσματος, οὐκ ἐκ φύσεως. Ἀλλὰ τότε μὲν οὐκ εἰδότες θεόν, ὦ Γαλάται, ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσι θεοῖς, τοῖς εἰδώλοις. πῶς πάλιν ἐπεστρέψατε ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα; πῶς δυνατόν ἐστι τὸν Ἕλληνα ὄντα, τὸν Γαλάτην, ἐπιστρέψαι ἐπὶ τὰ στοιχεῖα τοῦ νόμου ἐξ ὧν οὐδὲ ἐξῆλθον; πρῶτον μάθωμεν τίνα λέγει πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεύειν ἐθέλετε. ἐάν τις προσχῇ ἄνωθεν τῷ λέγοντι· ἀλλὰ τότε μὲν οὐκ εἰδότες θεὸν ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσι θεοῖς, δηλονότι περὶ Ἑλληνισμοῦ ἀκούει· μᾶλλον δὲ γνωσθέντες ὑπ' αὐτοῦ, πῶς πάλιν ἐπιστρέφετε ἐπὶ τὰ ἀσθενῆ; πάλιν νομίζει τις ὅτι εἰς εἰδωλολατρείαν ἐγκαλεῖται· τὸ γὰρ πάλιν ἐπιστρέψαι ἀναδραμεῖν ἐστιν ἐπ' ἐκεῖνα ἀφ' ὧν τις ἐξῆλθεν. οὐκοῦν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα κατὰ ταύτην τὴν ἀκολουθίαν Ἑλληνισμοῦ νομίζεται. εἴδωμεν τί λέγει τὰ ἑξῆς· οἷς πάλιν ἄνωθεν δουλεύειν ἐθέλετε. ἑρμήνευσε τί ἐστι τὸ ἐπιστρέφετε, τῷ οἷς πάλιν ἄνωθεν δουλεύειν ἐθέλετε. Ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς· φοβοῦμαι ὑμᾶς μή πως εἰκῇ κεκοπίακα εἰς ὑμᾶς. εἰ ἀπὸ Ἑλληνισμοῦ ἤρξαντο, πῶς ἔρχονται ἐπὶ Ἰουδαϊσμόν; ἀλλὰ τὰ δύο ταῦτα γέγονεν εἰς τοὺς Γαλάτας. καὶ πρὸς τὰ δύο ταῦτα μεταχειρίζεται τὰ φάρμακα. ἔστω, φησίν, ἦτε ἀγνοοῦντες θεόν· νῦν δὲ γνόντες αὐτόν, μᾶλλον δὲ γνωσθέντες ὑπ' αὐτοῦ, πῶς πάλιν ἐπιστρέφετε ἐπὶ νόμον, ὃν οὔτε ἔσχον ὅσοι ἔσχον; καὶ συνίστατο λοιπὸν ὁ νόμος οὕτως καθὼς λέγει καὶ περὶ Ἑλληνισμοῦ αὐτῶν τοῦ ποτέ, καὶ περὶ ἀναδρομῆς τῶν ἰουδαϊζόντων ἐπὶ τὸν νόμον. Gal 4,12 Καὶ μὴν οὔτε σὺ ἦς Ἕλλην οὔτε οὗτοι Ἰουδαῖοι· ἀλλ' ἐπειδὴ ἰουδάϊζον, καὶ αὐτὸς ἀπὸ Ἰουδαϊσμοῦ μετῆλθεν, λέγει· ἀδελφοί, 51 δέομαι ὑμῶν. ὁ ἀλγῶν δέεται, καὶ ὁ πονῶν παρακαλεῖ. ἀδελφοὺς δὲ καλεῖ, τῇ οἰκειότητι τῆς προσηγορίας ἐκβάλλων τὴν ὑπόνοιαν τὴν κατὰ τὴν ἐπιβουλήν· εἰ γὰρ ἄλλα μὲν ἐφρόνει, ἄλλα δὲ παρ' αὐτοῖς ἔλεγεν, ἐπίβουλος ἦν καὶ ἐχθρός.Gal 4,14 Καὶ τὸν πειρασμὸν ὑμῶν τὸν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε. καί φησιν· ἐγὼ ταῦτα ὑπέμενον, καὶ ὑμεῖς