Fragmenta in epistulam ad Galatas Πατέρα νῦν καλεῖ τὸν θεόν, ἐπειδὴ βούλεται τὴν ἐκκλησίαν εἰς υἱοθεσίαν ἐληλυθυῖαν ἐλευθέραν εἶναι τῆς τοῦ νόμου δουλ

 νόμιμα ἔφαγες, καλῶς ἀκούεις ταῦτα. 49Gal 2, Ζῇ ἐν ἐμοὶ ὁ Χριστός, ὁ μὴ ὑποκείμενος νόμῳ, ὑπὲρ νόμον ὢν ὡς υἱός· ἐγὼ δὲ διὰ τὸν ζῶντα ἐν ἐμοί, ὥσπερ ο

 ἐπειράζεσθε δοκιμαζόμενοι, εἴ γε προσίεσθέ με καὶ τὸν δι' ἐμοῦ κηρυττόμενον λόγον ἐν τούτοις με θεωροῦντες τοῖς κινδύνοις. τὰ οὖν ἐμὰ πάθη καὶ οἱ διωγ

ἐπειράζεσθε δοκιμαζόμενοι, εἴ γε προσίεσθέ με καὶ τὸν δι' ἐμοῦ κηρυττόμενον λόγον ἐν τούτοις με θεωροῦντες τοῖς κινδύνοις. τὰ οὖν ἐμὰ πάθη καὶ οἱ διωγμοί, ὦ Γαλάται, ὑμέτερος ἦν πειρασμός. Gal 4, Ἐπειδὴ ἐτύγχανε δεδεμένος καὶ κατεχόμενος, φησὶ τὸ ἤθελον ἐλθεῖν πρὸς ὑμᾶς καὶ ἀλλάξαι τὴν φωνήν μου, αὐτὰ ταῦτα νῦν ὑμῖν κηρύττειν ἃ οἱ ταράττοντες λέγουσί με κηρύττειν ἀλλαχοῦ, ὅτι δεῖ περιτέμνεσθαι καὶ τὰ νόμιμα τηρεῖν. ἆρα οὐκ ἂν αὐτοὶ ὑμεῖς οἱ τότε μὲν παρ' ἐμοῦ ἐκεῖνα δεξάμενοι, νῦν δὲ τὰ ἐναντία ἀκούοντες σκηνὴν καὶ παίγνιον ἐνομίσατε τὰ κατ' ἐμέ; θαυμάζω γάρ, εἰ ἐκεῖνα ἀκούσαντες παρ' ἐμοῦ, ὑποπτεύετέ με ἄλλα ἔχειν ἐν τῇ διανοίᾳ, ἄλλα δὲ τοῖς οὕτω με τιμήσασι κεκηρυχέναι.Gal 5,16 Οὐ νόμῳ τῷ ἀπειλοῦντι δούλοις, πνεύματι δὲ τῷ ἄγοντι τέκνα θεοῦ. Gal 6,12-13 Τοῦ νόμου ἔχοντος τὴν ἀπόφασιν ὅτι ἐπικατάρατος ὁ μὴ ἐμμένων πᾶσιν, ὁ οὖν μὴ τηρῶν πάντα, οὐ τετήρηκεν. ἀλλὰ 52 θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται, τοῦτ' ἔστιν ὅτι τὰ ἔθνη ἡμῖν ἀκολουθεῖ, καὶ μὴ ἀναγκασθῶσιν εἰπεῖν ὅτι τοῖς ἔθνεσιν συνεθέμεθα. ἐκεῖνοι μὲν τοῦτο θέλουσιν εὐπροσωπῆσαι σαρκὶ καὶ καυχᾶσθαι. ἐγὼ δὲ τῇ ἐμῇ χειρὶ γράφω.Gal 6,15-16 Οὐ περιτέμνεται ὁ Χριστιανός, οὐδ' ἔστιν ἐν τῇ ἀκροβυστίᾳ τῇ Ἑλληνικῇ· ἔχει γὰρ ἰδίαν περιτομήν. μετὰ Ἰουδαίων οὐ περιτέμνεται, ἐπειδὴ ἔχει καλλίονα, μετὰ Ἑλλήνων δὲ οὐκ ἔστιν ἐν ἀκροβυστίᾳ, ὅτι ἔχει περιτομήν. ὁ οὖν οὔτε μετὰ Ἑλλήνων οὔτε μετὰ Ἰουδαίων καινὴ κτίσις. Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, τῷ τῆς καινῆς κτίσεως, ὅσοι οὐδὲ ἰουδαΐζουσιν οὐδὲ ἑλληνίζουσιν ἀλλὰ χριστιανίζουσιν, εἰρήνη ἐπ' αὐτοὺς καὶ ἔλεος· ἔλεος εἰς συγχώρησιν ἁμαρτημάτων, εἰρήνη εἰς συνάφειαν τὴν πρὸς θεόν. καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεοῦ. ἀνάλαβε πάντα ἐκεῖνα τὰ τοιαῦτα· ὁ πᾶς νόμος ἐν ὑμῖν, ὅτι πληροῦτε τὸν νόμον τοῦ Χριστοῦ. καὶ τίς Ἰσραὴλ τοῦ θεοῦ, ὡς τοῦ ποτε Ἰσραὴλ κληθέντος μηκέτι ὄντος τοῦ θεοῦ;