1

 2

 3

 4

 5

 6

3

κατέχοντι θανάτῳ καὶ φωνήσας ὁρατῶς τῷ κατεχομένῳ, τὸ μέγα τῆς οἰκείας δυνάμεως ἀπεποίησε σημεῖον, τῆς καθόλου ἀναστάσεως ἐμφανίσας τὸν ἀρραβῶνα. ∆ιὰ τοῦτο συνανεκλίθη τῷ ποιηθέντι εὐφραινόμενος, ὡς πιστοποιήσας διὰ τῶν ἔργων ὅτι αὐτός ἐστιν «ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν»· προαναπεφώνητο γάρ που παρ' αὐτοῦ καὶ τοῦτο διὰ τοῦ προφήτου· «εὐφρανθήσομαι ἐν τῷ ἀγαθοποιεῖν με αὐτοῖς.»

11 Τῷδε τῷ θαύματι καὶ τῇ ἑαυτῶν ἑορτῇ αἱ τίμιαι μαθή τριαι τοῦ Σωτῆρος καὶ τοῦ ἀναστάντος ἀδελφαὶ διηκόνουν, ἡ μὲν τὰ τῆς ὑποδοχῆς, ἡ δὲ τὰ τῆς φιλοθεΐας προσκομίζουσαι. Ἦν γάρ πως ἡ Μάρθα φιλόξενος μὲν ὡς ἀβραμιαία, φιλόπτωχος δὲ ὡς ὁ Ἰὼβ, καὶ φιλόχριστος τὴν ὁμολογίαν ὡς Πέτρος, ἠνεῳγμένην ἔχουσα τὴν τῆς φιλοξενίας ἀγαπητικὴν θύραν παντὶ ἐρχομένῳ· ὅθεν οὐ λεληθότως, οὐδὲ ἐν ἀγνοίᾳ, ὡς πάλαι ὁ Λὼτ, ἀγγέλους ἐξένισεν, ἀλλ' ἐν εἰδήσει ἀγαθῇ καὶ διαθέσει τὸν τῶν ἀγγέλων δημιουργὸν καὶ κύριον ὑπὸ τὴν ὀροφὴν εἰσεδέξατο. Καὶ ἡ μὲν Μάρθα τοιαύτη καὶ τηλικαύτη καὶ ἐν τηλικούτοις.

12 Ἡ δὲ ταύτης ἀδελφὴ Μαρία καὶ αὐτὴ «λαβοῦσα λίτραν μύρου [νάρδου] πιστικῆς πολυτίμου ἤλειψεν τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ταῖς θριξὶν αὐτῆς ἀπέμαξεν αὐτοῦ τοὺς πόδας, ἡ δὲ οἰκία ἐπλήσθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου.» Μύρον εὐσεβείας πνέουσαι αἱ ἅγιαι, μύρου εὐωδίας καὶ τὴν οἰκίαν ἐπλήρωσαν, ἡ μὲν Μάρθα διὰ τῆς ὁμολογίας, ἡ δὲ Μαρία [διὰ] τῆς ἐργασίας. ∆εύτερος Πέτρος ἡ Μάρθα· ἐπέπνευσε γὰρ καὶ ταύτῃ ἡ χάρις καὶ διὰ τοῦτο αὐτὴ τὴν τοῦ κορυφαίου ἀνώμβρησε πίστιν.

13 Ἤκουσεν· «ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ, ζήσεται», ἐπέγνω τὸν τῆς ζωῆς χορηγὸν καὶ εὐθυβόλῳ χρησαμένη φωνῇ ἀνέκραγεν· «ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος.» Ἔδει γὰρ τὴν γυναικείαν φύσιν ἐπιγνῶναι καὶ ὁμολογῆσαι τὸν κτίστην καὶ θεόν. Πρῶτον Πέτρος θεοδιδάκτως ὁμολογεῖ, δεύτερον Μάρθα θεομυήτως ἀναφωνεῖ, τρίτον Ἰωάννης ἐν δέλτοις θεοφρόνως καὶ μονογενῶς θεολογεῖ. Πέτρος καὶ Μάρθα· «σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος·» Ἰωάννης· «ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ Λόγος. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν.»

14 Πρόσεχε, ἀγαπητὲ, τῷ φωτισμῷ τῆς ἀληθείας, φεῦγε τὸ σκότος τῆς πλάνης. «Σὺ εἶ, φησὶν, ὁ Χριστός»· οὐ ψιλὸς Χριστὸς ἄνθρωπος, ἀλλ' υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ὁ Λόγος ὁ γενόμενος σὰρξ ἄτρεπτος δι' ἡμᾶς, ὁ μόνος υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ὁ Λόγος ὁ γενόμενος σάρξ· οὐχ εἷς τῶν Ἰουδαϊκῶν χριστῶν, οὐχ εἷς τῶν Ἰουδαϊκῶν καὶ παρεγγράπτων χριστῶν, ἀλλὰ σὺ κατὰ Παυλὸν, «ὁ εἷς Κύριος, ὁ ἐπὶ πάντων εὐλογητὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν·» σὺ εἶ μόνος Χριστὸς καὶ υἱὸς μονογενὴς τοῦ θεοῦ, τοῦ ζῶντος· «ἐθεασάμεθα, φησὶν ὁ εὐαγγελιστὴς, τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀληθείας·»

15 σὺ εἶ ὁ πρωτότοκος καὶ ὁ μονογενὴς καὶ μόνος σὺν ἁγίῳ Πνεύματι ὁμοούσιός τε καὶ ὁμότιμος καὶ ἰσοδύναμος τῷ γεγεννηκότι, ἄναρχός τε καὶ συναΐδιος θεῷ Πατρί· σὺ εἶ ὁ Χριστὸς, οὐχ εἷς τῶν ὑπό σου κτισθέντων ἀοράτων καὶ λειτουργικῶν σου δυνάμεων, ἀλλὰ φυσικῶς υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος. «Οὐ πρέσβυς γὰρ οὐδὲ ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος, φησὶν, ὡς εἶπεν Ἡσαΐας, ἔσωσεν ἡμᾶς, ἔσωσεν αὐτούς·» ὥστε οὐκ εἰσὶν οἱ ἄγγελοι χριστοί· σὺ εἶ ὁ Χριστὸς τοῦτ' ἔστιν οὐκ ἄνθρωπος Χριστὸς, ἀλλὰ θεὸς Χριστὸς, θεὸς ἐνανθρωπήσας, οὐκ ἄνθρωπος ἀποθεωθεὶς, ἀλλὰ χρίσας τὴν οἰκείαν καὶ ἑκούσιον σάρκωσιν τῇ οἰκείᾳ θεότητι δι' ὃ καὶ εἴρηται· «μῦρον ἐκκενωθὲν ὄνομά σου,» καὶ «εἰς ὀσμὴν μύρων σου ἐκδραμούμεθα·» σὺ εἶ ὁ Χριστὸς ὁ παρὰ πάσης κτίσεως προσκυνούμενος, ὡς εἷς Κύριος καὶ θεὸς, ὡς εἷς Υἱὸς, ὡς εἷς ∆εσπότης σὺν Πατρὶ [καὶ] τῷ ἁγίῳ Πνεύματι.

16 Πάλιν ἐπανάξωμεν τὸν λόγον ἐπὶ τὴν καλλίστην ἀδελφότητα τῶν εὐσεβῶν καὶ πιστῶν ἀδελφῶν. Ὦ συμπνοίας τῶν φίλων καὶ θεραπόντων γνησίων