1

 2

 3

 4

 5

 6

4

Χριστοῦ Ἰησοῦ ἑνὸς τῆς ἀκτίστου καὶ ὁμοουσίου Τριάδος. Βαβαὶ τῆς ἐντρίτου ἀγαπῆς τὸ ἀρραγὲς σπαρτίον· οὐδὲν τούτους τῆς τοῦ διδασκάλου καὶ δεσπότου ἀγαπῆς ἀπέρρηξεν, οὐκ ἀπιστία Ἰουδαίων, οὐκ ἀπείθεια Φαρισαίων, οὐ Σαδδουκαίων ὑλακὴ, οὐ σκάνδαλα ἱερέων ἀλλ' ἐγκεντρισθέντες ἅπαξ τὴν καλλιέλαιον τῇ πίστει, ἔμειναν ἔγκαρποι, πάσῃ προσβόλῃ ἄσειστοι καὶ ἀτίνακτοι, θεὸν γνωρίζοντες τὸν Χριστὸν, θεὸν καὶ ἄνθρωπον ἀδιαιρέτως καὶ ἀσυγχύτως ὁμολογοῦντες τὸν τοῦ θεοῦ υἱὸν, κηρύσσοντες τὸν Ἐμμανουήλ· 17 καὶ τότε ἔφη πρὸς αὐτὸν ἡ Μάρθα· «ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ.» Τοῦτο Λάζαρος ἐν ἑαυτῷ ἐβεβαίωσεν, ταύτῃ συνταφεὶς τῇ πίστει καὶ ἐλπίδι· ἔτι γὰρ αὐτοῦ ζῶντος καὶ συνικετεύοντος τὸν πανταχοῦ παρόντα αἱ ἀδελφαὶ αὐτοῦ ἐδεήθησαν ὑπὲρ αὐτοῦ λέγουσαι· «Κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ.» Μαρία δὲ δι' ὦν ἔπραττεν τῇ τε τῆς ἀδελφῆς ὁμολογίᾳ καὶ τῇ τοῦ ἀδελφοῦ πίστει σύμφωνον ἐνεφάνιζεν καὶ τὴν οἰκείαν εὐσέβειαν.

18 Λαβοῦσα γὰρ τὸ μῦρον, οὐ λίθον ἄψυχον εἰς οἶκον θεοῦ ἔχρισεν καθάπερ Ἰακὼβ τῷ ὀφθέντι αὐτῷ ἐν τῷ ἀποδιδράσκειν αὐτὸν τὸν Ἠσαῦ, ἀλλὰ τὸν ἐκ τῆς θεοτόκου παρθένου ἑνωθέντα ἔμψυχον ναὸν τῷ ἀκτίστῳ καὶ δημιουργῷ τῶν ἁπάντων θεῷ ἤλειψεν, οὐ μίμημα μόνον ἀποσῴζουσα τῆς πρὸς τὸν Ἰακὼβ ἐν τοῖς οὕτω οἰκειότητος, ὡς ἀψευδὴς θυγάτηρ, ἀλλὰ καὶ ὑπερβαίνουσα πολλῷ πλέω τῇ πίστει καὶ ἐργασίᾳ τὸν πατριάρχην. Καθόσον ὁ μὲν τὴν σκιὰν ἐτύπου, ἡ δὲ τὴν ἀλήθειαν αὐτὴν ἐψηλάφα καὶ προσεκύνει.

19 Φαίνεται γοῦν δὶς τοῦτο ποιήσας ὁ Ἰακὼβ ἔν τε τῷ ἀποδιδράσκειν τὸν πρὸς φόνον ἐξηρτυμένον φθόνον, ἔν τε τῷ ἐπαναλύειν μετὰ τὴν θείαν ἐν Βεθὴλ ὀπτασίαν. Ἀλλ' οὐδ' οὕτως ἐξισοῦται τῇ τῆς θυγατρὸς εὐσεβείᾳ ἐν τούτῳ τῷ μέρει· πλεὸν γὰρ οὐδὲν ἢ λίθον ἀλείφειν εἰς τύπον τοῦ ἀκρογωνιαίου μεμάθηκε λίθου, αὕτη δὲ οὐ μόνον τὸν ἅγιον καὶ ἔμψυχον καὶ θεόκτιστον τοῦ ἀκτίστου καὶ ἀϊδίου θεοῦ ναὸν ἐψηλάφα καὶ ἤλειφεν, ἀλλὰ καὶ τὸν ἐν αὐτῷ ἀμερίστως ὄντα θεὸν σὺν αὐτῷ καὶ δι' αὐτοῦ προσκυνοῦσα, ἕνα Κύριον ἀδιαίρετον ὡμολόγει ἐν τῇ ὁρωμένῃ εὐπρεπείᾳ τὴν ἀόρατον κατανοοῦσα δόξαν, καὶ ἐν ψηλαφωμένῃ σαρκὶ τὸν ἀναφῆ καὶ ἀψηλάφητον καταμανθάνουσα θεὸν Λόγον.

20 Οὐ γὰρ ἐσμίκρυνεν ἐν ὀφθαλμοῖς αὐτῶν τοῦ ἀοράτου θεοῦ τὴν δόξαν ὁ πρὸς ἡμᾶς συσχηματισμὸς αὐτοῦ, οὐκ ἐνύβρισεν ἐν ὀφθαλμοῖς αὐτῶν τὴν μεγαλοπρεπῆ τοῦ θεοῦ ἐξουσίαν τὸ τῆς συνανακλίσεως αὐτοῦ ταπεινὸν, οὐκ ἐμείωσεν τὸ τῆς διανοίας αὐτῶν κριτήριον [πρὸς] τὴν τοῦ ἀπροσίτου ὑπεροχὴν τὸ τῆς σαρκὸς ἀσθενὲς περιβόλαιον, οὐκ ἤμβλυνεν τὸν φόβον καὶ τρόμον τῆς ἀστέκτου δυνάμεως ἡ πρὸς τὴν συγκατάβασιν αὐτοῦ πεπαρρησιασμένη αὐτῶν ἀγάπη, ἀλλ' ἐκ τῶν φαινομένων σημείων ἐπὶ τὸ ἀόρατον ποδηγούμενοι κράτος, περισσῶς ἐθαύμαζον τῆς ἑκουσίου πτωχείας τὸ παράδοξον 21 , καὶ ἐκ τῶν ἐπιτελουμένων λόγων ὑπὲρ λόγον θαυμάτων φωτιζόμενοι τὴν διάνοιαν, καὶ τὸ τῆς κυριότητος ἐξουσιαστικὸν παιδευόμενοι, σφοδρώτερον τὴν φιλάνθρωπον ἐνανθρώπησιν ὑπέφριττον, καὶ τὴν δι' ἁφῆς τῶν κρασπέδων ἐπιδιδομένην τῶν ἰαμάτων φορὰν ἐνο ρῶντες, τὸν ἀνεμποδίστως ἐνεργοῦντα καὶ ἐμβλύζοντα ἐκ τοῦ ἰδίου θησαυροῦ τὰς ἐπικουρίας προσεκύνουν θεὸν, καὶ τὴν τῶν νεκρῶν ἀνάστασιν κατανοοῦντες τὴν μετὰ τῶν θνητῶν συνδιατριβὴν τοῦ θανάτου ὑπερβαλλόντως ἐξεπλήττοντο.

22 Ὅθεν στοργῇ τὸν φόβον κεράσασαι, εἴχοντο τοῦ ἀκορέστου πόθου, καὶ τὴν διακονίαν τοῦ ἑνὸς καὶ αὐτοῦ ἑνώσει θεοῦ [καὶ] τελείου ἀνθρώπου διειλημμέναι εἰς ἑαυτὰς αἱ ὁμόψυχοι καὶ ὁμόπιστοι, ἡ μὲν τὰ ἀνθρώπινα διὰ τὴν πρὸς ἡμᾶς συγκατάβασιν ἐλειτούργει, ἡ δὲ τὴν θεοτερπῆ καὶ εὐωδεστάτην ὡς κάρπωμα προσῆγεν σπουδὴν, μύρον ἐπιχέουσα ὡς ἐπὶ θυσιαστηρίῳ τῷ ζωηφόρῳ αὐτοῦ ναῷ. Καὶ τοῦτο οὐ παρέργως ἀλλ' ἐπιμελῶς καταφιλοῦσα, καὶ τῷ ἐκ φύσεως περιβολαίῳ