1

 2

 3

2

26 Ἐπιθυμία περιπάτων καὶ πόθος οἰκιῶν ἀλλοτρίων ἀνατρέπει κατάστασιν ψυχῆς καὶ διαφθείρει προθυμίαν αὐτῆς.

27 Πιστὴ παρθένος οὐ δειλιάσει, ἡ δὲ ἄπιστος φεύξεται καὶ τὴν σκιὰν αὐτῆς. 28 Φθόνος τήκει ψυχήν, καὶ ζῆλος κατεσθίει αὐτήν. 29 Καταφρονοῦσα τῆς ἀδελφῆς τῆς ἀσθενούσης καὶ τοῦ Χριστοῦ μακρὰν

ἔσται. 30 Μὴ εἴπῃς· ἐμὸν τοῦτο καὶ σὸν τοῦτο. ἐν γὰρ Χριστῷ Ἰησοῦ τὰ πάντα κοινά. 31 Οὐ περιεργάσῃ ζωὴν ἀλλοτρίαν, καὶ πτώματι ἀδελφῆς σου οὐκ ἐπιχαρήσῃ. 32 Ἐπάρκει δεομέναις παρθένοις, καὶ ἐπὶ εὐγενείᾳ σου μὴ ἐπαίρου. 33 Μὴ προενέγκῃς λόγον ἐκ στόματός σου ἐν ἐκκλησίᾳ κυρίου, καὶ μὴ

μετεωρίσῃς τοὺς ὀφθαλμούς σου. ὁ γὰρ κύριος γινώσκει σὴν καρδίαν, καὶ πάντας τοὺς διαλογισμούς σου σκοπεύει.

34 Πᾶσαν κακὴν ἐπιθυμίαν ἄπωσαι ἀπό σου, καὶ οὐ μὴ λυπήσωσίν σε οἱ ἐχθροί σου.

35 Ψάλλε ἀπὸ καρδίας σου, καὶ μὴ κίνει μόνον τὴν γλῶσσαν σου ἐν τῷ στόματί σου.

36 Ἄφρων παρθένος ἀγαπήσει ἀργύριον, ἡ δὲ φρονίμη προσθήσει καὶ τὸν ψωμὸν αὐτῆς.

37 Ὥσπερ ὁρμὴ πυρὸς δυσκάθεκτος, οὕτως ψυχὴ παρθένου τρωθεῖσα δυσίατος.

38 Μὴ δώῃς τὴν ψυχήν σου διαλογισμοῖς πονηροῖς, ἵνα μὴ μιάνωσι σὴν καρδίαν καὶ καθαρὰν προσευχὴν μακρὰν ποιήσωσι ἀπό σου.

39 Βαρεῖα λύπη καὶ ἀνυπόστατος ἀκηδία, δάκρυα δὲ πρὸς θεὸν ἰσχυρότερα ἀμφοτέρων.

40 Λιμὸς καὶ δίψα μαραίνει ἐπιθυμίας κακάς, ἀγρυπνία δὲ ἀγαθὴ καθαίρει διάνοιαν.

41 Ὀργὴν καὶ θυμὸν ἀποστρέφει ἀγάπη, μνησικακίαν δὲ ἀνατρέπει δῶρα. 42 Ἡ καταλαλοῦσα λάθρα τῆς ἀδελφῆς αὐτῆς ἐξωσθήσεται τοῦ νυμφῶνος,

καὶ βοήσεται πρὸς ταῖς θύραις αὐτοῦ καὶ οὐκ ἔσται ὁ ὑπακούων. 43 Παρθένου ἀνελεήμονος σβεσθήσεται λαμπάς, καὶ οὐ μὴ ἴδῃ προελθόντα

τὸν νυμφίον αὐτῆς. 44 Ὕαλος προσπίπτων λίθῳ συντριβήσεται, καὶ παρθένος ἁπτομένη ἀνδρὸς

οὐκ ἀθωωθήσεται. 45 Κρείσσων γυνὴ πραεῖα παρθένου ὀργίλου καὶ θυμώδους. 46 Ἡ ἐξέλκουσα ἐν γέλωτι λόγους ἀνδρός, ὁμοία ἐστὶν τῇ περιβαλλούσῃ

βρόχον τῷ ἑαυτῆς τραχήλῳ. 47 Ὥσπερ μαργαρίτης ἐν σφενδόνῃ χρυσῇ, οὕτως παρθένος καλυπτομένη ὑπὸ

αἰδοῦς. 48 Ὠιδαὶ δαιμόνων καὶ αὐλοὶ ἐκλύουσιν ψυχὴν καὶ ἀπολλύουσιν εὐτονίαν αὐτῆς, ἣν φύλαξον διὰ παντός, ἵνα μὴ ἐπονείδιστος γένῃ.

49 Μὴ τέρπου ἐπὶ γελοίοις, καὶ ἐπισκωπτούσαις μὴ εὐφραίνου, ὅτι κύριος ἐγκατέλιπεν αὐτάς.

50 Οὐκ ἐξουδενώσεις τὴν ἀδελφήν σου ἐσθίουσαν καὶ ἐπὶ ἐγκρατείᾳ σου μὴ ἐπαρθῇς. οὐ γὰρ οἶδας, τί βεβούλευται ὁ κύριος ἢ τίς στήσεται ἐνώπιον αὐτοῦ.

51 Ἡ οἰκτείρουσα πελιδνουμένους τοὺς ὀφθαλμοὺς καὶ τηκομένας τὰς σάρκας αὐτῆς, οὐκ εὐφρανθήσεται ἐπὶ ἀπαθείᾳ ψυχῆς.

52 Βαρεῖα ἐγκράτεια καὶ δυσκατόρθωτος ἁγνεία, ἀλλ' οὐδὲν γλυκύτερον τοῦ ἐπουρανίου νυμφίου.

53 Ψυχαὶ παρθένων φωτισθήσονται, ψυχαὶ δὲ ἀκαθάρτων ὄψονται σκότος.